<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2:13-15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2:13-15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="13"><p rend="align(indent)">περὶ μὲν οὖν τούτων οὐκ ἄδηλον ὅτι αὐτοὶ ἔφευγον τῶν πραχθέντων τὴν σαφήνειαν πυθέσθαι· ᾔδεσαν γὰρ οἰκεῖον σφίσι τὸ κακὸν ἀναφανησόμενον, ὥστε σιωπώμενον καὶ ἀβασάνιστον αὐτὸ ἐᾶσαι ἐβουλήθησαν. ἀλλʼ οὐχ ὑμεῖς γε, ὦ ἄνδρες, ἔγωγʼ εὖ οἶδα, ἀλλὰ σαφὲς ποιήσετε. ταῦτα μὲν οὖν μέχρι τούτου· περὶ δὲ τῶν γενομένων πειράσομαι ὑμῖν διηγήσασθαι τὴν ἀλήθειαν· δίκη δὲ κυβερνήσειεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="14"><p rend="align(indent)">ὑπερῷόν τι ἦν τῆς ἡμετέρας οἰκίας, ὃ εἶχε Φιλόνεως ὁπότʼ ἐν ἄστει διατρίβοι, ἀνὴρ καλός τε κἀγαθὸς καὶ φίλος τῷ ἡμετέρῳ πατρί· καὶ ἦν αὐτῷ παλλακή, ἣν ὁ Φιλόνεως ἐπὶ πορνεῖον ἔμελλε καταστῆσαι. ταύτην οὖν [πυθομένη]<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">πυθομένη</foreign> secl. Dobree. Glossema esse videtur verbo<foreign xml:lang="grc">αἰσθομένη</foreign> quod sequitur olim adscriptum:<foreign xml:lang="grc">πιστουμένη</foreign> Weber.</note> ἡ μήτηρ τοῦ ἀδελφοῦ ἐποιήσατο φίλην. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="15"><p>αἰσθομένη δʼ ὅτι ἀδικεῖσθαι ἔμελλεν ὑπὸ τοῦ Φιλόνεω, μεταπέμπεται, καὶ ἐπειδὴ ἦλθεν, ἔλεξεν αὐτῇ ὅτι καὶ αὐτὴ ἀδικοῖτο ὑπὸ τοῦ πατρὸς τοῦ ἡμετέρου· εἰ οὖν ἐθέλει πείθεσθαι, ἔφη ἱκανὴ εἶναι ἐκείνῃ τε τὸν Φιλόνεων φίλον ποιῆσαι καὶ αὑτῇ τὸν ἐμὸν πατέρα, εἶναι φάσκουσα αὑτῆς μὲν τοῦτο εὕρημα, ἐκείνης δʼ ὑπηρέτημα. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>