<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2:19-29</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2:19-29</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="19"><p>ὅπου δὲ πρῶτον μὲν αὐτοὶ οἱ κατήγοροι ὁμολογοῦσι μὴ ἐκ προνοίας μηδʼ ἐκ παρασκευῆς γενέσθαι τὸν θάνατον τῷ παιδί, ἔπειτα τὰ πραχθέντα φανερῶς ἅπαντα πραχθῆναι καὶ ἐναντίον μαρτύρων πολλῶν, καὶ ἀνδρῶν καὶ παίδων, καὶ ἐλευθέρων καὶ δούλων, ἐξ ὧνπερ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐπίσταιντο</foreign> Maetzner: <foreign xml:lang="grc">ἠπίσταντο</foreign> codd.</note> καὶ εἴ τίς τι ἠδίκηκε, φανερώτατος ἂν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> ἂν</foreign> Α: <foreign xml:lang="grc">τʼ ἂν</foreign> Ν.</note> εἴη, καὶ εἴ τις μὴ ἀδικοῦντα αἰτιῷτο, μάλιστʼ ἂν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> μάλιστʼ ἂν</foreign> Sauppe: <foreign xml:lang="grc">μάλιστα</foreign> codd.</note> ἐξελέγχοιτο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="20"><p>ἄξιον δʼ ἐνθυμηθῆναι, ὦ ἄνδρες, ἀμφότερα καὶ τῆς γνώμης τῶν ἀντιδίκων καὶ οἵῳ τρόπῳ ἔρχονται ἐπὶ τὰ πράγματα. ἐξ ἀρχῆς γὰρ οὐδὲν ὁμοίως οὗτοί τε πρὸς ἐμὲ πράττουσι καὶ ἐγὼ πρὸς τούτους. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="21"><p>ἔλεξε μὲν γὰρ Φιλοκράτης οὑτοσὶ ἀναβὰς εἰς τὴν ἡλιαίαν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> ἡλιαίαν</foreign> Taylor: <foreign xml:lang="grc">ἡλιακὴν</foreign> codd.</note> τὴν τῶν θεσμοθετῶν, τῇ ἡμέρᾳ ᾗ ὁ παῖς ἐξεφέρετο, ὅτι ἀδελφὸν αὐτοῦ ἀποκτείναιμι ἐγὼ ἐν τῷ χορῷ, φάρμακον ἀναγκάσας πιεῖν. ἐπειδὴ δὲ οὗτος ταῦτʼ ἔλεγεν, ἀναβὰς ἐγὼ εἰς τὸ δικαστήριον τοῖς αὐτοῖς δικασταῖς ἔλεξα ὅτι τὸν μὲν νόμον οὐ δικαίως μου προκαθισταίη<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> οὐ δικαίως μου προκαθισταίη</foreign> Thalheim: <foreign xml:lang="grc">οὐ δίκαιον οὐ προκαθῆσθαι εἰ</foreign> Α: <foreign xml:lang="grc">οὐ δίκαιον οὐ προκάθισται ἢ</foreign> Ν.</note> Φιλοκράτης κατηγορῶν καὶ διαβάλλων εἰς τὸ δικαστήριον, μελλόντων ἔσεσθαί μοι ἀγώνων πρὸς Ἀριστίωνα καὶ Φιλῖνον αὔριον καὶ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> καὶ</foreign> Maetzner: <foreign xml:lang="grc">τῇ</foreign> codd.</note> ἕνῃ,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> ἕνῃ</foreign> Taylor: <foreign xml:lang="grc">ἔννη</foreign> Α, <foreign xml:lang="grc">ἔνῃ</foreign> Ν.</note> ὧνπερ ἕνεκα τοὺς λόγους τούτους λέγοι·<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> λέγοι</foreign> Ν: <foreign xml:lang="grc">λέγει</foreign> Α.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="22"><p>ἃ μέντοι αἰτιῷτο καὶ διαβάλλοι, ῥᾳδίως ἐξελεγχθήσοιτο ψευδόμενος. εἶεν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> εἰ ἓν</foreign> Ν: <foreign xml:lang="grc">εἰσὶ</foreign> Α.</note> γὰρ οἱ συνειδότες πολλοί, καὶ ἐλεύθεροι καὶ δοῦλοι, καὶ νεώτεροι καὶ πρεσβύτεροι, σύμπαντες πλείους ἢ πεντήκοντα, οἳ τούς τε λόγους τοὺς λεχθέντας περὶ τῆς πόσεως τοῦ φαρμάκου καὶ τὰ πραχθέντα καὶ τὰ γενόμενα<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">γενόμενα</foreign> Reiske: <foreign xml:lang="grc">λεγόμενα</foreign> codd.</note> πάντα ἐπίσταιντο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="23"><p>καὶ εἶπόν τε ταῦτα ἐν τῷ δικαστηρίῳ, καὶ προὐκαλούμην αὐτὸν εὐθὺς τότε, καὶ αὖθις τῇ ὑστεραίᾳ ἐν τοῖς αὐτοῖς δικασταῖς, καὶ ἰέναι ἐκέλευον λαβόντα μάρτυρας ὁπόσους βούλοιτο ἐπὶ τοὺς παραγενομένους, λέγων αὐτῷ ὀνόματι ἕκαστον, τούτους ἐρωτᾶν καὶ ἐλέγχειν, τοὺς μὲν ἐλευθέρους ὡς χρὴ τοὺς ἐλευθέρους, οἳ σφῶν <add>τʼ αὐτῶν</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τʼ αὐτῶν</foreign> add. Sauppe.</note> ἕνεκα καὶ τοῦ δικαίου ἔφραζον ἂν τἀληθῆ καὶ τὰ γενόμενα, τοὺς δὲ δούλους, εἰ μὲν αὐτῷ ἐρωτῶντι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> διδόναι</foreign> post <foreign xml:lang="grc">ἐρωτῶντι</foreign> hab. codd.: om.Ald.</note> τἀληθῆ δοκοῖεν λέγειν, εἰ δὲ μή, ἕτοιμος εἴην<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> εἴην</foreign> Taylor: <foreign xml:lang="grc">εἶεν</foreign> Α, <foreign xml:lang="grc">εἰμι</foreign> Ν.</note> διδόναι βασανίζειν τούς τε ἐμαυτοῦ πάντας, καὶ εἴ τινας τῶν ἀλλοτρίων κελεύοι,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> κελεύοι</foreign> Bekker: <foreign xml:lang="grc">κελεύει</foreign> codd.</note> ὡμολόγουν πείσας τὸν δεσπότην παραδώσειν αὐτῷ βασανίζειν τρόπῳ ὁποίῳ βούλοιτο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="24"><p>καὶ ταῦτα ἐμοῦ προκαλουμένου καὶ λέγοντος ἐν τῷ δικαστηρίῳ, οὗ καὶ αὐτοὶ οἱ δικασταὶ καὶ ἕτεροι ἰδιῶται πολλοὶ μάρτυρες παρῆσαν, οὔτε τότε παραχρῆμα οὔτε ὕστερον ἐν παντὶ τῷ χρόνῳ οὐδεπώποτε ἠθέλησαν ἐλθεῖν ἐπὶ τοῦτο τὸ δίκαιον, εὖ εἰδότες ὅτι οὐκ ἂν τούτοις κατʼ ἐμοῦ ἔλεγχος ἐγίγνετο οὗτος, ἀλλʼ ἐμοὶ κατὰ τούτων, ὅτι οὐδὲν δίκαιον οὐδʼ ἀληθὲς ᾐτιῶντο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="25"><p>ἐπίστασθε δέ, ὦ ἄνδρες, ὅτι αἱ ἀνάγκαι αὗται ἰσχυρόταται καὶ μέγισταί εἰσι τῶν ἐν ἀνθρώποις, καὶ ἔλεγχοι ἐκ τούτων σαφέστατοι καὶ πιστότατοι περὶ τοῦ δικαίου, ὅπου εἶεν μὲν ἐλεύθεροι πολλοὶ οἱ συνειδότες, εἶεν δὲ δοῦλοι, καὶ ἐξείη μὲν τοὺς ἐλευθέρους ὅρκοις καὶ πίστεσιν ἀναγκάζειν, ἃ τοῖς ἐλευθέροις μέγιστα καὶ περὶ πλείστου ἐστίν, ἐξείη δὲ τοὺς δούλους ἑτέραις ἀνάγκαις, ὑφʼ ὧν καὶ ἢν μέλλωσιν ἀποθανεῖσθαι κατειπόντες, ὅμως ἀναγκάζονται τἀληθῆ λέγειν· ἡ γὰρ παροῦσα ἀνάγκη ἑκάστῳ ἰσχυροτέρα ἐστὶ τῆς μελλούσης ἔσεσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="26"><p>εἰς πάντα<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">πάντα</foreign> Blass: <foreign xml:lang="grc">πᾶν</foreign> codd.</note> τοίνυν ἐγὼ ταῦτα προὐκαλεσάμην τούτους, καὶ ἐξ ὧν γε<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">γε</foreign> Ald.: <foreign xml:lang="grc">σε</foreign> codd.</note> χρὴ ἄνθρωπον ὄντα τἀληθῆ καὶ τὰ δίκαια πυνθάνεσθαι, ἐξῆν αὐτοῖς πυνθάνεσθαι, καὶ πρόφασις οὐδεμία ὑπελείπετο. καὶ ἐγὼ μὲν ὁ τὴν αἰτίαν ἔχων καὶ ἀδικῶν, ὡς οὗτοί φασιν, ἕτοιμος ἦ αὐτοῖς κατʼ ἐμαυτοῦ παρέχειν ἔλεγχον τὸν δικαιότατον· οἱ δʼ αἰτιώμενοι καὶ φάσκοντες ἀδικεῖσθαι αὐτοὶ ἦσαν οἱ οὐκ ἐθέλοντες ἐλέγχειν εἴ τι ἠδικοῦντο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="27"><p>καὶ εἰ μὲν ἐγὼ τούτων προκαλουμένων μὴ ἠθέλησα τοὺς παραγενομένους ἀποφῆναι, <add>ἢ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἢ</foreign> add. Bekker.</note> θεράποντας ἐξαιτοῦσι μὴ ἤθελον ἐκδιδόναι, ἢ ἄλλην τινὰ πρόκλησιν ἔφευγον, αὐτὰ ἂν ταῦτα μέγιστα τεκμήρια κατʼ ἐμοῦ ἐποιοῦντο ὅτι ἀληθὴς ἦν ἡ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἡ</foreign> om. <foreign xml:lang="grc">Α.</foreign></note> αἰτία· ἐπεὶ δʼ ἐμοῦ προκαλουμένου οὗτοι ἦσαν οἱ φεύγοντες τὸν ἔλεγχον, ἐμοὶ δήπου δίκαιον κατὰ τούτων τὸ αὐτὸ τοῦτο τεκμήριον γενέσθαι ὅτι οὐκ ἀληθὴς <add>ἦν</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἦν</foreign> del. Jernstedt.</note> ἡ αἰτία ἣν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἣν</foreign> Α: <foreign xml:lang="grc">ἢν</foreign> Ν.</note> αἰτιῶνται κατʼ ἐμοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="28"><p>ἐπίσταμαι δὲ καὶ τάδε, ὦ ἄνδρες, ὅτι εἰ μὲν τούτοις ἐμοῦ κατεμαρτύρουν οἱ μάρτυρες οἱ παραγενόμενοι, αὐτοῖς ἂν τούτοις ἰσχυροτάτοις ἐχρῶντο καὶ πίστιν ταύτην σαφεστάτην ἀπέφαινον, τοὺς μάρτυρας τοὺς καταμαρτυροῦντας· τῶν αὐτῶν δὲ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ταὐτὰ</foreign> Reiske: <foreign xml:lang="grc">ταῦτα</foreign> codd.</note> τούτων μαρτυρούντων,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μαρτυρούντων</foreign> A pr.:<foreign xml:lang="grc">καταμαρτυρούντων</foreign> A corr. N.</note> ἃ μὲν ἐγὼ λέγω, ἀληθῆ εἶναι, ἃ δὲ οὗτοι λέγουσιν, οὐκ ἀληθῆ, τοῖς μὲν μάρτυσι τοῖς <add>ἐμοὶ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐμοὶ</foreign> add. Reiske.</note> μαρτυροῦσιν ἀπιστεῖν ὑμᾶς διδάσκουσι, τοῖς δὲ λόγοις οἷς αὐτοὶ λέγουσι πιστεύειν ὑμᾶς φασι χρῆναι, οὓς ἐγὼ εἰ ἔλεγον ἄνευ μαρτύρων, ψευδεῖς ἂν κατηγόρουν εἶναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg006.perseus-grc2" n="29"><p>καίτοι δεινὸν εἰ οἱ αὐτοὶ μάρτυρες τούτοις μὲν ἂν μαρτυροῦντες πιστοὶ ἦσαν, ἐμοὶ δὲ μαρτυροῦντες ἄπιστοι ἔσονται. καὶ εἰ μὲν πάνυ μὴ παρεγένοντο μάρτυρες, ἐγὼ δὲ παρειχόμην,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">παρειχόμην</foreign> Stephanus: <foreign xml:lang="grc">παρεσχόμην</foreign> codd.</note> ἢ τοὺς παραγενομένους μὴ παρειχόμην, ἑτέρους δέ τινας, εἰκότως ἂν οἱ τούτων λόγοι πιστότεροι ἦσαν τῶν ἐμῶν μαρτύρων· ὅπου δὲ μάρτυράς τε ὁμολογοῦσι παραγενέσθαι, καὶ ἐγὼ τοὺς παραγενομένους παρέχομαι, <add>καὶ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> add. Reiske.</note> εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας καὶ αὐτὸς ἐγὼ καὶ οἱ μάρτυρες ἅπαντες φανεροί ἐσμεν λέγοντες ἅπερ νυνὶ πρὸς ὑμᾶς, πόθεν χρή, ὦ ἄνδρες, ἢ τἀληθῆ πιστὰ ἢ τὰ μὴ ἀληθῆ ἄπιστα ποιεῖν ἄλλοθεν ἢ ἐκ τῶν τοιούτων; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>