<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2:10-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2:10-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="10"><p>διὰ οὖν ταῦτα ἐγὼ βάσανον τοιαύτην ἠθέλησα ποιήσασθαι περὶ αὐτῶν, γράψας ἐν γραμματείῳ ἃ ἐπαιτιῶμαι τὴν γυναῖκα ταύτην. βασανιστὰς δὲ αὐτοὺς τούτους ἐκέλευον γίγνεσθαι ἐμοῦ παρόντος, ἵνα μὴ ἀναγκαζόμενοι ἃ ἐγὼ ἐπερωτῴην<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἠθέλησα μὲν</foreign> Bake: <foreign xml:lang="grc">ἠθελήσαμεν</foreign> codd.</note> λέγοιεν—ἀλλʼ ἐξήρκει μοι τοῖς ἐν τῷ γραμματείῳ χρῆσθαι· καὶ αὐτό μοι τοῦτο τεκμήριον δίκαιον γενέσθαι,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἐπερωτῴην</foreign> Jernstedt: <foreign xml:lang="grc">ἐπερωτῶ μὴ</foreign> codd.</note> ὅτι ὀρθῶς καὶ δικαίως μετέρχομαι τὸν φονέα τοῦ πατρός—εἰ δὲ ἄπαρνοι γίγνοιντο ἢ λέγοιεν μὴ ὁμολογούμενα, <add>ἡ βάσανος</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἡ βάσανος</foreign> add. Baiter et Sauppe:<foreign xml:lang="grc">ἡ δίκη</foreign> Aldina. Nonnihil</note> ἀναγκάζοι τὰ γεγονότα κατηγορεῖν· αὕτη γὰρ καὶ τοὺς τὰ ψευδῆ παρεσκευασμένους λέγειν τἀληθῆ κατηγορεῖν ποιήσει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="11"><p rend="align(indent)">καίτοι εὖ οἶδά γʼ, εἰ οὗτοι πρὸς ἐμὲ ἐλθόντες, ἐπειδὴ τάχιστα αὐτοῖς ἀπηγγέλθη ὅτι ἐπεξίοιμι τοῦ πατρὸς τὸν φονέα, ἠθέλησαν τὰ ἀνδράποδα ἃ ἦν αὐτοῖς παραδοῦναι, ἐγὼ δὲ μὴ ἠθέλησα παραλαβεῖν, αὐτὰ ἂν ταῦτα μέγιστα τεκμήρια παρείχοντο ὡς οὐκ ἔνοχοί εἰσι τῷ φόνῳ. νῦν δʼ, ἐγὼ γάρ εἰμι τοῦτο μὲν ὁ θέλων αὐτὸς βασανιστὴς γενέσθαι, τοῦτο δὲ τούτους αὐτοὺς κελεύων ἀντʼ ἐμοῦ βασανίσαι, ἐμοὶ δήπου εἰκὸς ταὐτὰ ταῦτα τεκμήρια εἶναι ὡς εἰσὶν ἔνοχοι τῷ φόνῳ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="12"><p>εἰ γὰρ τούτων ἐθελόντων διδόναι εἰς βάσανον ἐγὼ μὴ ἐδεξάμην, τούτοις ἂν ἦν ταῦτα τεκμήρια. τὸ αὐτὸ οὖν τοῦτο καὶ ἐμοὶ γενέσθω, εἴπερ ἐμοῦ θέλοντος ἔλεγχον λαβεῖν τοῦ πράγματος αὐτοὶ μὴ ἠθέλησαν δοῦναι. δεινὸν δʼ ἔμοιγε δοκεῖ εἶναι, εἰ ὑμᾶς μὲν ζητοῦσιν αἰτεῖσθαι ὅπως αὐτῶν μὴ καταψηφίσησθε, αὐτοὶ δὲ σφίσιν αὐτοῖς οὐκ ἠξίωσαν δικασταὶ γενέσθαι δόντες βασανίσαι τὰ αὑτῶν ἀνδράποδα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="13"><p rend="align(indent)">περὶ μὲν οὖν τούτων οὐκ ἄδηλον ὅτι αὐτοὶ ἔφευγον τῶν πραχθέντων τὴν σαφήνειαν πυθέσθαι· ᾔδεσαν γὰρ οἰκεῖον σφίσι τὸ κακὸν ἀναφανησόμενον, ὥστε σιωπώμενον καὶ ἀβασάνιστον αὐτὸ ἐᾶσαι ἐβουλήθησαν. ἀλλʼ οὐχ ὑμεῖς γε, ὦ ἄνδρες, ἔγωγʼ εὖ οἶδα, ἀλλὰ σαφὲς ποιήσετε. ταῦτα μὲν οὖν μέχρι τούτου· περὶ δὲ τῶν γενομένων πειράσομαι ὑμῖν διηγήσασθαι τὴν ἀλήθειαν· δίκη δὲ κυβερνήσειεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="14"><p rend="align(indent)">ὑπερῷόν τι ἦν τῆς ἡμετέρας οἰκίας, ὃ εἶχε Φιλόνεως ὁπότʼ ἐν ἄστει διατρίβοι, ἀνὴρ καλός τε κἀγαθὸς καὶ φίλος τῷ ἡμετέρῳ πατρί· καὶ ἦν αὐτῷ παλλακή, ἣν ὁ Φιλόνεως ἐπὶ πορνεῖον ἔμελλε καταστῆσαι. ταύτην οὖν [πυθομένη]<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">πυθομένη</foreign> secl. Dobree. Glossema esse videtur verbo<foreign xml:lang="grc">αἰσθομένη</foreign> quod sequitur olim adscriptum:<foreign xml:lang="grc">πιστουμένη</foreign> Weber.</note> ἡ μήτηρ τοῦ ἀδελφοῦ ἐποιήσατο φίλην. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="15"><p>αἰσθομένη δʼ ὅτι ἀδικεῖσθαι ἔμελλεν ὑπὸ τοῦ Φιλόνεω, μεταπέμπεται, καὶ ἐπειδὴ ἦλθεν, ἔλεξεν αὐτῇ ὅτι καὶ αὐτὴ ἀδικοῖτο ὑπὸ τοῦ πατρὸς τοῦ ἡμετέρου· εἰ οὖν ἐθέλει πείθεσθαι, ἔφη ἱκανὴ εἶναι ἐκείνῃ τε τὸν Φιλόνεων φίλον ποιῆσαι καὶ αὑτῇ τὸν ἐμὸν πατέρα, εἶναι φάσκουσα αὑτῆς μὲν τοῦτο εὕρημα, ἐκείνης δʼ ὑπηρέτημα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="16"><p>ἠρώτα οὖν αὐτὴν εἰ ἐθελήσει διακονῆσαί οἱ, καὶ ἣ ὑπέσχετο τάχιστα, ὡς οἶμαι.</p><p rend="align(indent)">μετὰ ταῦτα ἔτυχε τῷ Φιλόνεῳ ἐν Πειραιεῖ ὄντα ἱερὰ Διὶ Κτησίῳ, ὁ δὲ πατὴρ ὁ ἐμὸς εἰς Νάξον πλεῖν ἔμελλεν. κάλλιστον οὖν ἐδόκει εἶναι τῷ Φιλόνεῳ τῆς αὐτῆς ὁδοῦ ἅμα μὲν προπέμψαι εἰς τὸν Πειραιᾶ τὸν πατέρα τὸν ἐμὸν φίλον ὄντα ἑαυτῷ, ἅμα δὲ θύσαντα τὰ ἱερὰ ἑστιᾶσαι ἐκεῖνον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="17"><p>ἡ οὖν παλλακὴ τοῦ Φιλόνεω ἠκολούθει τῆς θυσίας ἕνεκεν. καὶ ἐπειδὴ ἦσαν ἐν τῷ Πειραιεῖ, οἷον εἰκός, ἔθυεν.<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἔθυεν</foreign> Orelli: <foreign xml:lang="grc">ἔθυον</foreign> codd.</note> καὶ ἐπειδὴ αὐτῷ ἐτέθυτο τὰ ἱερά, ἐντεῦθεν ἐβουλεύετο ἡ ἄνθρωπος ὅπως ἂν αὐτοῖς τὸ φάρμακον δοίη, πότερα πρὸ δείπνου ἢ ἀπὸ δείπνου. ἔδοξεν οὖν αὐτῇ βουλευομένῃ βέλτιον εἶναι μετὰ δεῖπνον δοῦναι, τῆς Κλυταιμνήστρας ταύτης<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τῆς Κλυταιμνήστρας ταύτης ταῖς ὑποθήκαις</foreign> Gernet: alii alia.<foreign xml:lang="grc">τῆς Κλ. τῆς τούτου μητρὸς ὑποθήκαις</foreign> Ν: <foreign xml:lang="grc">τῆς Κλ. τοῖς τούτου μητρὸς ὑποθ.</foreign> Α: <foreign xml:lang="grc">ταῖς Κλ. τ͂ς κτλ.</foreign> Α  corr.<hi rend="superscript">2</hi></note> [τῆς τούτου μητρὸς] ταῖς ὑποθήκαις ἅμα διακονοῦσαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="18"><p>καὶ τὰ μὲν ἄλλα μακρότερος ἂν εἴη λόγος περὶ τοῦ δείπνου ἐμοί τε διηγήσασθαι ὑμῖν τʼ ἀκοῦσαι· ἀλλὰ πειράσομαι τὰ λοιπὰ ὡς ἐν βραχυτάτοις ὑμῖν διηγήσασθαι, ὡς γεγένηται ἡ δόσις τοῦ φαρμάκου. </p><p rend="align(indent)">ἐπειδὴ γὰρ ἐδεδειπνήκεσαν, οἷον εἰκός, ὁ μὲν θύων Διὶ Κτησίῳ κἀκεῖνον ὑποδεχόμενος, ὁ δʼ ἐκπλεῖν τε μέλλων καὶ παρʼ ἀνδρὶ ἑταίρῳ αὑτοῦ δειπνῶν, σπονδάς τʼ ἐποιοῦντο καὶ λιβανωτὸν ὑπὲρ αὑτῶν ἐπετίθεσαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="19"><p>ἡ δὲ παλλακὴ τοῦ Φιλόνεω τὴν σπονδὴν ἅμα ἐγχέουσα ἐκείνοις εὐχομένοις ἃ οὐκ ἔμελλε τελεῖσθαι, ὦ ἄνδρες, ἐνέχει τὸ φάρμακον. καὶ ἅμα οἰομένη δεξιὸν ποιεῖν πλέον<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἀξία] ἄξια</foreign> Blass: <foreign xml:lang="grc">οὐκ ἀξία</foreign> Reutzel.</note> δίδωσι τῷ Φιλόνεῳ, ἴσως <add>ὡς</add>,<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ὡς</foreign> add. Pahle.</note> εἰ δοίη πλέον, μᾶλλον φιλησομένη ὑπὸ τοῦ Φιλόνεω· οὔπω γὰρ ᾔδει ὑπὸ τῆς μητρυιᾶς τῆς ἐμῆς ἐξαπατωμένη, πρὶν ἐν τῷ κακῷ ἤδη ἦν· τῷ δὲ πατρὶ τῷ ἡμετέρῳ ἔλασσον ἐνέχει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="20"><p>καὶ ἐκεῖνοι ἐπειδὴ ἀπέσπεισαν, τὸν ἑαυτῶν φονέα μεταχειριζόμενοι ἐκπίνουσιν ὑστάτην πόσιν. ὁ μὲν οὖν Φιλόνεως εὐθέως παραχρῆμα ἀποθνῄσκει, ὁ δὲ πατὴρ ὁ ἡμέτερος εἰς νόσον ἐμπίπτει, ἐξ ἧς καὶ ἀπώλετο εἰκοσταῖος. ἀνθʼ ὧν ἡ μὲν διακονήσασα καὶ χειρουργήσασα<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">καὶ χειρουργήσασα</foreign> huc transposuit Blass: post<foreign xml:lang="grc">ἐθυμηθεῖσα</foreign> </note> ἔχει τὰ ἐπίχειρα ὧν ἀξία<note resp="editor" xml:lang="lat" anchored="true">habent codd.</note> ἦν, οὐδὲν αἰτία οὖσα—τῷ γὰρ δημοκοίνῳ τροχισθεῖσα παρεδόθη—, ἡ δʼ αἰτία τε ἤδη καὶ ἐνθυμηθεῖσα ἕξει, ἐὰν ὑμεῖς τε καὶ οἱ θεοὶ θέλωσιν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>