<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2:41-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2:41-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="41"><p>ἐπειδὴ δὲ ἐπαύσατο βασανιζόμενος, οὐκέτι ἔφη με τούτων εἰργάσθαι οὐδέν, ἀλλὰ τὸ τελευταῖον ἀπῴμωξεν ἐμέ τε καὶ αὑτὸν ὡς ἀδίκως ἀπολλυμένους, οὐ χάριτι τῇ ἐμῇ—πῶς γάρ; ὅς γε κατεψεύσατο,—ἀλλʼ ἀναγκαζόμενος ὑπὸ τοῦ ἀληθοῦς καὶ βεβαιῶν τοὺς πρώτους λόγους ὡς ἀληθεῖς εἰρημένους. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="42"><p rend="align(indent)">ἔπειτα δὲ ὁ ἕτερος ἄνθρωπος, ὁ ἐν τῷ αὐτῷ πλοίω πλέων καὶ παρὼν διὰ τέλους καὶ συνών μοι, τῇ αὐτῇ βασάνῳ βασανιζόμενος τοῖς μὲν πρώτοις καὶ τοῖς ὕστερον λόγοις τοῖς τοῦ ἀνθρώπου συνεφέρετο ὡς ἀληθέσιν οὖσι, διὰ τέλους γάρ με ἀπέλυε, τοῖς δʼ ἐπὶ τοῦ τροχοῦ λεγομένοις, οὓς ἐκεῖνος ἀνάγκῃ μᾶλλον ἢ ἀληθείᾳ ἔλεγε, τούτοις δὲ διεφέρετο. ὁ μὲν γὰρ ἐκβάντα μʼ ἔφη ἐκ τοῦ πλοίου ἀποκτεῖναι τὸν ἄνδρα, καὶ αὐτὸς ἤδη τεθνεῶτα συνανελεῖν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">συνανελεῖν</foreign> A: <foreign xml:lang="grc">συνελεῖν</foreign> N.</note> μοι· ὁ δὲ τὸ παράπαν ἔφη οὐκ ἐκβῆναί με ἐκ τοῦ πλοίου. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="43"><p>καίτοι τὸ εἰκὸς σύμμαχόν μοί ἐστιν. οὐ γὰρ δήπου οὕτω κακοδαίμων ἐγώ, ὥστε τὸ μὲν ἀποκτεῖναι τὸν ἄνδρα προὐνοησάμην μόνος, ἵνα μοι μηδεὶς συνειδείη, ἐν ᾧ μοι ὁ πᾶς κίνδυνος ἦν, ἤδη δὲ πεπραγμένου μοι τοῦ ἔργου μάρτυρας καὶ συμβούλους ἐποιούμην. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="44"><p>καὶ ἀπέθανε μὲν ὁ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὁ</foreign> om. A. </note> ἀνὴρ οὑτωσὶ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">οὑτωσὶ</foreign> Blass: <foreign xml:lang="grc">οὑτοσὶ</foreign> codd.</note> ἐγγὺς τῆς θαλάσσης καὶ τῶν πλοίων, ὡς ὁ τούτων λόγος ἐστίν· ὑπὸ δὲ ἑνὸς ἀνδρὸς ἀποθνῄσκων οὔτε ἀνέκραγεν οὔτʼ αἴσθησιν οὐδεμίαν ἐποίησεν οὔτε τοῖς ἐν τῇ γῇ οὔτε τοῖς ἐν τῷ πλοίῳ; καὶ μὴν πολλῷ <add>ἐπὶ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐπὶ</foreign> add. Schoemann.</note> πλέον γε ἀκούειν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">γε ἀκούειν</foreign> Schoemann: <foreign xml:lang="grc">γεγωνεῖν</foreign> Cobet: <foreign xml:lang="grc">γε ἀγνοεῖν</foreign> codd.</note> ἔστι νύκτωρ ἢ μεθʼ ἡμέραν, ἐπʼ ἀκτῆς ἢ κατὰ πόλιν· καὶ μὴν ἔτι ἐγρηγορότων φασὶν ἐκβῆναι τὸν ἄνδρα ἐκ τοῦ πλοίου. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="45"><p rend="align(indent)">ἔπειτα ἐν τῇ γῇ μὲν ἀποθανόντος, ἐντιθεμένου δὲ εἰς τὸ πλοῖον, οὔτε ἐν τῇ γῇ σημεῖον οὐδὲ αἷμα ἐφάνη οὔτε ἐν τῷ πλοίῳ, νύκτωρ μὲν ἀναιρεθέντος, νύκτωρ δʼ ἐντιθεμένου εἰς τὸ πλοῖον. ἢ δοκεῖ ἂν ὑμῖν ἄνθρωπος δύνασθαι ἐν τοιούτῳ πράγματι ὢν τά τʼ ἐν τῇ γῇ ὄντα ἀναξύσαι καὶ τὰ ἐν τῷ πλοίῳ ἀποσπογγίσαι,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἀποσπογγίσαι</foreign> A: <foreign xml:lang="grc">ἀνασπογγίσαι</foreign> N.</note> ἃ οὐδὲ μεθʼ ἡμέραν <add>ἄν</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἄν</foreign> add. Baiter.</note> τις οἷός τʼ ἐγένετο, ἔνδον ὢν αὑτοῦ καὶ μὴ πεφοβημένος, τὸ παράπαν ἀφανίσαι; ταῦτα, ὧ ἄνδρες, πῶς εἰκότα ἐστίν; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="46"><p rend="align(indent)">ὅ δὲ <add>δεῖ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">δεῖ</foreign> hic add. Thalheim:<foreign xml:lang="grc">ὃ δὲ καὶ μάλιστα ἐνθυμεῖσθε</foreign> N. <foreign xml:lang="grc">ὃ δὲ καὶ μάλιστα ἐνθυμεῖσθαι</foreign> A pr.:<foreign xml:lang="grc">δεῖ</foreign> post <foreign xml:lang="grc">μάλιστα</foreign> add. A corr.<hi rend="superscript">2</hi></note> καὶ μάλιστα ἐνθυμεῖσθαι,—καὶ μή μοι ἄχθεσθε, ἂν ὑμᾶς πολλάκις ταὐτὰ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ταὐτὰ</foreign> Reiske: <foreign xml:lang="grc">ταῦτα</foreign> codd.</note> διδάξω. μέγας γὰρ ὁ κίνδυνός ἐστι, καθʼ ὅ τι δʼ ἂν ὑμεῖς ὀρθῶς γνῶτε, κατὰ τοῦτο σῴζομαι, καθʼ ὅ τι δʼ ἂν ψευσθῆτε τἀληθοῦς, κατὰ τοῦτο ἀπόλλυμαι—μὴ οὖν ἐξέληται<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐξέληται</foreign> A corr.<hi rend="superscript">2</hi>: <foreign xml:lang="grc">ἐξελεῖται</foreign> A pr. N.</note> τοῦτο ὑμῶν μηδείς, ὅτι τὸν μηνυτὴν ἀπέκτειναν, καὶ διετείναντο αὐτὸν μὴ εἰσελθεῖν εἰς ὑμᾶς, μηδʼ ἐμοὶ ἐγγενέσθαι παρόντι ἄξαι τὸν ἄνδρα καὶ βασανίσαι αὐτόν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="47"><p>καίτοι πρὸς τούτων ἦν τοῦτο. νῦν δὲ πριάμενοι τὸν ἄνδρα, ἰδίᾳ ἐπὶ σφῶν αὐτῶν ἀπέκτειναν, τὸν μηνυτήν, οὔτε τῆς πόλεως ψηφισαμένης, οὔτε αὐτόχειρα ὄντα τοῦ ἀνδρός. ὃν ἐχρῆν δεδεμένον αὐτοὺς φυλάσσειν, ἢ τοῖς φίλοις τοῖς ἐμοῖς ἐξεγγυῆσαι, ἢ τοῖς ἄρχουσι τοῖς ὑμετέροις παραδοῦναι, καὶ ψῆφον περὶ αὐτοῦ γενέσθαι. νῦν δὲ αὐτοὶ καταγνόντες τὸν θάνατον τοῦ ἀνδρὸς ἀπεκτείνατε· ὃ οὐδὲ πόλει ἔξεστιν, ἄνευ Ἀθηναίων οὐδένα θανάτῳ ζημιῶσαι. καὶ τῶν μὲν ἄλλων λόγων τῶν ἐκείνου τουτουσὶ κριτὰς ἠξιώσατε γενέσθαι, τῶν δὲ ἔργων αὐτοὶ δικασταὶ γίγνεσθε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="48"><p>καίτοι οὐδὲ οἱ τοὺς δεσπότας ἀποκτείναντες, ἐὰν ἐπʼ αὐτοφώρῳ ληφθῶσιν, οὐδʼ οὗτοι ἀποθνῄσκουσιν ὑπʼ αὐτῶν τῶν προσηκόντων, ἀλλὰ παραδιδόασιν αὐτοὺς τῇ ἀρχῇ κατὰ νόμους ὑμετέρους πατρίους. εἴπερ γὰρ καὶ μαρτυρεῖν ἔξεστι δούλῳ κατὰ τοῦ ἐλευθέρου τὸν φόνον, καὶ τῷ δεσπότῃ, ἂν δοκῇ, ἐπεξελθεῖν ὑπὲρ τοῦ δούλου, καὶ ἡ ψῆφος ἴσον δύναται τῷ δοῦλον ἀποκτείναντι καὶ τῷ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τῷ</foreign> Reiske: <foreign xml:lang="grc">τὸν</foreign> codd.</note> ἐλεύθερον, εἰκός τοι καὶ ψῆφον γενέσθαι περὶ αὐτοῦ ἦν, καὶ μὴ ἄκριτον ἀποθανεῖν αὐτὸν ὑφʼ ὑμῶν. ὥστε πολλῷ ἂν ὑμεῖς δικαιότερον κρίνοισθε<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">κρίνοισθε</foreign> vulg.: <foreign xml:lang="grc">κρίνεσθε</foreign> AN.</note> ἢ ἐγὼ νῦν φεύγω ὑφʼ ὑμῶν ἀδίκως. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="49"><p rend="align(indent)">σκοπεῖτε δή, ὦ ἄνδρες, καὶ ἐκ τοῖν λόγοιν τοῖν ἀνδροῖν ἑκατέροιν τοῖν βασανισθέντοιν τὸ δίκαιον καὶ τὸ εἰκός. ὁ μὲν γὰρ δοῦλος δύο λόγω ἔλεγε· τοτὲ μὲν ἔφη με εἰργάσθαι τὸ ἔργον, τοτὲ δὲ οὐκ ἔφη· ὁ δὲ ἐλεύθερος οὐδέπω νῦν εἴρηκε περὶ ἐμοῦ φλαῦρον οὐδέν, τῇ αὐτῇ βασάνῳ βασανιζόμενος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="50"><p>τοῦτο μὲν γὰρ οὐκ ἦν αὐτῷ ἐλευθερίαν προτείναντας<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">προτείναντας</foreign> Reiske: <foreign xml:lang="grc">προτείνοντας</foreign> codd.</note> ὥσπερ τὸν ἕτερον πεῖσαι· τοῦτο δὲ μετὰ τοῦ ἀληθοῦς ἐβούλετο κινδυνεύων πάσχειν ὅ τι δέοι, ἐπεὶ τό γε συμφέρον καὶ οὗτος ἠπίστατο, ὅτι τότε παύσοιτο<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">παύσοιτο</foreign> Madvig: <foreign xml:lang="grc">παύσαιτο</foreign> codd.</note> στρεβλούμενος, ὁπότε εἴποι τὰ τούτοις δοκοῦντα. ποτέρῳ οὖν εἰκός ἐστι πιστεῦσαι, τῷ διὰ τέλους τὸν αὐτὸν ἀεὶ λόγον λέγοντι, ἢ τῷ τοτὲ μὲν φάσκοντι τοτὲ δʼ οὔ; ἀλλὰ καὶ ἄνευ βασάνου τοιαύτης οἱ τοὺς αὐτοὺς αἰεὶ περὶ τῶν αὐτῶν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αὐτῶν</foreign> A  corr. N. <foreign xml:lang="grc">ἄλλων</foreign> A pr.</note> λόγους λέγοντες πιστότεροί εἰσι τῶν διαφερομένων σφίσιν αὐτοῖς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="51"><p rend="align(indent)">ἔπειτα δὲ καὶ ἐκ τῶν λόγων τῶν τοῦ ἀνθρώπου μερὶς ἑκατέροις<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἑκατέροις</foreign> Weidner: <foreign xml:lang="grc">ἑκατέρῳ</foreign> codd.</note> ἴση ἂν εἴη,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἴση ἂν εἴη</foreign> Thalheim: <foreign xml:lang="grc">ἴσον εἰ N. ἴσον εἴ(η̣)</foreign> A.</note> μὲν τὸ φάσκειν, ἐμοὶ δὲ τὸ μὴ φάσκειν· <add>ἔκ τε ἀμφοῖν τοῖν ἀνδροῖν τοῖν βασανισθέντοιν· ὁ μὲν γὰρ ἔφησεν, ὁ δὲ διὰ τέλους ἔξαρνος ἦν.</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τούτοις μὲν τὸ</foreign> A corr. verba<foreign xml:lang="grc">ἔκ τε . . . ἦν</foreign> secl. Hirschig:<foreign xml:lang="grc">τοῦτον μέντοι</foreign> A pr. N.</note> καὶ μὲν δὴ τὰ ἐξ ἴσου γενόμενα τοῦ φεύγοντός ἐστι μᾶλλον ἢ τοῦ διώκοντος, εἴπερ γε καὶ τῶν ψήφων ὁ ἀριθμὸς ἐξ ἴσου γενόμενος<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">γενόμενος</foreign> A: <foreign xml:lang="grc">γιγνόμενος</foreign> N.</note> τὸν φεύγοντα μᾶλλον ὠφελεῖ ἢ τὸν διώκοντα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="52"><p rend="align(indent)">ἡ μὲν βάσανος, ὦ ἄνδρες, τοιαύτη ἐγένετο,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐγένετο</foreign> A: <foreign xml:lang="grc">γεγένηται</foreign> N.</note> ᾗ οὗτοι πιστεύοντες εὖ εἰδέναι φασὶν ὑπʼ ἐμοῦ ἀποθανόντα τὸν ἄνδρα. καίτοι τὸ παράπαν ἔγωγʼ ἂν εἴ τι συνῄδη ἐμαυτῷ καὶ εἴ τί μοι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">εἴ τί μοι</foreign> A corr.<hi rend="superscript">2</hi>: <foreign xml:lang="grc">εἴ τʼ ἐμοὶ</foreign> A pr. N.</note> τοιοῦτον εἴργαστο, ἠφάνισʼ ἂν τὼ ἀνθρώπω, ὅτε ἐπʼ ἐμοὶ ἦν τοῦτο μὲν εἰς τὴν Αἶνον ἀπάγειν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἀπάγειν</foreign> A corr.<hi rend="superscript">2</hi>: <foreign xml:lang="grc">ἀπάγων</foreign> A pr. N.</note> ἅμα ἐμοί, τοῦτο δὲ εἰς τὴν ἤπειρον διαβιβάσαι, καὶ μὴ ὑπολείπεσθαι μηνυτὰς κατʼ ἐμαυτοῦ τοὺς συνειδότας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="53"><p rend="align(indent)">φασὶ δὲ γραμματείδιον εὑρεῖν ἐν τῷ πλοίῳ, ὃ ἔπεμπον ἐγὼ Λυκίνῳ, ὡς ἀποκτείναιμι τὸν ἄνδρα. καίτοι τί ἔδει με γραμματείδιον πέμπειν, αὐτοῦ συνειδότος τοῦ τὸ γραμματείδιον φέροντος;<note resp="editor" xml:lang="lat" anchored="true">sequuntur in codd.:<foreign xml:lang="grc">τίνος γε δὴ ἕνεκα ... κἀκείνῳ,</foreign> quae nunc ad 57 init. leguntur auct. Ald.</note> ὥστε τοῦτο μὲν σαφέστερον αὐτὸς<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αὐτὸς</foreign> Reiske: <foreign xml:lang="grc">αὐτοῖς</foreign> codd.</note> ἔμελλεν ἐρεῖν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐρεῖν</foreign> A: <foreign xml:lang="grc">εὑρεῖν</foreign> N. </note> ὁ εἰργασμένος, τοῦτο δὲ οὐδὲν ἔδει κρύπτειν αὐτόν·<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αὐτὸν</foreign> Ald.: <foreign xml:lang="grc">αὐτὰ</foreign> codd.</note> ἃ γὰρ μὴ οἷόν τε εἰδέναι τὸν φέροντα, ταῦτʼ ἄν τις μάλιστα συγγράψας πέμψειεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="54"><p>ἔπειτα δὲ ὅ τι μὲν μακρὸν εἴη πρᾶγμα, τοῦτο<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τοῦτο</foreign> A corr.<hi rend="superscript">2</hi>: <foreign xml:lang="grc">τούτου</foreign> A pr. N.</note> μὲν ἄν τις ἀναγκασθείη γράψαι τῷ μὴ διαμνημονεύειν τὸν ἀπαγγέλλοντα ὑπὸ πλήθους. τοῦτο δὲ βραχὺ ἦν ἀπαγγεῖλαι, ὅτι τέθνηκεν ὁ ἀνήρ. ἔπειτα ἐνθυμεῖσθε ὅτι διάφορον<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">διάφορον</foreign> Reiske: <foreign xml:lang="grc">διαφέρον</foreign> codd.</note> ἦν τὸ γραμματείδιον τῷ βασανισθέντι, διάφορος δʼ ὁ ἄνθρωπος τῷ γραμματειδίῳ. ὁ μὲν γὰρ βασανιζόμενος αὐτὸς ἔφη ἀποκτεῖναι, τὸ δὲ γραμματείδιον ἀνοιχθὲν ἐμὲ τὸν ἀποκτείναντα ἐμήνυεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="55"><p>καίτοι ποτέρῳ χρὴ πιστεῦσαι; τὸ μὲν γὰρ πρῶτον οὐχ ηὗρον ἐν τῷ πλοίῳ ζητοῦντες τὸ γραμματείδιον, ὕστερον δέ. τότε μὲν γὰρ οὔπω οὕτως ἐμεμηχάνητο αὐτοῖς. ἐπειδὴ δὲ ὁ ἄνθρωπος ὁ πρότερος βασανισθεὶς οὐδὲν ἔλεγε κατʼ ἐμοῦ, τότε εἰσβάλλουσιν εἰς τὸ πλοῖον τὸ γραμματείδιον, ἵνα ταύτην ἔχοιεν ἐμοὶ τὴν αἰτίαν ἐπιφέρειν· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="56"><p>ἐπειδὴ δʼ ἀνεγνώσθη τὸ γραμματείδιον καὶ ὁ ὕστερος βασανιζόμενος οὐ συνεφέρετο τῷ γραμματειδίῳ, οὐκέθʼ οἷόν τʼ ἦν ἀφανίσαι τὰ ἀναγνωσθέντα. εἰ γὰρ ἡγήσαντο τὸν ἄνδρα πείσειν ἀπὸ πρώτης καταψεύδεσθαί μου, οὐκ ἄν ποτʼ ἐμηχανήσαντο τὰ ἐν τῷ γραμματειδίῳ. καί μοι μάρτυρας τούτων κάλει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="57"><p rend="align(center)"><label>Μάρτυρες </label></p><p rend="align(indent)">τίνος γε δὴ ἕνεκα τὸν ἄνδρα ἀπέκτεινα; οὐδὲ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">οὐδὲ</foreign> Ald.: <foreign xml:lang="grc">οὔτε</foreign> codd.</note> γὰρ ἔχθρα οὐδεμία ἦν ἐμοὶ κἀκείνῳ. λέγειν δὲ τολμῶσιν ὡς ἐγὼ χάριτι τὸν ἄνδρα ἔκτεινα. καὶ τίς πώποτε χαριζόμενος ἑτέρῳ τοῦτο εἰργάσατο; οἶμαι μὲν γὰρ οὐδένα, ἀλλὰ δεῖ μεγάλην τὴν ἔχθραν ὑπάρχειν τῷ τοῦτο μέλλοντι ποιήσειν, καὶ τὴν πρόνοιαν ἐκ πολλῶν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">πολλῶν] πολλοῦ</foreign> nonnulli auct. Pahle.</note> εἶναι φανερὰν ἐπιβουλευομένην. ἐμοὶ δὲ κἀκείνῳ οὐκ ἦν ἔχθρα οὐδεμία. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="58"><p>εἶεν, ἀλλὰ δείσας περὶ ἐμαυτοῦ μὴ αὐτὸς παρʼ ἐκείνου τοῦτο πάθοιμι; καὶ γὰρ ἂν τῶν τοιούτων ἕνεκά τις ἀναγκασθείη τοῦτο ἐργάσασθαι. ἀλλʼ οὐδέν μοι τοιοῦτον ὑπῆρκτο εἰς αὐτόν. ἀλλὰ χρήματα ἔμελλον λήψεσθαι ἀποκτείνας αὐτόν; ἀλλʼ οὐκ ἦν αὐτῷ.<note resp="editor" xml:lang="lat" anchored="true">verba<foreign xml:lang="grc">ἀλλὰ χρήματα ... αὐτῷ</foreign> quae ante<foreign xml:lang="grc">εἶεν</foreign> habent codd.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="59"><p>ἀλλὰ σοὶ μᾶλλον ἐγὼ τὴν πρόφασιν ταύτην ἔχοιμʼ ἂν εἰκότως μετὰ τῆς ἀληθείας ἀναθεῖναι, ὅτι χρημάτων ἕνεκα ζητεῖς ἐμὲ ἀποκτεῖναι, μᾶλλον ἢ σὺ ἐμοὶ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">σὺ ἐμοὶ</foreign> A corr.:<foreign xml:lang="grc">σὺν ἐμοὶ</foreign> A pr. N.</note> ἐκεῖνον· καὶ πολὺ ἂν δικαιότερον ἁλοίης σὺ φόνου<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">σὺ φόνου</foreign> Maetzner: <foreign xml:lang="grc">τοῦ φόνου</foreign> codd.</note> ἐμὲ ἀποκτείνας ὑπὸ τῶν ἐμοὶ προσηκόντων, ἢ ἐγὼ ὑπὸ σοῦ καὶ τῶν ἐκείνου ἀναγκαίων. ἐγὼ μὲν γὰρ σοῦ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">σοῦ</foreign> Blass: <foreign xml:lang="grc">σοι</foreign> codd.</note>  φανερὰν τὴν πρόνοιαν εἰς ἐμὲ ἀποδείκνυμι, σὺ δʼ ἐμὲ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">δʼ ἐμὲ</foreign> Blass: <foreign xml:lang="grc">δέ με</foreign> codd.</note> ἐν ἀφανεῖ λόγῳ ζητεῖς ἀπολέσαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="60"><p rend="align(indent)">ταῦτα μὲν ὑμῖν λέγω, ὡς αὐτῷ μοι πρόφασιν οὐδεμίαν εἶχε τἀποκτεῖναι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">εἶχε τἀποκτεῖναι</foreign> Kayser: <foreign xml:lang="grc">ἔχει ἀποκτεῖναι</foreign> codd.</note> τὸν ἄνδρα· δεῖ δέ με καὶ ὑπὲρ Λυκίνου ἀπολογήσασθαι, ὡς ἔοικεν, ἀλλʼ οὐχ ὑπὲρ αὑτοῦ μόνον, ὡς οὐδʼ ἐκεῖνον εἰκότως αἰτιῶνται. λέγω τοίνυν ὑμῖν ὅτι ταὐτὰ ὑπῆρχεν αὐτῷ εἰς ἐκεῖνον ἅπερ ἐμοί· οὔτε γὰρ χρήματα ἦν αὐτῷ ὁπόθεν ἂν ἔλαβεν ἀποκτείνας ἐκεῖνον, οὔτε κίνδυνος αὐτῷ ὑπῆρχεν οὐδεὶς ὅντινα διέφευγεν ἀποθανόντος ἐκείνου. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>