<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2:20-23</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2:20-23</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="20"><p>καὶ ἐκεῖνοι ἐπειδὴ ἀπέσπεισαν, τὸν ἑαυτῶν φονέα μεταχειριζόμενοι ἐκπίνουσιν ὑστάτην πόσιν. ὁ μὲν οὖν Φιλόνεως εὐθέως παραχρῆμα ἀποθνῄσκει, ὁ δὲ πατὴρ ὁ ἡμέτερος εἰς νόσον ἐμπίπτει, ἐξ ἧς καὶ ἀπώλετο εἰκοσταῖος. ἀνθʼ ὧν ἡ μὲν διακονήσασα καὶ χειρουργήσασα<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">καὶ χειρουργήσασα</foreign> huc transposuit Blass: post<foreign xml:lang="grc">ἐθυμηθεῖσα</foreign> </note> ἔχει τὰ ἐπίχειρα ὧν ἀξία<note resp="editor" xml:lang="lat" anchored="true">habent codd.</note> ἦν, οὐδὲν αἰτία οὖσα—τῷ γὰρ δημοκοίνῳ τροχισθεῖσα παρεδόθη—, ἡ δʼ αἰτία τε ἤδη καὶ ἐνθυμηθεῖσα ἕξει, ἐὰν ὑμεῖς τε καὶ οἱ θεοὶ θέλωσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="21"><p rend="align(indent)">σκέψασθε οὖν ὅσῳ δικαιότερα ὑμῶν δεήσομαι ἐγὼ ἢ ὁ ἀδελφός. ἐγὼ μέν γε τῷ τεθνεῶτι ὑμᾶς κελεύω καὶ τῷ ἠδικημένῳ τὸν ἀΐδιον χρόνον τιμωροὺς γενέσθαι· οὗτος δὲ τοῦ μὲν τεθνεῶτος πέρι οὐδὲν ὑμᾶς αἰτήσεται, ὃς ἄξιος καὶ ἐλέου καὶ βοηθείας καὶ τιμωρίας παρʼ ὑμῶν τυχεῖν, ἀθέως καὶ ἀκλεῶς πρὸ τῆς εἱμαρμένης ὑφʼ ὧν ἥκιστα ἐχρῆν τὸν βίον ἐκλιπών, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="22"><p>ὑπὲρ δὲ τῆς ἀποκτεινάσης δεήσεται ἀθέμιτα καὶ ἀνόσια καὶ ἀτέλεστα καὶ ἀνήκουστα καὶ θεοῖς καὶ ὑμῖν, δεόμενος ὑμῶν <add>μὴ τιμωρῆσαι</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μὴ τιμωρῆσαι</foreign> add. Thalheim.</note> ἃ αὐτὴ ἑαυτὴν οὐκ ἔπεισε μὴ κακοτεχνῆσαι. ὑμεῖς δʼ οὐ τῶν ἀποκτεινάντων ἐστὲ βοηθοί, ἀλλὰ τῶν ἐκ προνοίας ἀποθνῃσκόντων, καὶ ταῦτα ὑφʼ ὧν ἥκιστα ἐχρῆν αὐτοὺς ἀποθνῄσκειν. ἤδη οὖν ἐν ὑμῖν ἐστι τοῦτʼ ὀρθῶς διαγνῶναι, ὃ καὶ ποιήσατε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="23"><p rend="align(indent)">δεήσεται δʼ ὑμῶν οὗτος μὲν ὑπὲρ τῆς μητρὸς τῆς αὑτοῦ ζώσης, τῆς ἐκεῖνον διαχρησαμένης ἀβούλως τε καὶ ἀθέως, ὅπως δίκην μὴ δῷ, ἂν ὑμᾶς πείθῃ, ὧν ἠδίκηκεν· ἐγὼ δʼ ὑμᾶς ὑπὲρ τοῦ πατρὸς τοὐμοῦ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τοὐμοῦ</foreign> Franke: <foreign xml:lang="grc">μου</foreign> codd.</note> τεθνεῶτος αἰτοῦμαι, ὅπως παντὶ τρόπῳ δῷ· ὑμεῖς δέ, ὅπως διδῶσι δίκην οἱ ἀδικοῦντες, τούτου γε ἕνεκα καὶ δικασταὶ ἐγένεσθε καὶ ἐκλήθητε. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>