<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="21"><p>ἔλεξε μὲν γὰρ Φιλοκράτης οὑτοσὶ ἀναβὰς εἰς τὴν ἡλιαίαν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> ἡλιαίαν</foreign> Taylor: <foreign xml:lang="grc">ἡλιακὴν</foreign> codd.</note> τὴν τῶν θεσμοθετῶν, τῇ ἡμέρᾳ ᾗ ὁ παῖς ἐξεφέρετο, ὅτι ἀδελφὸν αὐτοῦ ἀποκτείναιμι ἐγὼ ἐν τῷ χορῷ, φάρμακον ἀναγκάσας πιεῖν. ἐπειδὴ δὲ οὗτος ταῦτʼ ἔλεγεν, ἀναβὰς ἐγὼ εἰς τὸ δικαστήριον τοῖς αὐτοῖς δικασταῖς ἔλεξα ὅτι τὸν μὲν νόμον οὐ δικαίως μου προκαθισταίη<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> οὐ δικαίως μου προκαθισταίη</foreign> Thalheim: <foreign xml:lang="grc">οὐ δίκαιον οὐ προκαθῆσθαι εἰ</foreign> Α: <foreign xml:lang="grc">οὐ δίκαιον οὐ προκάθισται ἢ</foreign> Ν.</note> Φιλοκράτης κατηγορῶν καὶ διαβάλλων εἰς τὸ δικαστήριον, μελλόντων ἔσεσθαί μοι ἀγώνων πρὸς Ἀριστίωνα καὶ Φιλῖνον αὔριον καὶ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> καὶ</foreign> Maetzner: <foreign xml:lang="grc">τῇ</foreign> codd.</note> ἕνῃ,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> ἕνῃ</foreign> Taylor: <foreign xml:lang="grc">ἔννη</foreign> Α, <foreign xml:lang="grc">ἔνῃ</foreign> Ν.</note> ὧνπερ ἕνεκα τοὺς λόγους τούτους λέγοι·<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> λέγοι</foreign> Ν: <foreign xml:lang="grc">λέγει</foreign> Α.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="22"><p>ἃ μέντοι αἰτιῷτο καὶ διαβάλλοι, ῥᾳδίως ἐξελεγχθήσοιτο ψευδόμενος. εἶεν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> εἰ ἓν</foreign> Ν: <foreign xml:lang="grc">εἰσὶ</foreign> Α.</note> γὰρ οἱ συνειδότες πολλοί, καὶ ἐλεύθεροι καὶ δοῦλοι, καὶ νεώτεροι καὶ πρεσβύτεροι, σύμπαντες πλείους ἢ πεντήκοντα, οἳ τούς τε λόγους τοὺς λεχθέντας περὶ τῆς πόσεως τοῦ φαρμάκου καὶ τὰ πραχθέντα καὶ τὰ γενόμενα<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">γενόμενα</foreign> Reiske: <foreign xml:lang="grc">λεγόμενα</foreign> codd.</note> πάντα ἐπίσταιντο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="23"><p>καὶ εἶπόν τε ταῦτα ἐν τῷ δικαστηρίῳ, καὶ προὐκαλούμην αὐτὸν εὐθὺς τότε, καὶ αὖθις τῇ ὑστεραίᾳ ἐν τοῖς αὐτοῖς δικασταῖς, καὶ ἰέναι ἐκέλευον λαβόντα μάρτυρας ὁπόσους βούλοιτο ἐπὶ τοὺς παραγενομένους, λέγων αὐτῷ ὀνόματι ἕκαστον, τούτους ἐρωτᾶν καὶ ἐλέγχειν, τοὺς μὲν ἐλευθέρους ὡς χρὴ τοὺς ἐλευθέρους, οἳ σφῶν <add>τʼ αὐτῶν</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τʼ αὐτῶν</foreign> add. Sauppe.</note> ἕνεκα καὶ τοῦ δικαίου ἔφραζον ἂν τἀληθῆ καὶ τὰ γενόμενα, τοὺς δὲ δούλους, εἰ μὲν αὐτῷ ἐρωτῶντι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> διδόναι</foreign> post <foreign xml:lang="grc">ἐρωτῶντι</foreign> hab. codd.: om.Ald.</note> τἀληθῆ δοκοῖεν λέγειν, εἰ δὲ μή, ἕτοιμος εἴην<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> εἴην</foreign> Taylor: <foreign xml:lang="grc">εἶεν</foreign> Α, <foreign xml:lang="grc">εἰμι</foreign> Ν.</note> διδόναι βασανίζειν τούς τε ἐμαυτοῦ πάντας, καὶ εἴ τινας τῶν ἀλλοτρίων κελεύοι,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> κελεύοι</foreign> Bekker: <foreign xml:lang="grc">κελεύει</foreign> codd.</note> ὡμολόγουν πείσας τὸν δεσπότην παραδώσειν αὐτῷ βασανίζειν τρόπῳ ὁποίῳ βούλοιτο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="24"><p>καὶ ταῦτα ἐμοῦ προκαλουμένου καὶ λέγοντος ἐν τῷ δικαστηρίῳ, οὗ καὶ αὐτοὶ οἱ δικασταὶ καὶ ἕτεροι ἰδιῶται πολλοὶ μάρτυρες παρῆσαν, οὔτε τότε παραχρῆμα οὔτε ὕστερον ἐν παντὶ τῷ χρόνῳ οὐδεπώποτε ἠθέλησαν ἐλθεῖν ἐπὶ τοῦτο τὸ δίκαιον, εὖ εἰδότες ὅτι οὐκ ἂν τούτοις κατʼ ἐμοῦ ἔλεγχος ἐγίγνετο οὗτος, ἀλλʼ ἐμοὶ κατὰ τούτων, ὅτι οὐδὲν δίκαιον οὐδʼ ἀληθὲς ᾐτιῶντο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="25"><p>ἐπίστασθε δέ, ὦ ἄνδρες, ὅτι αἱ ἀνάγκαι αὗται ἰσχυρόταται καὶ μέγισταί εἰσι τῶν ἐν ἀνθρώποις, καὶ ἔλεγχοι ἐκ τούτων σαφέστατοι καὶ πιστότατοι περὶ τοῦ δικαίου, ὅπου εἶεν μὲν ἐλεύθεροι πολλοὶ οἱ συνειδότες, εἶεν δὲ δοῦλοι, καὶ ἐξείη μὲν τοὺς ἐλευθέρους ὅρκοις καὶ πίστεσιν ἀναγκάζειν, ἃ τοῖς ἐλευθέροις μέγιστα καὶ περὶ πλείστου ἐστίν, ἐξείη δὲ τοὺς δούλους ἑτέραις ἀνάγκαις, ὑφʼ ὧν καὶ ἢν μέλλωσιν ἀποθανεῖσθαι κατειπόντες, ὅμως ἀναγκάζονται τἀληθῆ λέγειν· ἡ γὰρ παροῦσα ἀνάγκη ἑκάστῳ ἰσχυροτέρα ἐστὶ τῆς μελλούσης ἔσεσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="26"><p>εἰς πάντα<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">πάντα</foreign> Blass: <foreign xml:lang="grc">πᾶν</foreign> codd.</note> τοίνυν ἐγὼ ταῦτα προὐκαλεσάμην τούτους, καὶ ἐξ ὧν γε<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">γε</foreign> Ald.: <foreign xml:lang="grc">σε</foreign> codd.</note> χρὴ ἄνθρωπον ὄντα τἀληθῆ καὶ τὰ δίκαια πυνθάνεσθαι, ἐξῆν αὐτοῖς πυνθάνεσθαι, καὶ πρόφασις οὐδεμία ὑπελείπετο. καὶ ἐγὼ μὲν ὁ τὴν αἰτίαν ἔχων καὶ ἀδικῶν, ὡς οὗτοί φασιν, ἕτοιμος ἦ αὐτοῖς κατʼ ἐμαυτοῦ παρέχειν ἔλεγχον τὸν δικαιότατον· οἱ δʼ αἰτιώμενοι καὶ φάσκοντες ἀδικεῖσθαι αὐτοὶ ἦσαν οἱ οὐκ ἐθέλοντες ἐλέγχειν εἴ τι ἠδικοῦντο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="27"><p>καὶ εἰ μὲν ἐγὼ τούτων προκαλουμένων μὴ ἠθέλησα τοὺς παραγενομένους ἀποφῆναι, <add>ἢ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἢ</foreign> add. Bekker.</note> θεράποντας ἐξαιτοῦσι μὴ ἤθελον ἐκδιδόναι, ἢ ἄλλην τινὰ πρόκλησιν ἔφευγον, αὐτὰ ἂν ταῦτα μέγιστα τεκμήρια κατʼ ἐμοῦ ἐποιοῦντο ὅτι ἀληθὴς ἦν ἡ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἡ</foreign> om. <foreign xml:lang="grc">Α.</foreign></note> αἰτία· ἐπεὶ δʼ ἐμοῦ προκαλουμένου οὗτοι ἦσαν οἱ φεύγοντες τὸν ἔλεγχον, ἐμοὶ δήπου δίκαιον κατὰ τούτων τὸ αὐτὸ τοῦτο τεκμήριον γενέσθαι ὅτι οὐκ ἀληθὴς <add>ἦν</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἦν</foreign> del. Jernstedt.</note> ἡ αἰτία ἣν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἣν</foreign> Α: <foreign xml:lang="grc">ἢν</foreign> Ν.</note> αἰτιῶνται κατʼ ἐμοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="28"><p>ἐπίσταμαι δὲ καὶ τάδε, ὦ ἄνδρες, ὅτι εἰ μὲν τούτοις ἐμοῦ κατεμαρτύρουν οἱ μάρτυρες οἱ παραγενόμενοι, αὐτοῖς ἂν τούτοις ἰσχυροτάτοις ἐχρῶντο καὶ πίστιν ταύτην σαφεστάτην ἀπέφαινον, τοὺς μάρτυρας τοὺς καταμαρτυροῦντας· τῶν αὐτῶν δὲ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ταὐτὰ</foreign> Reiske: <foreign xml:lang="grc">ταῦτα</foreign> codd.</note> τούτων μαρτυρούντων,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μαρτυρούντων</foreign> A pr.:<foreign xml:lang="grc">καταμαρτυρούντων</foreign> A corr. N.</note> ἃ μὲν ἐγὼ λέγω, ἀληθῆ εἶναι, ἃ δὲ οὗτοι λέγουσιν, οὐκ ἀληθῆ, τοῖς μὲν μάρτυσι τοῖς <add>ἐμοὶ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐμοὶ</foreign> add. Reiske.</note> μαρτυροῦσιν ἀπιστεῖν ὑμᾶς διδάσκουσι, τοῖς δὲ λόγοις οἷς αὐτοὶ λέγουσι πιστεύειν ὑμᾶς φασι χρῆναι, οὓς ἐγὼ εἰ ἔλεγον ἄνευ μαρτύρων, ψευδεῖς ἂν κατηγόρουν εἶναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="29"><p>καίτοι δεινὸν εἰ οἱ αὐτοὶ μάρτυρες τούτοις μὲν ἂν μαρτυροῦντες πιστοὶ ἦσαν, ἐμοὶ δὲ μαρτυροῦντες ἄπιστοι ἔσονται. καὶ εἰ μὲν πάνυ μὴ παρεγένοντο μάρτυρες, ἐγὼ δὲ παρειχόμην,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">παρειχόμην</foreign> Stephanus: <foreign xml:lang="grc">παρεσχόμην</foreign> codd.</note> ἢ τοὺς παραγενομένους μὴ παρειχόμην, ἑτέρους δέ τινας, εἰκότως ἂν οἱ τούτων λόγοι πιστότεροι ἦσαν τῶν ἐμῶν μαρτύρων· ὅπου δὲ μάρτυράς τε ὁμολογοῦσι παραγενέσθαι, καὶ ἐγὼ τοὺς παραγενομένους παρέχομαι, <add>καὶ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> add. Reiske.</note> εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας καὶ αὐτὸς ἐγὼ καὶ οἱ μάρτυρες ἅπαντες φανεροί ἐσμεν λέγοντες ἅπερ νυνὶ πρὸς ὑμᾶς, πόθεν χρή, ὦ ἄνδρες, ἢ τἀληθῆ πιστὰ ἢ τὰ μὴ ἀληθῆ ἄπιστα ποιεῖν ἄλλοθεν ἢ ἐκ τῶν τοιούτων; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="30"><p>ὅπου μὲν γὰρ λόγῳ τις διδάσκοι περὶ τῶν πραχθέντων, μάρτυρας δὲ μὴ παρέχοιτο, μαρτύρων ἄν τις τοὺς λόγους τούτους ἐνδεεῖς φαίη εἶναι· ὅπου δὲ μάρτυρας μὲν παρέχοιτο,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">παρέχοιτο</foreign> N corr.:<foreign xml:lang="grc">παρέχοιντο</foreign> A N pr.</note> τεκμήρια δὲ αὖ τοῖς<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αὖ τοῖς</foreign> Reiske: <foreign xml:lang="grc">αὐτοῖς</foreign> codd.</note> μαρτυροῦσιν ὅμοια μὴ ἀποφαίνοι,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἀποφαίνοι</foreign> Reiske: <foreign xml:lang="grc">ἀποφαίνοιτο</foreign> Ν, <foreign xml:lang="grc">ἀποφαίνοιντο</foreign> Α.</note> ταὐτὰ ἄν τις ἔχοι εἰπεῖν, εἰ βούλοιτο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="31"><p>ἐγὼ τοίνυν τοὺς τε λόγους ὑμῖν εἰκότας ἀποφαίνω, καὶ τοῖς λόγοις τοὺς μάρτυρας ὁμολογοῦντας καὶ τοῖς μάρτυσι τὰ ἔργα, καὶ τεκμήρια ἐξ αὐτῶν τῶν ἔργων, καὶ ἔτι πρὸς τούτοις δύο τὼ μεγίστω καὶ ἰσχυροτάτω, τούτους μὲν αὐτούς τε ὑπὸ σφῶν αὐτῶν ἐξελεγχομένους καὶ ὑπʼ ἐμοῦ, ἐμὲ δὲ ὑπό τε τούτων καὶ ὑπὸ ἐμαυτοῦ ἀπολυόμενον· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="32"><p>ὅπου γὰρ ἐθέλοντος ἐλέγχεσθαι ἐμοῦ περὶ ὧν ᾐτιῶντο οὗτοι<note resp="editor" xml:lang="lat" anchored="true">verba<foreign xml:lang="grc">οὗτοι ... ᾐτιῶντο</foreign> om. N.</note> μὴ ἤθελον ἐλέγχειν <add>εἴ τι</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">εἴ τι ἠδικοῦντο</foreign> Blass, coll. 26:<foreign xml:lang="grc">ἠδίκουν καὶ</foreign> codd.</note> ἠδικοῦντο, ἐμὲ μὲν δήπου ἀπέλυον, αὐτοὶ δὲ κατὰ σφῶν αὐτῶν μάρτυρες ἐγένοντο, ὅτι οὐδὲν δίκαιον οὐδʼ ἀληθὲς ᾐτιῶντο. καίτοι εἰ πρὸς τοῖς ἐμαυτοῦ μάρτυσι τοὺς ἀντιδίκους αὐτοὺς μάρτυρας παρέχομαι, ποῖ ἔτι ἐλθόντα δεῖ ἢ πόθεν ἀποδείξαντα τῆς αἰτίας ἀπολελύσθαι; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="33"><p>ἡγοῦμαι μὲν οὖν καὶ ἐκ τῶν εἰρημένων καὶ ἀποδεδειγμένων, ὦ ἄνδρες, δικαίως ἄν μου ἀποψηφίσασθαι ὑμᾶς, καὶ ἐπίστασθαι ἅπαντας ὅτι οὐδέν μοι προσήκει τῆς αἰτίας ταύτης. ἵνα δʼ ἔτι καὶ ἄμεινον μάθητε, τούτου ἕνεκα πλείω λέξω, καὶ ἀποδείξω ὑμῖν τοὺς κατηγόρους τούτους ἐπιορκοτάτους ὄντας καὶ ἀσεβεστάτους ἀνθρώπων, καὶ ἀξίους οὐ μόνον ὑπʼ ἐμοῦ μισεῖσθαι, ἀλλὰ καὶ ὑφʼ ὑμῶν πάντων καὶ τῶν ἄλλων πολιτῶν τῆς δίκης ἕνεκα ταυτησί. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="34"><p>οὗτοι γὰρ τῇ μὲν πρώτῃ ἡμέρᾳ ᾗ ἀπέθανεν ὁ παῖς, καὶ τῇ ὑστεραίᾳ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὑστεραίᾳ</foreign> Α: <foreign xml:lang="grc">ὑστέρα</foreign> Ν.</note> ᾗ προέκειτο, οὐδʼ αὐτοὶ ἠξίουν αἰτιᾶσθαι ἐμὲ [οὐδʼ]<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">οὐδʼ</foreign> del. Wilamowitz.</note> ἀδικεῖν ἐν τῷ πράγματι τούτῳ οὐδέν, ἀλλὰ συνῆσαν ἐμοὶ καὶ διελέγοντο· τῇ δὲ τρίτῃ ἡμέρᾳ ᾗ ἐξεφέρετο ὁ παῖς, ταύτῃ δὴ πεπεισμένοι ἦσάν [τινες]<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τινες</foreign> del. Dobree.</note> ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν, καὶ παρεσκευάζοντο αἰτιᾶσθαι καὶ προαγορεύειν εἴργεσθαι τῶν νομίμων. τίνες οὖν ἦσαν οἱ πείσαντες αὐτούς; καὶ τίνος ἕνεκα καὶ πρόθυμοι ἐγένοντο πεῖσαι αὐτούς; δεῖ γάρ με καὶ ταῦτα ὑμᾶς διδάξαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="35"><p>κατηγορήσειν ἔμελλον Ἀριστίωνος καὶ Φιλίνου καὶ Ἀμπελίνου καὶ τοῦ ὑπογραμματέως τῶν θεσμοθετῶν, μεθʼ οὗπερ συνέκλεπτον, περὶ ὧν εἰσήγγειλα εἰς τὴν βουλήν. καὶ αὐτοῖς ἐκ μὲν τῶν πεπραγμένων οὐδεμία ἦν ἐλπὶς ἀποφεύξεσθαι—τοιαῦτα ἄρʼ ἦν τὰ ἠδικημένα—· πείσαντες δὲ τούτους ἀπογράφεσθαι καὶ προαγορεύειν ἐμοὶ εἴργεσθαι τῶν νομίμων, ἡγήσαντο ταύτην σφίσιν ἔσεσθαι σωτηρίαν καὶ ἀπαλλαγὴν τῶν πραγμάτων ἁπάντων. ὁ γὰρ νόμος οὕτως ἔχει, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="36"><p>ἐπειδάν τις ἀπογραφῇ φόνου δίκην, εἴργεσθαι τῶν νομίμων· καὶ οὔτʼ ἂν ἐγὼ οἷός τʼ ἦ ἐπεξελθεῖν εἰργόμενος τῶν νομίμων, ἐκεῖνοί τε ἐμοῦ τοῦ εἰσαγγείλαντος καὶ ἐπισταμένου τὰ πράγματα μὴ ἐπεξιόντος ῥᾳδίως ἔμελλον ἀποφεύξεσθαι καὶ δίκην οὐ δώσειν ὑμῖν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὑμῖν</foreign> A corr. N.:<foreign xml:lang="grc">ἐμοὶ</foreign> A pr.</note> ὧν ἠδίκησαν. καὶ τοῦτʼ οὐκ ἐπʼ ἐμοὶ πρῶτον ἐμηχανήσαντο Φιλῖνος καὶ οἱ ἕτεροι, ἀλλὰ καὶ ἐπὶ Λυσιστράτῳ πρότερον, ὡς αὐτοὶ ὑμεῖς ἠκούσατε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="37"><p>καὶ οὗτοι τότε μὲν πρόθυμοι ἦσαν ἀπογράφεσθαί με εὐθὺς τῇ ὑστεραίᾳ ᾗ ὁ παῖς ἐθάπτετο, πρὶν τὴν οἰκίαν καθῆραι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">καθῆραι</foreign> Sauppe: <foreign xml:lang="grc">καθάραι</foreign> Α, <foreign xml:lang="grc">καθᾶραι</foreign> Ν.</note> καὶ τὰ νομιζόμενα ποιῆσαι, αὐτὴν ταύτην φυλάξαντες τὴν ἡμέραν ἐν ᾗ ἔμελλεν ὁ πρῶτος ἐκείνων κριθήσεσθαι, ὅπως μηδὲ καθʼ ἑνὸς αὐτῶν οἷός τε γενοίμην ἐπεξελθεῖν μηδʼ ἐνδεῖξαι τῷ δικαστηρίῳ τἀδικήματα· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="38"><p>ἐπειδὴ δὲ αὐτοῖς ὁ βασιλεὺς τούς τε νόμους ἀνέγνω, καὶ χρόνους ἐπέδειξεν ὅτι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὅτι</foreign> Dobree: <foreign xml:lang="grc">τί</foreign> codd.</note> οὐκ ἐγχωροίη ἀπογράψασθαι καὶ τὰς κλήσεις καλεῖσθαι ὅσας ἔδει, καὶ ἐγὼ τοὺς ταῦτα μηχανωμένους εἰσάγων εἰς τὸ δικαστήριον εἷλον ἅπαντας, καὶ ἐτιμήθη αὐτοῖς ὧν ὑμεῖς ἐπίστασθε, καὶ οὗτοι ὧν ἕνεκα ἐλάμβανον χρήματα οὐδὲν αὐτοῖς οἷόι τε ἦσαν ὠφελῆσαι, τότε δὴ προσιόντες αὐτῷ τʼ ἐμοὶ καὶ τοῖς φίλοις ἐδέοντο διαλλαγῆναι, καὶ δίκην ἕτοιμοι ἦσαν διδόναι τῶν ἡμαρτημένων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="39"><p>καὶ ἐγὼ πεισθεὶς ὑπὸ τῶν φίλων διηλλάγην τούτοις ἐν τῇ πόλει<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐν τῇ πόλει]; ἐν Διιπολείοις</foreign> Scheibe, coll. Harpocratione, s.v.<foreign xml:lang="grc">Διιπόλεια.</foreign></note> ἐναντίον μαρτύρων, οἵπερ διήλλαττον ἡμᾶς πρὸς τῷ νεῷ τῆς Ἀθηνᾶς· καὶ μετὰ τοῦτο συνῆσάν μοι καὶ διελέγοντο ἐν τοῖς ἱεροῖς, ἐν τῇ ἀγορᾷ, ἐν τῇ ἐμῇ οἰκίᾳ, ἐν τῇ σφετέρᾳ αὐτῶν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐν τῇ σφ. αὐτῶν</foreign> Α: <foreign xml:lang="grc">καὶ ἐν σφ. ἑαυτῶν</foreign> Ν.</note> καὶ ἑτέρωθι πανταχοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="40"><p>τὸ τελευταῖον, ὦ Ζεῦ καὶ θεοὶ πάντες, Φιλοκράτης αὐτὸς οὑτοσὶ ἐν τῷ βουλευτηρίῳ ἐναντίον τῆς βουλῆς, ἑστὼς μετʼ ἐμοῦ ἐπὶ τοῦ βήματος, ἁπτόμενος ἐμοῦ διελέγετο, ὀνόματι οὗτος<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">οὗτος</foreign> Ν: <foreign xml:lang="grc">ὁ τοιοῦτος</foreign> Α.</note> ἐμὲ προσαγορεύων, καὶ ἐγὼ τοῦτον, ὥστε δεινὸν δόξαι εἶναι τῇ βουλῇ, ἐπειδὴ ἐπύθετο προειρημένον μοι εἴργεσθαι τῶν νομίμων ὑπὸ τούτων, οὓς ἑώρων<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἑώρων</foreign> Ν: <foreign xml:lang="grc">ἑώρα</foreign> Α.</note> μοι τῇ προτεραίᾳ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">προτεραίᾳ</foreign> Baiter et Sauppe:<foreign xml:lang="grc">προτέρᾳ</foreign> codd.</note> συνόντας καὶ διαλεγομένους. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>