<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2:24-25</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2:24-25</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="24"><p>καὶ ταῦτα ἐμοῦ προκαλουμένου καὶ λέγοντος ἐν τῷ δικαστηρίῳ, οὗ καὶ αὐτοὶ οἱ δικασταὶ καὶ ἕτεροι ἰδιῶται πολλοὶ μάρτυρες παρῆσαν, οὔτε τότε παραχρῆμα οὔτε ὕστερον ἐν παντὶ τῷ χρόνῳ οὐδεπώποτε ἠθέλησαν ἐλθεῖν ἐπὶ τοῦτο τὸ δίκαιον, εὖ εἰδότες ὅτι οὐκ ἂν τούτοις κατʼ ἐμοῦ ἔλεγχος ἐγίγνετο οὗτος, ἀλλʼ ἐμοὶ κατὰ τούτων, ὅτι οὐδὲν δίκαιον οὐδʼ ἀληθὲς ᾐτιῶντο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="25"><p>ἐπίστασθε δέ, ὦ ἄνδρες, ὅτι αἱ ἀνάγκαι αὗται ἰσχυρόταται καὶ μέγισταί εἰσι τῶν ἐν ἀνθρώποις, καὶ ἔλεγχοι ἐκ τούτων σαφέστατοι καὶ πιστότατοι περὶ τοῦ δικαίου, ὅπου εἶεν μὲν ἐλεύθεροι πολλοὶ οἱ συνειδότες, εἶεν δὲ δοῦλοι, καὶ ἐξείη μὲν τοὺς ἐλευθέρους ὅρκοις καὶ πίστεσιν ἀναγκάζειν, ἃ τοῖς ἐλευθέροις μέγιστα καὶ περὶ πλείστου ἐστίν, ἐξείη δὲ τοὺς δούλους ἑτέραις ἀνάγκαις, ὑφʼ ὧν καὶ ἢν μέλλωσιν ἀποθανεῖσθαι κατειπόντες, ὅμως ἀναγκάζονται τἀληθῆ λέγειν· ἡ γὰρ παροῦσα ἀνάγκη ἑκάστῳ ἰσχυροτέρα ἐστὶ τῆς μελλούσης ἔσεσθαι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>