<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2:1-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2:1-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="1"><p rend="align(indent)">ἐβουλόμην μέν, ὦ ἄνδρες, τὴν δύναμιν τοῦ λέγειν καὶ τὴν ἐμπειρίαν τῶν πραγμάτων ἐξ ἴσου μοι καθεστάναι τῇ τε συμφορᾷ καὶ τοῖς κακοῖς τοῖς γεγενημένοις· νῦν δὲ τοῦ μὲν πεπείραμαι πέρᾳ τοῦ προσήκοντος, τοῦ δὲ ἐνδεής εἰμι μᾶλλον τοῦ συμφέροντος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="2"><p>οὗ μὲν γάρ με ἔδει κακοπαθεῖν τῷ σώματι μετὰ τῆς αἰτίας τῆς οὐ προσηκούσης, ἐνταυθοῖ οὐδέν με ὠφέλησεν ἡ ἐμπειρία· οὗ δέ με δεῖ σωθῆναι μετὰ τῆς ἀληθείας εἰπόντα τὰ γενόμενα, ἐν τούτῳ με βλάπτει ἡ τοῦ λέγειν ἀδυνασία.<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἀδυνασία</foreign> Sauppe ex Bekker An. i. 345:<foreign xml:lang="grc">ἀδυναμία</foreign> codd.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="3"><p>πολλοὶ μὲν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μὲν</foreign> om. A. </note> γὰρ ἤδη τῶν οὐ δυναμένων λέγειν, ἄπιστοι γενόμενοι τοῖς ἀληθέσιν, αὐτοῖς τούτοις ἀπώλοντο, οὐ δυνάμενοι δηλῶσαι αὐτά· πολλοὶ δὲ τῶν λέγειν δυναμένων<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">δυναμένων</foreign> add. A corr.<hi rend="superscript">2</hi>:<foreign xml:lang="grc">τῶν δεινῶν λέγειν</foreign> Fuhr: alii alia.</note> πιστοὶ γενόμενοι τῷ ψεύδεσθαι, τούτῳ ἐσώθησαν, διότι ἐψεύσαντο. ἀνάγκη οὖν, ὅταν τις ἄπειρος ᾖ τοῦ ἀγωνίζεσθαι, ἐπὶ τοῖς τῶν κατηγόρων λόγοις εἶναι μᾶλλον ἢ ἐπʼ αὐτοῖς τοῖς ἔργοις καὶ τῇ ἀληθείᾳ τῶν πραγμάτων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="4"><p rend="align(indent)">ἐγὼ οὖν, ὦ ἄνδρες, αἰτήσομαι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αἰτήσομαι δὲ</foreign> N. <foreign xml:lang="grc">δὲ</foreign> erasum in A.</note> ὑμᾶς, οὐχ ἅπερ οἱ πολλοὶ τῶν ἀγωνιζομένων ἀκροᾶσθαι σφῶν αὐτῶν αἰτοῦνται, σφίσι μὲν αὐτοῖς ἀπιστοῦντες, ὑμῶν δὲ προκατεγνωκότες ἄδικόν τι—εἰκὸς γὰρ ἐν ἀνδράσι γε ἀγαθοῖς καὶ ἄνευ τῆς αἰτήσεως τὴν ἀκρόασιν ὑπάρχειν τοῖς φεύγουσιν, οὗπερ καὶ οἱ διώκοντες ἔτυχον ἄνευ αἰτήσεως·— </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="5"><p>τάδε δὲ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">δὲ</foreign> om. A pr. N: add. A corr.<hi rend="superscript">2</hi></note> δέομαι ὑμῶν, τοῦτο μὲν ἐάν τι τῇ γλώσσῃ ἁμάρτω, συγγνώμην ἔχειν μοι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">συγγνώμην ἔχειν μοι</foreign> ante <foreign xml:lang="grc">τοῦτο μὲν</foreign> codd.: huc transtulit Baiter.</note>, καὶ ἡγεῖσθαι ἀπειρίᾳ αὐτὸ μᾶλλον ἢ ἀδικίᾳ ἡμαρτῆσθαι, τοῦτο δὲ ἐάν τι ὀρθῶς εἴπω, ἀληθείᾳ μᾶλλον ἢ δεινότητι εἰρῆσθαι. οὐ γὰρ δίκαιον οὔτʼ ἔργῳ ἁμαρτόντα διὰ ῥήματα σωθῆναι, οὔτʼ ἔργῳ ὀρθῶς πράξαντα διὰ ῥήματα ἀπολέσθαι· τὸ μὲν γὰρ ῥῆμα τῆς γλώσσης ἁμάρτημά ἐστι, τὸ δʼ ἔργον τῆς γνώμης. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="6"><p>ἀνάγκη δὲ κινδυνεύοντα περὶ αὑτῷ καί πού τι καὶ ἐξαμαρτεῖν. οὐ γὰρ μόνον τῶν λεγομένων ἀνάγκη ἐνθυμεῖσθαι, ἀλλὰ καὶ τῶν ἐσομένων· ἅπαντα γὰρ τὰ ἐν ἀδήλῳ ἔτʼ ὄντα ἐπὶ τῇ τύχῃ μᾶλλον ἀνάκειται ἢ τῇ προνοίᾳ. ταῦτʼ οὖν ἔκπληξιν πολλὴν παρέχειν ἀνάγκη ἐστὶ τῷ κινδυνεύοντι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="7"><p>ὁρῶ γὰρ ἔγωγε καὶ τοὺς πάνυ ἐμπείρους τοῦ ἀγωνίζεσθαι πολλῷ χεῖρον ἑαυτῶν λέγοντας, ὅταν ἔν τινι κινδύνῳ ὦσιν· ὅταν δʼ ἄνευ κινδύνων τι διαπράσσωνται, μᾶλλον ὀρθουμένους. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="8"><p rend="align(indent)">ἡ μὲν οὖν αἴτησις, ὦ ἄνδρες, καὶ νομίμως καὶ ὁσίως ἔχουσα, καὶ ἐν τῷ ὑμετέρῳ δικαίῳ οὐχ ἧσσον ἢ ἐν τῷ ἐμῷ· περὶ δὲ τῶν κατηγορημένων ἀπολογήσομαι καθʼ ἕκαστον. </p><p rend="align(indent)">πρῶτον μὲν οὖν, ὡς παρανομώτατα καὶ βιαιότατα εἰς τόνδε τὸν ἀγῶνα καθέστηκα, τοῦτο ὑμᾶς διδάξω, οὐ τῷ φεύγειν ἂν τὸ πλῆθος τὸ ὑμέτερον, ἐπεὶ κἂν ἀνωμότοις ὑμῖν καὶ μὴ κατὰ νόμον μηδένα ἐπιτρέψαιμι περὶ τοῦ σώματος τοῦ ἐμοῦ διαψηφίσασθαι, ἕνεκά γε τοῦ πιστεύειν ἐμοί τε μηδὲν ἐξημαρτῆσθαι εἰς τόδε τὸ πρᾶγμα καὶ ὑμᾶς γνώσεσθαι τὰ δίκαια, ἀλλʼ ἵνα ᾖ τεκμήρια ὑμῖν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὑμῖν</foreign> A corr. N:<foreign xml:lang="grc">ἐμοὶ</foreign> A pr.</note> καὶ τῶν ἄλλων πραγμάτων <add>καὶ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> del. Sauppe.</note> τῶν εἰς ἐμὲ ἡ τούτων βιαιότης καὶ παρανομία. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="9"><p rend="align(indent)">πρῶτον μὲν γὰρ κακοῦργος ἐνδεδειγμένος φόνου δίκην φεύγω, ὃ οὐδεὶς πώποτʼ ἔπαθε τῶν ἐν τῇ γῇ ταύτῃ. καὶ ὡς μὲν οὐ κακοῦργός εἰμι οὐδʼ ἔνοχος τῷ τῶν κακούργων νόμῳ, αὐτοὶ οὗτοι τούτου γε μάρτυρες γεγένηνται. περὶ γὰρ τῶν κλεπτῶν καὶ λωποδυτῶν ὁ νόμος κεῖται, ὧν οὐδὲν ἐμοὶ προσὸν ἀπέδειξαν. οὕτως εἴς γε ταύτην τὴν ἀπαγωγὴν νομιμωτάτην καὶ δικαιοτάτην πεποιήκασιν ὑμῖν τὴν ἀποψήφισίν μου. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="10"><p>φασὶ δὲ αὖ τό γε<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αὖ τό γε</foreign> Sauppe: <foreign xml:lang="grc">αὗ τό τε</foreign> codd.</note> ἀποκτείνειν μέγα κακούργημα εἶναι, καὶ ἐγὼ ὁμολογῶ μέγιστόν γε, καὶ τὸ ἱεροσυλεῖν καὶ τὸ προδιδόναι τὴν πόλιν· ἀλλὰ χωρὶς περὶ αὐτῶν ἑκάστου οἱ νόμοι κεῖνται. ἐμοὶ δὲ πρῶτον μέν, οὗ τοῖς ἄλλοις εἴργεσθαι προαγορεύουσι τοῖς τοῦ φόνου φεύγουσι τὰς δίκας, ἐνταυθοῖ πεποιήκασι τὴν κρίσιν, ἐν τῇ ἀγορᾷ· ἔπειτα τίμησίν μοι ἐποίησαν, ἀνταποθανεῖν τοῦ νόμου κειμένου τὸν ἀποκτείναντα, οὐ τοῦ ἐμοὶ συμφέροντος ἕνεκα, ἀλλὰ τοῦ σφίσιν αὐτοῖς λυσιτελοῦντος, καὶ ἐνταῦθα ἔλασσον ἔνειμαν<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἔνειμαν</foreign> A corr.<hi rend="superscript">2</hi>: <foreign xml:lang="grc">ἂν ἔνειμαν ἂν</foreign> A pr.:<foreign xml:lang="grc">ἔνειμαν ἂν</foreign> N.</note> τῷ τεθνηκότι τῶν ἐν τῷ νόμῳ κειμένων· οὗ δʼ ἕνεκα, γνώσεσθε προϊόντος τοῦ λόγου. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="11"><p rend="align(indent)">ἔπειτα δέ, ὃ πάντας οἶμαι ὑμᾶς ἐπίστασθαι, ἅπαντα τὰ δικαστήρια ἐν ὑπαίθρῳ δικάζει τὰς δίκας τοῦ φόνου, οὐδενὸς ἄλλου ἕνεκα ἢ ἵνα τοῦτο μὲν οἱ δικασταὶ μὴ ἴωσιν εἰς τὸ αὐτὸ τοῖς μὴ καθαροῖς τὰς χεῖρας, τοῦτο δὲ ὁ διώκων τὴν δίκην τοῦ φόνου ἵνα μὴ ὁμωρόφιος γίγνηται τῷ αὐθέντῃ· σὺ δὲ τοῦτο μὲν παρελθὼν τοῦτον τὸν νόμον τοὐναντίον τοῖς ἄλλοις πεποίηκας· τοῦτο δὲ δέον σε διομόσασθαι ὅρκον τὸν μέγιστον καὶ ἰσχυρότατον, ἐξώλειαν σαυτῷ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> σαυτῶ</foreign> N. <foreign xml:lang="grc">αὐτῶ</foreign> A.</note> καὶ γένει καὶ οἰκίᾳ τῇ σῇ ἐπαρώμενον, ἦ μὴν μὴ ἄλλα κατηγορήσειν ἐμοῦ ἢ εἰς αὐτὸν τὸν φόνον, ὡς ἔκτεινα, ἐν ᾧ οὔτʼ ἂν κακὰ πολλὰ εἰργασμένος ἡλισκόμην ἄλλῳ ἢ αὐτῷ τῷ πράγματι, οὔτʼ ἂν πολλὰ ἀγαθὰ εἰργασμένος τούτοις ἂν ἐσωζόμην τοῖς ἀγαθοῖς· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="12"><p>ἃ σὺ παρελθών,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc"> σὺ παρελθών</foreign> A: <foreign xml:lang="grc">συμπαρελθών</foreign> N.</note>αὐτὸς σεαυτῷ νόμους ἐξευρών, ἀνώμοτος μὲν αὐτὸς ἐμοῦ κατηγορεῖς, ἀνώμοτοι δὲ οἱ μάρτυρες καταμαρτυροῦσι, δέον αὐτοὺς τὸν αὐτὸν ὅρκον σοὶ διομοσαμένους καὶ ἁπτομένους τῶν σφαγίων καταμαρτυρεῖν ἐμοῦ. ἔπειτα κελεύεις τοὺς δικαστὰς ἀνωμότοις πιστεύσαντας τοῖς μαρτυροῦσι φόνου δίκην καταγνῶναι, οὓς σὺ αὐτὸς ἀπίστους κατέστησας παρελθὼν τοὺς κειμένους νόμους, καὶ ἡγῇ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἡγῇ</foreign> Dryander: <foreign xml:lang="grc">εἴ γε</foreign> A,<foreign xml:lang="grc"> ἤ γε</foreign> N.</note> χρῆναι αὐτοῖς σὴν παρανομίαν κρείσσω γενέσθαι αὐτῶν τῶν νόμων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="13"><p rend="align(indent)">λέγεις δὲ ὡς οὐκ ἂν παρέμεινα εἰ ἐλελύμην, ἀλλʼ ᾠχόμην ἂν ἀπιών,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἂν ἀπιών</foreign> A corr.<hi rend="superscript">2</hi>:<foreign xml:lang="grc">ἀνάπτων</foreign> A pr. N.</note> ὡσπερεὶ ἄκοντά με ἀναγκάσας εἰσελθεῖν εἰς τὴν γῆν ταύτην. καίτοι ἐμοὶ εἰ μηδὲν διέφερε στέρεσθαι τῆσδε τῆς πόλεως, ἴσον ἦν μοι καὶ προσκληθέντι μὴ ἐλθεῖν, ἀλλʼ ἐρήμην ὀφλεῖν τὴν δίκην,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τὴν δίκην</foreign> om. N. </note> τοῦτο δʼ ἀπολογησαμένῳ τὴν προτέραν ἐξεῖναι ἐξελθεῖν· ἅπασι γὰρ τοῦτο κοινόν ἐστι. σὺ δέ, ὃ τοῖς ἄλλοις Ἕλλησι κοινόν ἐστιν, ἰδίᾳ ζητεῖς με μόνον ἀποστερεῖν, αὐτὸς σαυτῷ νόμον θέμενος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="14"><p>καίτοι τούς γε νόμους οἳ κεῖνται περὶ τῶν τοιούτων, πάντας ἂν οἶμαι ὁμολογῆσαι κάλλιστα νόμων ἁπάντων κεῖσθαι καὶ ὁσιώτατα. ὑπάρχει μέν γε αὐτοῖς ἀρχαιοτάτοις εἶναι ἐν τῇ γῇ ταύτῃ, ἔπειτα τοὺς αὐτοὺς ἀεὶ περὶ τῶν αὐτῶν, ὅπερ μέγιστόν ἐστι σημεῖον νόμων καλῶς κειμένων· ὁ γὰρ χρόνος καὶ ἡ ἐμπειρία τὰ μὴ καλῶς ἔχοντα ἐκδιδάσκει τοὺς ἀνθρώπους. ὥστε οὐ δεῖ ὑμᾶς<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὑμᾶς</foreign> A: <foreign xml:lang="grc">ἡμᾶς</foreign> N.</note> ἐκ τῶν τοῦ κατηγόρου λόγων τοὺς νόμους καταμανθάνειν, εἰ καλῶς ὑμῖν κεῖνται ἢ μή, ἀλλʼ ἐκ τῶν νόμων τοὺς τοῦ κατηγόρου λόγους, εἰ ὀρθῶς καὶ νομίμως ὑμᾶς διδάσκουσι<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">διδάσκουσι</foreign> Reiske: <foreign xml:lang="grc">διδάξουσι</foreign> A: <foreign xml:lang="grc">διδάξει</foreign> N.</note> τὸ πρᾶγμα ἢ οὔ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="15"><p rend="align(indent)">οὕτως οἵ γε νόμοι κάλλιστα κεῖνται οἱ περὶ φόνου, οὓς οὐδεὶς πώποτε ἐτόλμησε κινῆσαι· σὺ δὲ μόνος δὴ τετόλμηκας γενέσθαι νομοθέτης ἐπὶ τὰ πονηρότερα,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">πονηρότερα</foreign> N. <foreign xml:lang="grc">πονηρότατα</foreign> A.</note> καὶ ταῦτα παρελθὼν ζητεῖς με ἀδίκως ἀπολέσαι. ἃ δὲ σὺ παρανομεῖς, αὐτὰ ταῦτά μοι μέγιστα μαρτύριά<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μαρτυρία</foreign> A: <foreign xml:lang="grc">μαρτυρία</foreign> N.(<foreign xml:lang="grc">μεγίστη</foreign> N.corr.<hi rend="superscript">2</hi>).</note> ἐστιν· εὖ γὰρ ᾔδεις ὅτι οὐδεὶς ἂν ἦν σοι ὃς ἐκεῖνον τὸν ὅρκον διομοσάμενος ἐμοῦ κατεμαρτύρησεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg005.perseus-grc2" n="16"><p rend="align(indent)">ἔπειτα δὲ οὐχ ὡς πιστεύων τῷ πράγματι ἀναμφισβητήτως ἕνα τὸν ἀγῶνα περὶ τοῦ πράγματος ἐποιήσω, ἀλλὰ ἀμφισβήτησιν καὶ λόγον ὑπελίπου ὡς καὶ τοῖσδε τοῖς δικασταῖς ἀπιστήσων. ὥστε μηδέν μοι ἐνθάδε <add>μηδὲ</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μηδὲ</foreign> del. Reiske.</note> πλέον εἶναι μηδʼ ἀποφυγόντι, ἀλλʼ ἐξεῖναί σοι λέγειν ὅτι κακοῦργος ἀπέφυγον, ἀλλʼ οὐ τοῦ φόνου τὴν δίκην· ἑλὼν δʼ αὖ ἀξιώσεις<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αὖ ἀξιώσεις</foreign> Bekker: <foreign xml:lang="grc">ἂν ἀξιώσεις</foreign> A corr.<hi rend="superscript">2</hi>: <foreign xml:lang="grc">ἂν ἀξιώσῃς</foreign></note> με ἀποκτεῖναι ὡς τοῦ φόνου τὴν δίκην ὠφληκότα. καίτοι πῶς ἂν εἴη τούτων δεινότερα μηχανήματα, εἰ ὑμῖν μὲν ἅπαξ τουτουσὶ πείσασι κατείργασται ἃ βούλεσθε, ἐμοὶ δʼ ἅπαξ ἀποφυγόντι; ὁ αὐτὸς κίνδυνος ὑπολείπεται; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>