<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="21"><p rend="align(center)"><label>Μάρτυρες </label></p><p rend="align(indent)">ἡ μὲν πρόφασις ἑκατέρῳ τοῦ πλοῦ αὕτη· ἐτύχομεν δὲ χειμῶνί τινι χρησάμενοι, ὑφʼ οὗ ἠναγκάσθημεν κατασχεῖν εἰς τῆς Μηθυμναίας τι χωρίον,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μάρτυρας</foreign> Reiske: <foreign xml:lang="grc">μαρτυρίας</foreign> codd.</note> οὗ τὸ πλοῖον ὥρμει τοῦτο εἰς ὃ μετεκβάντα<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μετεκβάντα</foreign> A corr. N:<foreign xml:lang="grc">μεταβάντα</foreign> A.</note> φασὶν ἀποθανεῖν αὐτόν <add>, τὸν Ἡρῴδην</add>.<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τὸν Ἡρῴδην</foreign> secl. Reiske.</note> </p><p rend="align(indent)">καὶ πρῶτον μὲν αὐτὰ ταῦτα σκοπεῖτε, ὅτι <add>οὐ τῇ ἐ</add>μῇ προνοίᾳ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὅτι οὐ τῇ ἐμῇ πρ.</foreign> Jebb: <foreign xml:lang="grc">ὅτι οὐ προνοίᾳ</foreign> Maetzner: <foreign xml:lang="grc">ὅτι μὴ</foreign> </note> μᾶλλον ἐγίγνετο ἢ τύχῃ. οὔτε γὰρ πείσας τὸν ἄνδρα οὐδαμοῦ ἀπελέγχομαι σύμπλουν μοι γενέσθαι, ἀλλʼ αὐτὸς καθʼ αὑτὸν<note resp="editor" xml:lang="lat" anchored="true">codd.</note> τὸν πλοῦν πεποιημένος ἕνεκα πραγμάτων ἰδίων· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="22"><p>οὔτʼ αὖ ἐγὼ ἄνευ προφάσεως ἱκανῆς φαίνομαι τὸν πλοῦν ποιησάμενος εἰς τὴν Αἶνον, οὔτε κατασχόντες εἰς τὸ χωρίον τοῦτο ἀπὸ παρασκευῆς οὐδεμιᾶς, ἀλλʼ ἀνάγκῃ χρησάμενοι· οὔτʼ αὖ ἐπειδὴ ὡρμισάμεθα, ἡ μετέκβασις<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">καθʼ αὑτὸν</foreign> Stephanus: <foreign xml:lang="grc">κατʼ αὐτὸν</foreign> codd.</note> ἐγένετο εἰς τὸ ἕτερον πλοῖον οὐδενὶ μηχανήματι οὐδʼ ἀπάτῃ, ἀλλʼ ἀνάγκῃ καὶ τοῦτο ἐγίγνετο. ἐν ᾧ μὲν γὰρ ἐπλέομεν, ἀστέγαστον ἦν τὸ πλοῖον, εἰς ὃ δὲ μετέβημεν, ἐστεγασμένον· τοῦ δὲ ὑετοῦ ἕνεκα ταῦτʼ ἦν. τούτων δʼ ὑμῖν μάρτυρας<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μετέκβασις</foreign> A corr. N:<foreign xml:lang="grc">μετάβασις</foreign> A.</note> παρέξομαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="23"><p rend="align(center)"><label>Μάρτυρες </label></p><p rend="align(indent)">ἐπειδὴ δὲ μετεξέβημεν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μετεξέβημεν</foreign> A: <foreign xml:lang="grc">μετέβημεν</foreign> N.</note> εἰς τὸ ἕτερον πλοῖον, ἐπίνομεν. καὶ ὁ μέν ἐστι φανερὸς ἐκβὰς ἐκ τοῦ πλοίου καὶ οὐκ εἰσβὰς πάλιν· ἐγὼ δὲ τὸ παράπαν οὐκ ἐξέβην ἐκ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐκ</foreign> om. N. </note> τοῦ πλοίου τῆς νυκτὸς ἐκείνης. τῇ δʼ ὑστεραίᾳ, ἐπειδὴ ἀφανὴς ἦν ὁ ἀνήρ, ἐζητεῖτο οὐδέν τι μᾶλλον ὑπὸ τῶν ἄλλων ἢ καὶ ὑπʼ ἐμοῦ· καὶ εἴ τῳ τῶν ἄλλων ἐδόκει δεινὸν εἶναι, καὶ ἐμοὶ ὁμοίως. καὶ εἴς τε τὴν Μυτιλήνην ἐγὼ αἴτιος ἦ πεμφθῆναι ἄγγελον, καὶ τῇ ἐμῇ γνώμῃ ἐπέμπετο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="24"><p>καὶ ἄλλου οὐδενὸς ἐθέλοντος βαδίζειν, οὔτε τῶν ἀπὸ τοῦ πλοίου οὔτε τῶν αὐτῷ τῷ Ἡρῴδῃ συμπλεόντων, ἐγὼ τὸν ἀκόλουθον τὸν ἐμαυτοῦ πέμπειν ἕτοιμος ἦ· καίτοι οὐ δήπου γε κατʼ ἐμαυτοῦ μηνυτὴν ἔπεμπον εἰδώς. ἐπειδὴ δὲ ὁ ἀνὴρ οὔτε ἐν τῇ Μυτιλήνῃ ἐφαίνετο ζητούμενος οὔτʼ ἄλλοθι οὐδαμοῦ, πλοῦς τε ἡμῖν ἐγίγνετο, καὶ τἆλλʼ ἀνήγετο πλοῖα ἅπαντα, ᾠχόμην κἀγὼ πλέων. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρασχήσομαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="25"><p rend="align(center)"><label>Μάρτυρες </label></p><p rend="align(indent)">τὰ μὲν γενόμενα ταῦτʼ ἐστίν· ἐκ δὲ τούτων ἤδη σκοπεῖτε τὰ εἰκότα. πρῶτον μὲν γὰρ πρὶν ἀνάγεσθαί με εἰς τὴν Αἶνον, ὅτε ἦν ἀφανὴς ὁ ἀνήρ, οὐδεὶς ᾐτιάσατό με ἀνθρώπων, ἤδη πεπυσμένων τούτων τὴν ἀγγελίαν· οὐ γὰρ ἄν ποτε ᾠχόμην πλέων. ἀλλʼ εἰς μὲν τὸ παραχρῆμα κρεῖσσον ἦν τὸ ἀληθὲς καὶ τὸ γεγενημένον τῆς τούτων αἰτιάσεως, καὶ ἅμα ἐγὼ ἔτι ἐπεδήμουν· ἐπειδὴ δὲ ἐγώ τε ᾠχόμην πλέων καὶ οὗτοι ἐξ ἐπιβουλῆς συνέθεσαν ταῦτα καὶ ἐμηχανήσαντο κατʼ ἐμοῦ, τότε ᾐτιάσαντο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="26"><p rend="align(indent)">λέγουσι δὲ ὡς ἐν μὲν τῇ γῇ ἀπέθανεν ὁ ἀνήρ, κἀγὼ λίθον αὐτῷ ἐνέβαλον<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αὐτῷ ἐνέβαλον</foreign> N. <foreign xml:lang="grc">ἐνέβαλον αὐτῷ</foreign> A. </note> εἰς τὴν κεφαλήν, ὃς οὐκ ἐξέβην τὸ παράπαν ἐκ τοῦ πλοίου. καὶ τοῦτο μὲν ἀκριβῶς οὗτοι ἴσασιν. ὅπως δʼ ἠφανίσθη ὁ ἀνήρ, οὐδενὶ λόγῳ εἰκότι δύνανται ἀποφαίνειν. δῆλον γὰρ ὅτι ἐγγύς που τοῦ λιμένος εἰκὸς ἦν τοῦτο<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τοῦτο</foreign> A: <foreign xml:lang="grc">αὐτὸ</foreign> N.</note> γίγνεσθαι, τοῦτο μὲν μεθύοντος τοῦ ἀνδρός, τοῦτο δὲ νύκτωρ ἐκβάντος ἐκ τοῦ πλοίου· οὔτε γὰρ αὑτοῦ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αὑτοῦ</foreign> Taylor: <foreign xml:lang="grc">αὐτοῦ</foreign> codd.</note> κρατεῖν ἴσως ἂν ἐδύνατο, οὔτε τῷ ἀπάγοντι νύκτωρ μακρὰν ὁδὸν ἡ πρόφασις ἂν εἰκότως ἐγίγνετο· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="27"><p>ζητουμένου δὲ τοῦ ἀνδρὸς δύο ἡμέρας καὶ ἐν τῷ λιμένι καὶ ἄπωθεν τοῦ λιμένος, οὔτε ὀπτὴρ οὐδεὶς ἐφάνη οὔθʼ αἷμα οὔτʼ ἄλλο σημεῖον οὐδέν. κᾆτʼ ἐγὼ συγχωρῶ τῷ τούτων λόγῳ, παρεχόμενος μὲν τοὺς μάρτυρας ὡς οὐκ ἐξέβην ἐκ τοῦ πλοίου· εἰ δὲ καὶ ὡς μάλιστα ἐξέβην ἐκ τοῦ πλοίου, οὐδενὶ τρόπῳ εἰκὸς ἦν ἀφανισθέντα λαθεῖν τὸν ἄνθρωπον, εἴπερ γε<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">γε</foreign> om.  A.</note> μὴ πάνυ πόρρω ἀπῆλθεν ἀπὸ τῆς θαλάσσης. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="28"><p rend="align(indent)">ἀλλʼ ὡς κατεποντώθη λέγουσιν. ἐν τίνι πλοίῳ; δῆλον γὰρ ὅτι ἐξ αὐτοῦ τοῦ λιμένος ἦν τὸ πλοῖον. πῶς ἂν οὖν οὐκ ἐξηυρέθη; καὶ μὴν εἰκός γε ἦν καὶ σημεῖόν τι γενέσθαι ἐν τῷ πλοίῳ ἀνδρὸς τεθνεῶτος <add>ἐντιθεμένου</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐντιθεμένου</foreign> add. Blass.</note> καὶ ἐκβαλλομένου νύκτωρ. νῦν δὲ ἐν ᾧ μὲν ἔπινε πλοίῳ καὶ ἐξ οὗ ἐξέβαινεν, ἐν τούτῳ φασὶν εὑρεῖν σημεῖα, ἐν ᾧ αὐτοὶ μὴ ὁμολογοῦσιν ἀποθανεῖν τὸν ἄνδρα· ἐν ᾧ δὲ κατεποντώθη, οὐχ ηὗρον οὔτʼ αὐτὸ τὸ πλοῖον οὔτε σημεῖον οὐδέν. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρασχήσομαι.<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">παρασχήσομαι</foreign> Bekker: <foreign xml:lang="grc">παραστήσομαι</foreign> codd.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="29"><p rend="align(center)"><label>Μάρτυρες </label></p><p rend="align(indent)">ἐπειδὴ δὲ ἐγὼ μὲν φροῦδος ἦ πλέων εἰς τὴν Αἶνον, τὸ δὲ πλοῖον ἧκεν εἰς τὴν Μυτιλήνην ἐν ᾧ ἐγὼ καὶ ὁ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὁ</foreign> om. A. </note> Ἡρῴδης ἐπίνομεν,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐπίνομεν</foreign> Weil: <foreign xml:lang="grc">ἐπλέομεν</foreign> codd.</note> πρῶτον μὲν εἰσβάντες εἰς τὸ πλοῖον ἠρεύνων, καὶ ἐπειδὴ τὸ αἷμα<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τι αἷμα</foreign> Ald.</note> ηὗρον, ἐνταῦθα ἔφασαν τεθνάναι τὸν ἄνδρα· ἐπειδὴ δὲ αὐτοῖς τοῦτο οὐκ ἐνεχώρει, ἀλλʼ ἐφαίνετο τῶν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τῶν</foreign> del. Reiske.</note> προβάτων ὂν αἷμα, ἀποτραπόμενοι τούτου τοῦ λόγου συλλαβόντες ἐβασάνιζον τοὺς ἀνθρώπους. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="30"><p>καὶ ὃν μὲν τότε παραχρῆμα ἐβασάνισαν, οὗτος μὲν οὐδὲν εἶπε περὶ ἐμοῦ φλαῦρον· ὃν δʼ ἡμέραις ὕστερον πολλαῖς ἐβασάνισαν, ἔχοντες παρὰ σφίσιν αὐτοῖς τὸν πρόσθεν χρόνον, οὗτος ἦν ὁ πεισθεὶς ὑπὸ τούτων καὶ καταψευσάμενος ἐμοῦ. παρέξομαι δὲ τούτων τοὺς μάρτυρας.<quote rend="blockquote"><p>Μάρτυρες </p></quote> <note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αὑτοὶ</foreign> Blass: <foreign xml:lang="grc">αὐτοὶ</foreign> codd.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="31"><p rend="align(center)"><label>Μάρτυρες </label></p><p rend="align(indent)">ὡς μὲν ὕστερον τοσούτῳ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τοσούτῳ</foreign> Reiske: <foreign xml:lang="grc">τούτω τῶ</foreign> codd.</note> χρόνῳ ὁ ἀνὴρ ἐβασανίσθη, μεμαρτύρηται ὑμῖν· προσέχετε δὲ τὸν νοῦν αὐτῇ τῇ βασάνῳ, οἵα γεγένηται. ὁ μὲν γὰρ δοῦλος, ᾧ ἴσως οὗτοι τοῦτο μὲν ἐλευθερίαν ὑπέσχοντο, τοῦτο δʼ ἐπὶ τούτοις ἦν παύσασθαι κακούμενον αὐτόν, ἴσως ὑπʼ ἀμφοῖν πεισθεὶς κατεψεύσατό μου, τὴν μὲν ἐλευθερίαν ἐλπίσας οἴσεσθαι, τῆς δὲ βασάνου εἰς τὸ παραχρῆμα βουλόμενος ἀπηλλάχθαι. οἶμαι δʼ ὑμᾶς ἐπίστασθαι τοῦτο, ὅτι ἐφʼ οἷς ἂν τὸ πλεῖστον μέρος τῆς βασάνου, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="32"><p>πρὸς τούτων εἰσὶν οἱ βασανιζόμενοι λέγειν ὅ τι ἂν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὅ τι ἂν</foreign> Ald.: <foreign xml:lang="grc">ὅταν</foreign> codd.</note> ἐκείνοις μέλλωσι χαριεῖσθαι· ἐν τούτοις γὰρ αὐτοῖς ἐστιν ἡ ὠφέλεια, ἄλλως τε κἂν μὴ παρόντες τυγχάνωσιν ὧν ἂν καταψεύδωνται. εἰ μὲν γὰρ ἐγὼ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">εἰ μὲν γὰρ ἐγὼ</foreign> Gebauer: <foreign xml:lang="grc">εἰ γὰρ ἐγὼ μὲν</foreign> A pr. N:<foreign xml:lang="grc">μὲν</foreign> del.</note> ἐκέλευον αὐτὸν στρεβλοῦν ὡς οὐ τἀληθῆ λέγοντα, ἴσως ἂν ἐν αὐτῷ τούτῳ ἀπετρέπετο μηδὲν κατʼ ἐμοῦ καταψεύδεσθαι· νῦν δὲ αὑτοὶ ἦσαν καὶ βασανισταὶ καὶ ἐπιτιμηταὶ τῶν σφίσιν αὐτοῖς συμφερόντων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="33"><p rend="align(indent)">ἕως μὲν οὖν μετὰ χρηστῆς<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">χρηστῆς</foreign> N. <foreign xml:lang="grc">χρηστῆς τῆς</foreign> A.</note> ἐλπίδος ἐγίγνωσκέ μου καταψευσάμενος, τούτῳ διισχυρίζετο τῷ λόγῳ· ἐπειδὴ δὲ ἐγίγνωσκεν ἀποθανούμενος, ἐνταῦθʼ ἤδη τῇ ἀληθείᾳ ἐχρῆτο, καὶ ἔλεγεν ὅτι πεισθείη ὑπὸ τούτων ἐμοῦ καταψεύδεσθαι. διαπειραθέντα δʼ αὐτὸν τὰ ψευδῆ λέγειν, ὕστερον δὲ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">δὲ</foreign> A corr. N:<foreign xml:lang="grc">μὲν</foreign> A pr.</note> τἀληθῆ λέγοντα, οὐδέτερα ὠφέλησεν,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὠφέλησεν</foreign> Reiske: <foreign xml:lang="grc">ὠφέλησαν</foreign> codd.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="34"><p>ἀλλʼ ἀπέκτειναν ἄγοντες τὸν ἄνδρα, τὸν μηνυτήν, ᾧ πιστεύοντες ἐμὲ διώκουσι, τοὐναντίον ποιήσαντες ἢ οἱ ἄλλοι ἄνθρωποι. οἱ μὲν γὰρ ἄλλοι τοῖς μηνυταῖς τοῖς μὲν ἐλευθέροις χρήματα διδόασι, τοὺς δὲ δούλους ἐλευθεροῦσιν· οὗτοι δὲ θάνατον τῷ μηνυτῇ τὴν δωρεὰν ἀπέδοσαν, ἀπαγορευόντων τῶν φίλων τῶν ἐμῶν μὴ ἀποκτείνειν τὸν ἄνδρα πρὶν <add>ἂν</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> secl. Dobree:<foreign xml:lang="grc">πρὶν ἐγὼ ἀνελθοιμι</foreign> Ignatius.</note> ἐγὼ ἔλθοιμι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="35"><p>δῆλον οὖν ὅτι οὐ τοῦ σώματος αὐτοῦ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αὐτοῦ</foreign> om. A pr.</note> χρεία ἦν αὐτοῖς, ἀλλὰ τῶν λόγων· ζῶν μὲν γὰρ ὁ ἀνὴρ διὰ τῆς αὐτῆς βασάνου ἰὼν ὑπʼ ἐμοῦ κατήγορος ἂν ἐγίγνετο τῆς τούτων ἐπιβουλῆς, τεθνεὼς δὲ τὸν μὲν ἔλεγχον τῆς ἀληθείας ἀπεστέρει διʼ αὐτοῦ τοῦ σώματος ἀπολλυμένου, τοῖς δὲ λόγοις τοῖς ἐψευσμένοις ὑπʼ ἐκείνου ὡς ἀληθέσιν οὖσιν ἐγὼ ἀπόλλυμαι. τούτων δὲ μάρτυράς μοι κάλει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="36"><p rend="align(center)"><label><add>Μάρτυρες</add><note resp="editor" xml:lang="lat" anchored="true">Titulum inseruit Reiske.</note></label></p><p rend="align(indent)">ἐχρῆν μὲν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μὲν</foreign> om. N. </note> γὰρ αὐτούς, ὡς ἐγὼ νομίζω, ἐνθάδε παρέχοντας τὸν μηνυτὴν αὐτὸν ἀπελέγχειν ἐμέ, καὶ αὐτῷ τούτῳ χρῆσθαι ἀγωνίσματι, ἐμφανῆ παρέχοντας τὸν ἄνδρα καὶ κελεύοντας βασανίζειν, ἀλλὰ μὴ ἀποκτεῖναι. φέρε γὰρ δὴ ποτέρῳ νῦν χρήσονται τῶν λόγων; πότερα ᾧ πρῶτον εἶπεν ἢ ᾧ ὕστερον; καὶ πότερʼ ἀληθῆ ἐστιν, ὅτʼ ἔφη με εἰργάσθαι τὸ ἔργον ἢ ὅτʼ οὐκ ἔφη; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="37"><p>εἰ μὲν γὰρ ἐκ τοῦ εἰκότος ἐξετασθῆναι δεῖ τὸ πρᾶγμα, οἱ ὕστεροι λόγοι ἀληθέστεροι φαίνονται. ἐψεύδετο μὲν γὰρ ἐπʼ ὠφελείᾳ τῇ ἑαυτοῦ, ἐπειδὴ δὲ τῷ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> τῷ</foreign> A corr.<hi rend="superscript">2</hi>: <foreign xml:lang="grc">τὸ</foreign> A pr. N.</note> ψεύδεσθαι ἀπώλλυτο, ἡγήσατο τἀληθῆ κατειπὼν διὰ τοῦτο<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> τοῦτο</foreign> A pr. N:<foreign xml:lang="grc">τούτου</foreign> A corr.<hi rend="superscript">2</hi></note> σωθῆναι ἄν. τῆς μὲν οὖν ἀληθείας οὐκ ἦν αὐτῷ τιμωρὸς οὐδείς· οὐ γὰρ παρὼν ἐγὼ ἐτύγχανον, ᾧπερ σύμμαχος ἦν ἡ ἀλήθεια τῶν ὑστέρων λόγων· τοὺς δὲ προτέρους λόγους τοὺς κατεψευσμένους ἦσαν οἱ ἀφανιοῦντες, ὥστε μηδέποτε εἰς τὸ ἀληθὲς καταστῆναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="38"><p>καὶ οἱ μὲν ἄλλοι καθʼ ὧν ἂν μηνύῃ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> ἂν μηνύῃ</foreign> N. <foreign xml:lang="grc">μηνύῃ ἄν</foreign> A.</note> τις, οὗτοι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> οὗτοι</foreign> Reiske: <foreign xml:lang="grc">αὐτοὶ</foreign> codd.</note> κλέπτουσι τοὺς μηνύοντας, κᾆτʼ ἀφανίζουσιν· αὐτοὶ δὲ οὗτοι οἱ ἀπάγοντες καὶ ζητοῦντες τὸ πρᾶγμα τὸν κατʼ ἐμοῦ μηνυτὴν ἠφάνισαν. καὶ εἰ μὲν ἐγὼ τὸν ἄνδρα ἠφάνισα ἢ μὴ ἤθελον ἐκδοῦναι τούτοις ἢ ἄλλον τινὰ ἔφευγον ἔλεγχον, αὐτοῖς ἂν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> οὐτοῖς ἂν</foreign> Spengel: <foreign xml:lang="grc">αὐτοὶ δὴ</foreign> codd.</note> τούτοις ἰσχυροτάτοις εἰς τὰ πράγματα ἐχρῶντο, καὶ ἦν ταῦτα αὐτοῖς μέγιστα τεκμήρια κατʼ ἐμοῦ· νῦν δέ, ὁπότε αὐτοὶ οὗτοι προκαλουμένων τῶν φίλων τῶν ἐμῶν ταῦτʼ ἔφυγον, ἐμοὶ δήπου κατὰ τούτων εἶναι χρὴ ταὐτὰ ταῦτα<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ταὐτὰ ταῦτα</foreign> Fuhr: <foreign xml:lang="grc">ταῦτα τὰ</foreign> codd. cf. i. 11., vi. 27.</note> τεκμήρια, ὡς οὐκ ἀληθῆ τὴν αἰτίαν ἐπέφερον ἣν ᾐτιῶντο.<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ᾐτιῶντο</foreign> Dobree: <foreign xml:lang="grc">ᾤοντο</foreign> codd.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="39"><p rend="align(indent)">ἔτι δὲ καὶ τάδε λέγουσιν, ὡς ὡμολόγει<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὡμολόγει</foreign> A: <foreign xml:lang="grc">ὁμολογεῖ</foreign> N.</note> ὁ ἄνθρωπος βασανιζόμενος συναποκτεῖναι τὸν ἄνδρα. ἐγὼ δέ φημι ταῦτα μὲν οὐ λέγειν αὐτόν, ὅτι δὲ ἐξαγάγοι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐζαγάγοι</foreign> Baiter: <foreign xml:lang="grc">ἐζάγει</foreign> codd. (<foreign xml:lang="grc">-οι</foreign> A corr.).</note> ἐμὲ καὶ τὸν ἄνδρα ἐκ τοῦ πλοίου, καὶ ὅτι ἤδη τεθνεῶτα αὐτὸν ὑπʼ ἐμοῦ συνανελὼν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">συνανελὼν</foreign> Maetzner: <foreign xml:lang="grc">συνελὼν</foreign> N. <foreign xml:lang="grc">συνελὼν καὶ</foreign> om. A. </note> καὶ ἐνθεὶς εἰς τὸ πλοῖον καταποντώσειε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="40"><p>καίτοι σκέψασθε ὅτι πρῶτον μέν, πρὶν ἐπὶ τὸν τροχὸν ἀναβῆναι, ὁ ἀνὴρ μέχρι τῆς ἐσχάτης ἀνάγκης τῇ ἀληθείᾳ ἐχρῆτο καὶ ἀπέλυέ με τῆς αἰτίας· ἐπειδὴ δὲ ἐπὶ τὸν τροχὸν ἀνέβη, τῇ ἀνάγκῃ χρώμενος ἤδη κατεψεύδετό μου, βουλόμενος ἀπηλλάχθαι τῆς βασάνου. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>