<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2:65-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2:65-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="65"><p>ἐμοὶ μὲν γὰρ τῷ μὴ εἰργασμένῳ τοσοῦτον τὸ μακρότατον<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μακρότατον</foreign> N. <foreign xml:lang="grc">μακρότερον</foreign> A.</note> τῆς ἀποκρίσεώς ἐστιν, ὅτι οὐκ εἴργασμαι· τῷ δὲ ποιήσαντι ῥᾳδία ἐστὶν ἡ ἀπόδειξις, καὶ μὴ ἀποδείξαντι εὖ εἰκάσαι. οἱ μὲν γὰρ πανουργοῦντες ἅμα τε πανουργοῦσι καὶ πρόφασιν εὑρίσκουσι τοῦ ἀδικήματος· τῷ δὲ μὴ εἰργασμένῳ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">εἰργασμένῳ</foreign> A: <foreign xml:lang="grc">ἐργασαμένῳ</foreign> N. </note> χαλεπὸν περὶ τῶν ἀφανῶν εἰκάζειν. οἶμαι δʼ ἂν καὶ ὑμῶν ἕκαστον, εἴ τίς τινα ἔροιτο ὅ τι μὴ τύχοι εἰδώς, τοσοῦτον ἂν εἰπεῖν, ὅτι οὐκ οἶδεν. εἰ δέ τις περαιτέρω τι κελεύοι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">κελεύοι</foreign> Reiske: <foreign xml:lang="grc">κελεύει</foreign> codd.</note> λέγειν, ἐν πολλῇ ἂν ἔχεσθαι ὑμᾶς ἀπορίᾳ δοκῶ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="66"><p>μὴ τοίνυν ἐμοὶ νείμητε τὸ ἄπορον τοῦτο, ἐν ᾧ μηδʼ ἂν αὐτοὶ εὐποροῖτε· μηδʼ ἐὰν εὖ εἰκάζω, ἐν τούτῳ μοι ἀξιοῦτε τὴν ἀπόφευξιν εἶναι, ἀλλʼ ἐξαρκείτω μοι ἐμαυτὸν ἀναίτιον ἀποδεῖξαι τοῦ πράγματος. ἐν τούτῳ οὖν ἀναίτιός εἰμι, οὐκ ἐὰν <add>μὴ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μὴ</foreign> del. Reiske.</note> ἐξεύρω ὅτῳ τρόπῳ ἀφανής ἐστιν ἢ ἀπόλωλεν ἁνήρ,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἁνήρ</foreign> Sauppe: <foreign xml:lang="grc">ἀνήρ</foreign> codd.</note> ἀλλʼ εἰ μὴ προσήκει μοι μηδὲν ὥστʼ ἀποκτεῖναι αὐτόν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="67"><p rend="align(indent)">ἤδη δʼ ἔγωγε καὶ πρότερον ἀκοῇ ἐπίσταμαι γεγονός, τοῦτο μὲν τοὺς ἀποθανόντας, τοῦτο δὲ τοὺς ἀποκτείναντας οὐχ εὑρεθέντας· οὔκουν ἂν καλῶς ἔχοι, εἰ τούτων δέοι τὰς αἰτίας ὑποσχεῖν τοὺς συγγενομένους. πολλοὶ δέ γʼ ἤδη σχόντες ἑτέρων πραγμάτων αἰτίας, πρὶν τὸ σαφὲς αὐτῶν γνωσθῆναι, προαπώλοντο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="68"><p>αὐτίκα Ἐφιάλτην τὸν ὑμέτερον πολίτην οὐδέπω νῦν ηὕρηνται οἱ ἀποκτείναντες· εἰ οὖν τις ἠξίου τοὺς συνόντας ἐκείνῳ εἰκάζειν οἵτινες ἦσαν οἱ ἀποκτείναντες <add>Ἐφιάλτην</add>,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">Ἐφιάλτην</foreign> del. Dobree.</note> εἰ δὲ μή, ἐνόχους εἶναι τῷ φόνῳ, οὐκ ἂν καλῶς εἶχε τοῖς συνοῦσιν. ἔπειτα οἵ γε Ἐφιάλτην ἀποκτείναντες οὐκ ἐζήτησαν τὸν νεκρὸν ἀφανίσαι, οὐδʼ ἐν τούτῳ κινδυνεύειν μηνῦσαι τὸ πρᾶγμα, ὥσπερ οἵδε φασὶν ἐμὲ τῆς μὲν ἐπιβουλῆς οὐδένα κοινωνὸν ποιήσασθαι τοῦ θανάτου, τῆς δʼ ἀναιρέσεως. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="69"><p rend="align(indent)">τοῦτο δʼ ἐντὸς οὐ πολλοῦ χρόνου παῖς ἐζήτησεν οὐδὲ δώδεκα ἔτη γεγονὼς τὸν δεσπότην ἀποκτεῖναι. καὶ εἰ μὴ φοβηθείς, ὡς ἀνεβόησεν, ἐγκαταλιπὼν τὴν μάχαιραν ἐν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐν</foreign> om.  A.</note> τῇ σφαγῇ ὤχετο φεύγων, ἀλλʼ ἐτόλμησε μεῖναι, ἀπώλοντʼ ἂν οἱ ἔνδον ὄντες<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὄντες</foreign> om. A. </note> ἅπαντες· οὐδεὶς γὰρ ἂν ᾤετο τὸν παῖδα τολμῆσαί ποτε τοῦτο· νῦν δὲ συλληφθεὶς αὐτὸς ὕστερον κατεῖπεν αὑτοῦ. </p><p rend="align(indent)">τοῦτο δὲ περὶ χρημάτων αἰτίαν ποτὲ σχόντες οὐκ οὖσαν, ὥσπερ ἐγὼ νῦν, οἱ Ἑλληνοταμίαι οἱ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">δὲ</foreign> A: <foreign xml:lang="grc">δὴ</foreign> N.</note> ὑμέτεροι, ἐκεῖνοι μὲν ἅπαντες ἀπέθανον<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἀπέθανον</foreign> A corr.<hi rend="superscript">2</hi>:<foreign xml:lang="grc">ἀποθανόντες</foreign> A pr. N.</note> ὀργῇ μᾶλλον ἢ γνώμῃ, πλὴν ἑνός, τὸ δὲ πρᾶγμα ὕστερον καταφανὲς ἐγένετο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="70"><p>τοῦ δʼ ἑνὸς τούτου—Σωσίαν ὄνομά φασιν αὐτῷ εἶναι—κατέγνωστο μὲν ἤδη θάνατος, ἐτεθνήκει δὲ οὔπω· καὶ ἐν τούτῳ ἐδηλώθη τῷ τρόπῳ ἀπωλώλει τὰ χρήματα, καὶ ὁ ἀνὴρ ἀπήχθη ὑπὸ τοῦ δήμου τοῦ ὑμετέρου παραδεδομένος ἤδη τοῖς ἕνδεκα, οἱ δʼ ἄλλοι ἐτέθνασαν οὐδὲν αἴτιοι ὄντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="71"><p>ταῦθʼ ὑμῶν αὐτῶν ἐγὼ οἶμαι μεμνῆσθαι τοὺς πρεσβυτέρους, τοὺς δὲ νεωτέρους πυνθάνεσθαι ὥσπερ ἐμέ. </p><p rend="align(indent)">οὕτως ἀγαθόν ἐστι μετὰ τοῦ χρόνου βασανίζειν τὰ πράγματα. καὶ τοῦτʼ ἴσως ἂν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> om. N.</note> φανερὸν γένοιτʼ ἂν ὕστερον, ὅτῳ τρόπῳ τέθνηκεν ὁ ἄνθρωπος. μὴ οὖν ὕστερον τοῦτο γνῶτε, ἀναίτιόν με ὄντα ἀπολέσαντες, ἀλλὰ πρότερόν γʼ εὖ βουλεύσασθε, καὶ μὴ μετʼ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μὴ μετʼ</foreign> vulg.: <foreign xml:lang="grc">μήτε μετʼ</foreign> AN.</note> ὀργῆς καὶ διαβολῆς, ὡς τούτων οὐκ ἂν γένοιντο ἕτεροι πονηρότεροι σύμβουλοι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="72"><p>οὐ γὰρ ἔστιν ὅ τι ἂν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> add. Stobaeus, Flor. xx. 44, qui verba<foreign xml:lang="grc">οὐ γὰρ ἔστιν...διαφθείρει τοῦ ἀνθρώπου</foreign> affert. idem<foreign xml:lang="grc">εὖ γνοίν· ἂν γνοίη</foreign> codd.</note> ὀργιζόμενος ἄνθρωπος εὖ γνοίη· αὐτὸ γὰρ ᾧ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ᾧ] ὃ</foreign> Stobaeus.</note> βουλεύεται, τὴν γνώμην, διαφθείρει τοῦ ἀνθρώπου. μέγα τοι ἡμέρα παρʼ ἡμέραν γιγνομένη<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἡμέρα ... γιγνομένη</foreign> Stephanus: <foreign xml:lang="grc">ἡμέραν ... γιγνομένην</foreign> codd.</note> γνώμην, ὦ ἄνδρες, ἐξ ὀργῆς μεταστῆσαι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μεταστῆσαι</foreign> Stephanus: <foreign xml:lang="grc">μεταστήσειν</foreign> codd.</note> καὶ τὴν ἀλήθειαν εὑρεῖν τῶν γεγενημένων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="73"><p rend="align(indent)">εὖ δὲ ἴστε ὅτι ἐλεηθῆναι ὑφʼ ὑμῶν ἄξιός εἰμι μᾶλλον ἢ δίκην δοῦναι· δίκην μὲν γὰρ εἰκός ἐστι διδόναι τοὺς ἀδικοῦντας, ἐλεεῖσθαι δὲ τοὺς ἀδίκως κινδυνεύοντας. κρεῖσσον δὲ χρὴ γίγνεσθαι ἀεὶ τὸ ὑμέτερον δυνάμενον ἐμὲ δικαίως σῴζειν ἢ τὸ τῶν ἐχθρῶν βουλόμενον ἀδίκως με ἀπολλύναι. ἐν μὲν γὰρ τῷ ἐπισχεῖν ἔστι καὶ τὰ δεινὰ ταῦτα ποιῆσαι ἃ οὗτοι κελεύουσιν· ἐν δὲ τῷ παραχρῆμα οὐκ ἔστιν ἀρχὴν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἀρχὴν</foreign> Ald.: <foreign xml:lang="grc">ἀρχὴ ἣ</foreign> codd.</note> ὀρθῶς βουλεύεσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="74"><p rend="align(indent)">δεῖ δέ με καὶ ὑπὲρ τοῦ πατρὸς ἀπολογήσασθαι. καίτοι γε πολλῷ μᾶλλον εἰκὸς ἦν ἐκεῖνον ὑπὲρ ἐμοῦ ἀπολογήσασθαι, πατέρα ὄντα· ὁ μὲν γὰρ πολλῷ πρεσβύτερός ἐστι τῶν ἐμῶν πραγμάτων, ἐγὼ δὲ πολλῷ νεώτερος τῶν ἐκείνῳ πεπραγμένων, καὶ εἰ μὲν ἐγὼ τούτου ἀγωνιζομένου κατεμαρτύρουν ἃ μὴ σαφῶς ᾔδη, ἀκοῇ δὲ ἠπιστάμην, δεινὰ ἂν ἔφη πάσχειν ὑπʼ ἐμοῦ· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="75"><p>νῦν δὲ ἀναγκάζων ἐμὲ ἀπολογεῖσθαι ὧν ἐγὼ πολλῷ νεώτερός εἰμι καὶ λόγῳ οἶδα, ταῦτα οὐ δεινὰ ἡγεῖται εἰργάσθαι. ὅμως μέντοι καθʼ ὅσον ἐγὼ οἶδα, οὐ προδώσω τὸν πατέρα κακῶς ἀκούοντα ἐν ὑμῖν ἀδίκως. καίτοι τάχʼ ἂν σφαλείην, ἃ ἐκεῖνος ὀρθῶς ἔργῳ ἔπραξε, ταῦτʼ ἐγὼ λόγῳ μὴ ὀρθῶς εἰπών· ὅμως δʼ οὖν κεκινδυνεύσεται.<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">κεκινδυνεύσεται</foreign> A corr.<hi rend="superscript">2</hi>: <foreign xml:lang="grc">καὶ κινδυνεύσεται</foreign> A pr. N.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="76"><p rend="align(indent)">πρὶν μὲν γὰρ τὴν ἀπόστασιν τὴν Μυτιληναίων<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τὴν Μυτ.</foreign> Blass: <foreign xml:lang="grc">τῶν Μυτ.</foreign> codd.</note> γενέσθαι, ἔργῳ τὴν εὔνοιαν ἐδείκνυε τὴν εἰς ὑμᾶς· ἐπειδὴ δὲ ἡ πόλις ὅλη κακῶς ἐβουλεύσατο ἀποστᾶσα καὶ ἥμαρτε <add>τῆς ὑμετέρας γνώμης</add>,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τῆς ὑμετέρας γνώμης</foreign> del. Hirschig, qui<foreign xml:lang="grc">ἀποστᾶσα</foreign> quoque damnat</note> μετὰ τῆς πόλεως ὅλης ἠναγκάσθη συνεξαμαρτεῖν. τὴν μὲν οὖν γνώμην ἔτι καὶ ἐν ἐκείνοις ὅμοιος ἦν εἰς ὑμᾶς, τὴν δʼ εὔνοιαν οὐκέτι ἦν ἐπʼ ἐκείνῳ τὴν αὐτὴν εἰς ὑμᾶς παρέχειν. οὔτε γὰρ ἐκλιπεῖν τὴν πόλιν εὐρόπως<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">εὐρόπως</foreign> A corr.<hi rend="superscript">2</hi>: <foreign xml:lang="grc">εὗρʼ ὅπως</foreign> A pr. N.</note> εἶχεν αὐτῷ· ἱκανὰ γὰρ ἦν τὰ ἐνέχυρα ἃ εἴχετο αὐτοῦ, οἵ τε παῖδες καὶ τὰ χρήματα· τοῦτο δʼ αὖ μένοντι πρὸς τὴν πόλιν αὐτῷ ἀδυνάτως εἶχεν ἰσχυρίζεσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="77"><p>ἐπεὶ δʼ ὑμεῖς τοὺς αἰτίους τούτων ἐκολάσατε, ἐν οἷς οὐκ ἐφαίνετο ὢν ὁ ἐμὸς πατήρ, τοῖς δʼ ἄλλοις Μυτιληναίοις ἄδειαν ἐδώκατε οἰκεῖν τὴν σφετέραν αὐτῶν, οὐκ ἔστιν ὅ τι ὕστερον αὐτῷ ἡμάρτηται <add>τῷ ἐμῷ πατρί</add>,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τῷ ἐμῷ πατρί</foreign> secl. Dobree.</note> οὐδʼ ὅ τι οὐ πεποίηται τῶν δεόντων, οὐδʼ ἧς τινος λῃτουργίας ἡ πόλις ἐνδεὴς γεγένηται, οὔτε ἡ ὑμετέρα οὔτε ἡ Μυτιληναίων, ἀλλὰ καὶ χορηγίας χορηγεῖ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">χορηγεῖ</foreign> Blass: <foreign xml:lang="grc">ἐχορήγει</foreign> codd.</note> καὶ τέλη κατατίθησιν.<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">κατατίθησιν</foreign> N. <foreign xml:lang="grc">κατετίθει</foreign> A.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="78"><p>εἰ δʼ ἐν Αἴνῳ χωροφιλεῖ, τοῦτο <add>ποιεῖ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ποιεῖ</foreign> add. Reiske.</note> οὐκ ἀποστερῶν γε τῶν εἰς τὴν πόλιν ἑαυτὸν οὐδενὸς οὐδʼ ἑτέρας πόλεως πολίτης γεγενημένος, ὥσπερ ἑτέρους ὁρῶ, τοὺς μὲν εἰς τὴν ἤπειρον ἰόντας καὶ οἰκοῦντας ἐν τοῖς πολεμίοις τοῖς ὑμετέροις, <add>τοὺς δὲ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τοὺς δὲ</foreign> add. Reiske.</note> καὶ δίκας ἀπὸ ξυμβόλων ὑμῖν δικαζομένους, οὐδὲ φεύγων τὸ πλῆθος τὸ ὑμέτερον, τοὺς δʼ οἵους ὑμεῖς μισῶν συκοφάντας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="79"><p rend="align(indent)">ἃ μὲν οὖν μετὰ τῆς πόλεως ὅλης ἀνάγκῃ μᾶλλον ἢ γνώμῃ ἔπραξεν, τούτων οὐ δίκαιός ἐστιν ὁ ἐμὸς πατὴρ ἰδίᾳ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἰδίᾳ</foreign> om. A pr.</note> δίκην διδόναι. ἅπασι γὰρ Μυτιληναίοις ἀείμνηστος ἡ τότε ἁμαρτία γεγένηται· ἠλλάξαντο μὲν γὰρ πολλῆς εὐδαιμονίας πολλὴν κακοδαιμονίαν, ἐπεῖδον δὲ τὴν ἑαυτῶν πατρίδα ἀνάστατον γενομένην. ἃ δὲ ἰδία οὗτοι διαβάλλουσι τὸν ἐμὸν πατέρα, μὴ πείθεσθε<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">πείθεσθαι</foreign>*n pr.</note>· χρημάτων γὰρ ἕνεκα ἡ πᾶσα παρασκευὴ γεγένηται ἐπʼ ἐμοὶ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐπʼ ἐμοὶ</foreign> A: <foreign xml:lang="grc">ὑπʼ ἐμοὶ</foreign> N.</note> κἀκείνῳ. πολλὰ δʼ ἐστὶ τὰ συμβαλλόμενα τοῖς βουλομένοις τῶν ἀλλοτρίων ἐφίεσθαι. γέρων μὲν ἐκεῖνος ὥστʼ ἐμοὶ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὥστʼ ἐμοὶ</foreign> Bekker: <foreign xml:lang="grc">ὥστε μοι</foreign> codd.</note> βοηθεῖν, νεώτερος δʼ ἐγὼ πολλῷ ἢ ὥστε δύνασθαι ἐμαυτῷ τιμωρεῖν ἱκανῶς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="80"><p>ἀλλʼ ὑμεῖς βοηθήσατέ μοι, καὶ μὴ διδάσκετε τοὺς συκοφάντας μεῖζον ὑμῶν αὐτῶν δύνασθαι. ἐὰν μὲν γὰρ εἰσιόντες εἰς ὑμᾶς ἃ βούλονται πράσσωσι, δεδειγμένον ἔσται τούτους μὲν πείθειν, τὸ δʼ ὑμέτερον πλῆθος φεύγειν· ἐὰν δὲ εἰσιόντες εἰς ὑμᾶς πονηροὶ μὲν αὐτοὶ δοκῶσιν εἶναι, πλέον δʼ αὐτοῖς μηδὲν γένηται, ὑμετέρα ἡ τιμὴ καὶ ἡ δύναμις ἔσται, ὥσπερ καὶ τὸ δίκαιον ἔχει. ὑμεῖς οὖν ἐμοί τε βοηθεῖτε καὶ τῷ δικαίῳ. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>