<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2:25-27</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2:25-27</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="25"><p>καίτοι πότερον δικαιότερον τὸν ἐκ προνοίας ἀποκτείναντα δοῦναι δίκην ἢ μή; καὶ πότερον δεῖ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">δεῖ</foreign> Jernstedt: <foreign xml:lang="grc">δικαιότερον</foreign> codd.</note> οἰκτεῖραι μᾶλλον τὸν τεθνεῶτα ἢ τὴν ἀποκτείνασαν; ἐγὼ μὲν οἶμαι τὸν τεθνεῶτα· καὶ γὰρ <add>ἂν</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> add. Dobree.</note> δικαιότερον καὶ ὁσιώτερον καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων γίγνοιτο ὑμῖν. ἤδη οὖν ἐγὼ ἀξιῶ, ὥσπερ κἀκεῖνον ἀνελεημόνως καὶ ἀνοικτίστως αὕτη ἀπώλεσεν, οὕτω καὶ αὐτήν ταύτην ἀπολέσθαι ὑπό τε ὑμῶν καὶ τοῦ δικαίου. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="26"><p>ἡ μὲν γὰρ ἑκουσίως καὶ βουλεύσασα τὸν θάνατον <add>ἀπέκτεινεν</add>,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἀπέκτεινεν</foreign> add. Reiske:<foreign xml:lang="grc">τὸν θάνατον</foreign> del. Franke.</note> ὁ δʼ ἀκουσίως καὶ βιαίως ἀπέθανε. πῶς γὰρ οὐ βιαίως ἀπέθανεν, ὦ ἄνδρες; ὅς γʼ ἐκπλεῖν ἔμελλεν ἐκ τῆς γῆς τῆσδε, παρά τε ἀνδρὶ φίλῳ αὑτοῦ εἱστιᾶτο· ἡ δὲ πέμψασα τὸ φάρμακον καὶ κελεύσασα ἐκείνῳ δοῦναι πιεῖν ἀπέκτεινεν ἡμῶν τὸν πατέρα. πῶς οὖν ταύτην ἐλεεῖν ἄξιόν ἐστιν ἢ αἰδοῦς τυγχάνειν παρʼ ὑμῶν ἢ ἄλλου του; ἥτις αὐτὴ οὐκ ἠξίωσεν ἐλεῆσαι τὸν ἑαυτῆς ἄνδρα, ἀλλʼ ἀνοσίως καὶ αἰσχρῶς ἀπώλεσεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="27"><p>οὕτω δέ τοι καὶ ἐλεεῖν ἐπὶ τοῖς ἀκουσίοις παθήμασι μᾶλλον προσήκει ἢ τοῖς ἑκουσίοις καὶ ἐκ προνοίας ἀδικήμασι καὶ ἁμαρτήμασι. καὶ ὥσπερ ἐκεῖνον αὕτη<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">αὕτη</foreign> Reiske: <foreign xml:lang="grc">αὐτὴ</foreign> codd.</note> οὔτε θεοὺς οὔθʼ ἥρωας οὔτʼ ἀνθρώπους αἰσχυνθεῖσα οὐδὲ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">οὐδὲ</foreign> Maetzner: <foreign xml:lang="grc">οὔτε Ν, αἰσχυνθεῖσα οὔτε </foreign> om. Α. </note> δείσασʼ ἀπώλεσεν, οὕτω καὶ αὐτὴ ὑφʼ ὑμῶν καὶ τοῦ δικαίου ἀπολομένη, καὶ μὴ τυχοῦσα μήτʼ αἰδοῦς μήτʼ ἐλέου μήτʼ αἰσχύνης μηδεμιᾶς παρʼ ὑμῶν, τῆς δικαιοτάτης ἂν τύχοι τιμωρίας. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>