<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="21"><p rend="align(indent)">ἡμῖν δέ, ὦ Ἀθηναῖοι, πῶς ἔξεστι τὴν εἰρήνην ποιήσασθαι; ποίων τινῶν Λακεδαιμονίων τυγχάνοντας; καὶ γὰρ εἴ τις ὑμῶν ἀχθεσθήσεται παραιτοῦμαι· <add>τὰ</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τὰ</foreign> add. Ald.</note> γὰρ ὄντα λέξω. πρῶτον μὲν γὰρ ἡνίκα ἀπωλέσαμεν τὰς ναῦς ἐν Ἑλλησπόντῳ καὶ τειχήρεις ἐγενόμεθα, τίνα γνώμην ἔθεντο περὶ ἡμῶν οἱ νῦν μὲν ἡμέτεροι τότε δὲ Λακεδαιμονίων ὄντες σύμμαχοι; οὐ τὴν πόλιν ἡμῶν ἀνδραποδίζεσθαι καὶ τὴν χώραν ἐρημοῦν; οἱ δὲ διακωλύσαντες ταῦτα μὴ γενέσθαι τίνες ἦσαν; οὐ Λακεδαιμόνιοι, τοὺς μὲν συμμάχους ἀποτρέψαντες τῆς γνώμης, αὐτοὶ δʼ οὐδʼ ἐπιχειρήσαντες διαβουλεύσασθαι περὶ τοιούτων ἔργων; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="22"><p>μετὰ δὲ τοῦτο ὅρκους ὀμόσαντες αὐτοῖς καὶ τὴν στήλην εὑρόμενοι <add>παρʼ</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">παρʼ</foreign> add. Ald.</note> αὐτῶν στῆσαι, κακὸν ἀγαπητὸν ἐν ἐκείνῳ τῷ χρόνῳ, σπονδὰς ἤγομεν ἐπὶ ῥητοῖς. εἶτα δὲ συμμαχίαν ποιησάμενοι Βοιωτοὺς καὶ Κορινθίους ἀποστήσαντες αὐτῶν, Ἀργείους δὲ ἀγαγόντες εἰς τὴν ποτὲ φιλίαν, αἴτιοι τῆς ἐν Κορίνθῳ μάχης ἐγενόμεθα αὐτοῖς. τίνες δὲ βασιλέα πολέμιον αὐτοῖς ἐποίησαν, καὶ Κόνωνι τὴν ναυμαχίαν παρεσκεύασαν, διʼ ἣν ἀπώλεσαν τὴν ἀρχὴν τῆς θαλάττης; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="23"><p>ὅμως τοίνυν ταῦτα πεπονθότες ὑφʼ ἡμῶν συγχωροῦσι ταὐτὰ<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὰ</foreign> Baiter: <foreign xml:lang="grc">ταῦτα</foreign> codd.</note> ἅπερ οἱ σύμμαχοι, καὶ διδόασιν ἡμῖν τὰ τείχη καὶ τὰς ναῦς καὶ τὰς νήσους ἡμῶν εἶναι. ποίαν τίνʼ οὖν χρὴ εἰρήνην πρεσβεύοντας ἥκειν; οὐ ταὐτὰ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ταῦτα</foreign> Baiter: <foreign xml:lang="grc">ταῦτα</foreign> codd.</note> παρὰ τῶν πολεμίων εὑρομένους ἅπερ οἱ φίλοι διδόασι, καὶ διʼ ἅπερ ἠρξάμεθα πολεμεῖν, ἵνα ἡμῶν γένηται τῇ πόλει ταῦτα; οἱ μὲν τοίνυν ἄλλοι τὴν εἰρήνην ποιοῦνται τῶν ὑπαρχόντων ἀφιέντες, ἡμεῖς δὲ προσλαμβάνοντες αὐτὰ ὧν μάλιστα δεόμεθα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="24"><p>τί οὖν ἐστιν ὑπόλοιπον περὶ ὅτου δεῖ βουλεύεσθαι; περὶ Κορίνθου<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">περὶ Κορίνθου</foreign> add. QL.</note> καὶ περὶ ὧν <del>ἂν</del><note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἂν</foreign> del. Dobree.</note> ἡμᾶς Ἀργεῖοι προκαλοῦνται.<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">προκαλοῦνται</foreign> apographa: <foreign xml:lang="grc">προσκαλοῦνται</foreign> AQ.</note> πρῶτον μὲν περὶ Κορίνθου διδαξάτω μέ τις, Βοιωτῶν μὴ συμπολεμούντων, εἰρήνην δὲ ποιουμένων πρὸς Λακεδαιμονίους, τίνος ἐστὶν ἡμῖν ἀξία Κόρινθος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="25"><p>ἀναμνήσθητε γάρ, ὦ Ἀθηναῖοι, τῆς ἡμέρας ἐκείνης ὅτε Βοιωτοῖς τὴν συμμαχίαν ἐποιούμεθα, τίνα γνώμην ἔχοντες ταῦτα ἐπράττομεν. οὐχ ὡς ἱκανὴν οὖσαν τὴν Βοιωτῶν δύναμιν μεθʼ ἡμῶν γενομένην κοινῇ πάντας ἀνθρώπους ἀμύνασθαι; νῦν δὲ βουλευόμεθα,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">βουλευόμεθα</foreign> Q: <foreign xml:lang="grc">βουλευώμεθα</foreign> A.</note> Βοιωτῶν εἰρήνην ποιουμένων πῶς δυνατοὶ Λακεδαιμονίοις πολεμεῖν ἐσμεν ἄνευ Βοιωτῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="26"><p>ναί, φασί τινες, ἂν Κόρινθόν τε φυλάττωμεν καὶ συμμάχους ἔχωμεν Ἀργείους. ἰόντων<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ιόντων</foreign> Ald.: <foreign xml:lang="grc">ὄντων</foreign> codd.</note> δὲ Λακεδαιμονίων εἰς Ἄργος πότερον βοηθήσομεν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">βοηθήσομεν</foreign> A: <foreign xml:lang="grc">βοηθήσωμεν</foreign> Q.</note> αὐτοῖς ἢ οὔ; πολλὴ γὰρ ἀνάγκη ὁπότερον τούτων ἑλέσθαι. μὴ βοηθούντων μὲν οὖν ἡμῶν οὐδὲ λόγος ὑπολείπεται μὴ οὐκ ἀδικεῖν καὶ ποιεῖν Ἀργείους<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἀδικεῖν καὶ ποιεῖν Ἀργείους</foreign> Sluiter: <foreign xml:lang="grc">ἀδικεῖν ἀργείους καὶ ποιεῖν</foreign> AQ.</note> ὁποῖον ἄν τι βούλωνται δικαίως· βοηθούντων δὲ ἡμῶν εἰς Ἄργος οὐχ ἕτοιμον μάχεσθαι Λακεδαιμονίοις; ἵνα ἡμῖν τί γένηται; ἵνα ἡττώμενοι μὲν καὶ τὴν οἰκείαν χώραν ἀπολέσωμεν πρὸς τῇ Κορινθίων, νικήσαντες δὲ τὴν Κορινθίων Ἀργείων ποιήσωμεν.<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ποιήσωμεν</foreign> apographa: <foreign xml:lang="grc">ποιήσομεν</foreign> AQ.</note> οὐχ ἕνεκα τούτων πολεμήσομεν;<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">πολεμήσομεν</foreign> Ald.: <foreign xml:lang="grc">πολεμήσωμεν</foreign> AQ.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="27"><p rend="align(indent)">σκεψώμεθα δὴ καὶ τοὺς Ἀργείων λόγους. κελεύουσι γὰρ ἡμᾶς κοινῇ μετὰ σφῶν καὶ μετὰ Κορινθίων πολεμεῖν, αὐτοὶ δʼ ἰδίᾳ εἰρήνην ποιησάμενοι τὴν χώραν οὐ παρέχουσιν ἐμπολεμεῖν. καὶ μετὰ μὲν πάντων τῶν συμμάχων τὴν εἰρήνην ποιουμένους<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ποιουμένους</foreign> Reiske: <foreign xml:lang="grc">ποιουμένοις</foreign> codd.</note> οὐκ ἐῶσιν ἡμᾶς οὐδὲν πιστεύειν Λακεδαιμονίοις· ἃ δὲ πρὸς τούτους μόνους ἐκεῖνοι συνέθεντο, ταῦτα δʼ<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ταῦτα δʼ</foreign> QL: <foreign xml:lang="grc">ταῦτʼ</foreign> A.</note> οὐδεπώποτʼ αὐτούς φασι παραβῆναι. πατρίαν τε εἰρήνην ὀνομάζοντες ᾗ χρῶνται, τοῖς <del>δὲ</del><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign> del. Reiske.</note> ἄλλοις Ἕλλησιν οὐκ ἐῶσι πατρίαν γενέσθαι τὴν εἰρήνην· ἐκ γὰρ τοῦ πολέμου χρονισθέντος Κόρινθον ἑλεῖν προσδοκῶσι, κρατήσαντες δὲ τούτων ὑφʼ ὧν ἀεὶ κρατοῦνται, καὶ τοὺς συννικῶντας ἐλπίζουσι παραστήσεσθαι.<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">παραστήσεοθαι</foreign> Reiske: <foreign xml:lang="grc">ἀποστήσεσθαι</foreign> codd.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="28"><p rend="align(indent)">τοιούτων δʼ ἐλπίδων μετασχόντας ἡμᾶς δεῖ δυοῖν θάτερον ἑλέσθαι, ἢ πολεμεῖν μετὰ Ἀργείων Λακεδαιμονίοις, ἢ μετὰ Βοιωτῶν κοινῇ τὴν εἰρήνην ποιεῖσθαι. ἐγὼ μὲν οὖν ἐκεῖνο δέδοικα μάλιστα,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">μάλιστα</foreign> om. Q.</note> ὦ Ἀθηναῖοι, τὸ εἰθισμένον κακόν, ὅτι τοὺς κρείττους φίλους ἀφιέντες ἀεὶ τοὺς ἥττους αἱρούμεθα, καὶ πόλεμον ποιούμεθα διʼ ἑτέρους, ἐξὸν διʼ ἡμᾶς αὐτοὺς εἰρήνην ἄγειν· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="29"><p>οἵτινες πρῶτον μὲν βασιλεῖ τῷ μεγάλῳ — χρὴ γὰρ ἀναμνησθέντας τὰ γεγενημένα καλῶς βουλεύσασθαι — σπονδὰς ποιησάμενοι καὶ συνθέμενοι φιλίαν εἰς τὸν ἅπαντα χρόνον, ἃ ἡμῖν ἐπρέσβευσεν Ἐπίλυκος Τεισάνδρου, τῆς μητρὸς τῆς ἡμετέρας ἀδελφός, <add>μετὰ</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">μετὰ</foreign> add. Reiske.</note> ταῦτα Ἀμόργῃ πειθόμενοι τῷ δούλῳ τοῦ βασιλέως καὶ φυγάδι τὴν μὲν βασιλέως δύναμιν ἀπεβαλόμεθα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀπεβαλόμεθα</foreign> A: <foreign xml:lang="grc">ἀπεβαλλόμεθα</foreign> Q.</note> ὡς οὐδενὸς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">οὐδενὸς</foreign> Reiske: <foreign xml:lang="grc">οὐδὲν</foreign> codd.</note> οὖσαν ἀξίαν, τὴν δὲ Ἀμόργου φιλίαν εἱλόμεθα, κρείττω νομίσαντες εἶναι· ἀνθʼ ὧν βασιλεὺς ὀργισθεὶς ἡμῖν, σύμμαχος γενόμενος Λακεδαιμονίοις, παρέσχεν αὐτοῖς εἰς τὸν πόλεμον πεντακισχίλια τάλαντα, ἕως κατέλυσεν ἡμῶν τὴν δύναμιν. ἓν μὲν βούλευμα τοιοῦτον ἐβουλευσάμεθα· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="30"><p>Συρακόσιοι δʼ ὅτε ἦλθον ἡμῶν δεόμενοι, φιλότητα μὲν ἀντὶ διαφορᾶς ἐθέλοντες εἰρήνην δʼ ἀντὶ πολέμου ποιεῖσθαι, τήν τε συμμαχίαν ἀποδεικνύντες ὅσῳ κρείττων ἡ σφετέρα εἴη τῆς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τῆς Ἐγ. καὶ Κατ.</foreign> Francke: <foreign xml:lang="grc">τῶν Ἐγ. καὶ τῶν Κατ.</foreign> codd.</note> Ἐγεσταίων καὶ Καταναίων, εἰ βουλοίμεθα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">βουλοίμεθα</foreign> Reiske: <foreign xml:lang="grc">βουλόμεθα</foreign> codd.</note> πρὸς αὐτοὺς ποιεῖσθαι, ἡμεῖς τοίνυν εἱλόμεθα καὶ τότε πόλεμον μὲν ἀντὶ εἰρήνης, Ἐγεσταίους δὲ ἀντὶ Συρακοσίων, στρατεύεσθαι δʼ εἰς Σικελίαν ἀντὶ τοῦ μένοντες οἴκοι συμμάχους ἔχειν Συρακοσίους· ἐξ ὧν πολλοὺς μὲν Ἀθηναίων ἀπολέσαντες ἀριστίνδην καὶ τῶν συμμάχων, πολλὰς δὲ ναῦς καὶ χρήματα καὶ δύναμιν ἀποβαλόντες, αἰσχρῶς διεκομίσθησαν οἱ σωθέντες αὐτῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="31"><p rend="align(indent)">ὕστερον δʼ ὑπʼ Ἀργείων ἐπείσθημεν, οἵπερ νῦν ἥκουσι πείθοντες<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἥκουσι πείθοντες</foreign> A: <foreign xml:lang="grc">ἥκοντες πείθουσι</foreign> Q.</note> πολεμεῖν, πλεύσαντες ἐπὶ τὴν Λακωνικὴν εἰρήνης ἡμῖν οὔσης πρὸς Λακεδαιμονίους ἐντεῖναι<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἐντεῖναι <add>ἐκείνων</add></foreign> scripsi: <foreign xml:lang="grc">ἐντεῖναι <add>αὐτῶν</add></foreign> Lipsius: <foreign xml:lang="grc">ἐκτεῖναι</foreign> codd.</note> <add>ἐκείνων</add> τὸν θυμόν, ἀρχὴν πολλῶν κακῶν· ἐξ οὗ πολεμήσαντες ἠναγκάσθημεν τὰ τείχη κατασκάπτειν καὶ τὰς ναῦς παραδιδόναι καὶ τοὺς φεύγοντας καταδέχεσθαι. ταῦτα δὲ πασχόντων ἡμῶν οἱ πείσαντες ἡμᾶς πολεμεῖν Ἀργεῖοι τίνα ὠφέλειαν παρέσχον ἡμῖν; τίνα δὲ κίνδυνον ὑπὲρ <del>τῶν</del><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τῶν</foreign> del. Pertz.</note> Ἀθηναίων ἐποιήσαντο; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="32"><p rend="align(indent)">νῦν οὖν τοῦτο ὑπόλοιπόν ἐστιν ἡμῖν,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ᾑμῖν</foreign> om. Q.</note> πόλεμον μὲν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign> om. Q.</note> ἑλέσθαι καὶ νῦν ἀντʼ εἰρήνης, τὴν δὲ συμμαχίαν τὴν Ἀργείων ἀντὶ τῆς Βοιωτῶν, Κορινθίων δὲ τοὺς νῦν ἔχοντας τὴν πόλιν ἀντὶ Λακεδαιμονίων. μὴ δῆτα, ὦ Ἀθηναῖοι, μηδεὶς ἡμᾶς ταῦτα πείσῃ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">πείσῃ</foreign> A: πείσει Q.</note>· τὰ γὰρ παραδείγματα τὰ γεγενημένα τῶν ἁμαρτημάτων ἱκανὰ τοῖς σώφροσι τῶν ἀνθρώπων ὥστε μηκέτι ἁμαρτάνειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="33"><p rend="align(indent)">εἰσὶ δέ τινες ὑμῶν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὑμῶν</foreign> A: <foreign xml:lang="grc">ἡμῶν</foreign> Q.</note> οἳ τοσαύτην ὑπερβολὴν τῆς ἐπιθυμίας ἔχουσιν εἰρήνην ὡς τάχιστα γενέσθαι· φασὶ γὰρ καὶ τὰς τετταράκονθʼ ἡμέρας ἐν αἷς ὑμῖν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ὑμῖν</foreign> Bekker: <foreign xml:lang="grc">ἡμῖν</foreign> codd.</note> ἔξεστι βουλεύεσθαι περίεργον εἶναι, καὶ τοῦτο ἀδικεῖν ἡμᾶς· αὐτοκράτορας γὰρ πεμφθῆναι εἰς Λακεδαίμονα διὰ ταῦθʼ,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ταῦθʼ</foreign> Reiske: <foreign xml:lang="grc">ταύτην</foreign> codd.</note> ἵνα μὴ πάλιν ἐπαναφέρωμεν. τήν τε ἀσφάλειαν ἡμῶν τῆς ἐπαναφορᾶς δέος ὀνομάζουσι, λέγοντες ὡς οὐδεὶς πώποτε τὸν δῆμον τὸν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τὸν</foreign> Spengel: <foreign xml:lang="grc">τῶν</foreign> codd.</note> Ἀθηναίων ἐκ τοῦ φανεροῦ πείσας ἔσῳσεν, ἀλλὰ δεῖ λαθόντας ἢ ἐξαπατήσαντας αὐτὸν εὖ ποιῆσαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="34"><p rend="align(indent)">τὸν λόγον οὖν τοῦτον οὐκ ἐπαινῶ. φημὶ γάρ, ὦ Ἀθηναῖοι, πολέμου μὲν ὄντος ἄνδρα στρατηγὸν τῇ πόλει τε εὔνουν εἰδότα τε ὅ τι πράττῃ,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">πράττῃ</foreign><foreign xml:lang="grc">Ψδέν</foreign>: <foreign xml:lang="grc">πράττοι</foreign> codd.</note> λανθάνοντα δεῖν τοὺς πολλοὺς τῶν ἀνθρώπων καὶ ἐξαπατῶντα ἄγειν ἐπὶ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἐπὶ</foreign> A: <foreign xml:lang="grc">παρὰ</foreign> Q.</note> τοὺς κινδύνους, εἰρήνης δὲ πέρι πρεσβεύοντας<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">πρεσβεύοντας</foreign> A: <foreign xml:lang="grc">πρεσβεύοντα</foreign> Q.</note> κοινῆς τοῖς Ἕλλησιν, ἐφʼ οἷς ὅρκοι τε ὀμοσθήσονται στῆλαί τε σταθήσονται γεγραμμέναι, ταῦτα δὲ οὔτε λαθεῖν οὔτε ἐξαπατῆσαι δεῖν, ἀλλὰ πολὺ μᾶλλον ἐπαινεῖν ἢ ψέγειν, εἰ πεμφθέντες αὐτοκράτορες ἔτι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἔτι</foreign> Reiske: <foreign xml:lang="grc">τι</foreign>codd.</note> ἀποδώσομεν ὑμῖν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὑμῖν</foreign> apogr.: <foreign xml:lang="grc">ἡμῖν</foreign> AQ.</note> περὶ αὐτῶν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">περὶ αὐτῶν</foreign> A: <foreign xml:lang="grc">περὶ τῶν αὐτῶν</foreign>Q.</note> σκέψασθαι. βουλεύσασθαι μὲν οὖν ἀσφαλῶς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀσφαλῶς</foreign> om. Q.</note> χρὴ κατὰ δύναμιν, οἷς δʼ ἂν ὀμόσωμεν καὶ συνθώμεθα, τούτοις ἐμμένειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="35"><p rend="align(indent)">οὐ γὰρ μόνον, ὦ Ἀθηναῖοι, πρὸς γράμματα τὰ γεγραμμένα δεῖ βλέποντας πρεσβεύειν ἡμᾶς, ἀλλὰ καὶ πρὸς τοὺς τρόπους τοὺς ὑμετέρους. ὑμεῖς γὰρ περὶ μὲν τῶν ἑτοίμων ὑμῖν ὑπονοεῖν εἰώθατε καὶ δυσχεραίνειν, τὰ δʼ οὐκ ὄντα λογοποιεῖν ὡς ἔστιν ὑμῖν ἕτοιμα· κἂν μὲν πολεμεῖν δέῃ, τῆς εἰρήνης ἐπιθυμεῖτε, ἐὰν δέ τις ὑμῖν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὑμῖν</foreign> Q: <foreign xml:lang="grc">ἡμῖν</foreign> A.</note> τὴν εἰρήνην πράττῃ, λογίζεσθε τὸν πόλεμον ὅσα ἀγαθὰ ὑμῖν κατηργάσατο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="36"><p>ὅπου καὶ νῦν ἤδη τινὲς λέγουσιν οὐ γιγνώσκειν τὰς διαλλαγὰς αἵτινές εἰσιν, τείχη καὶ νῆες εἰ γενήσονται τῇ πόλει· τὰ γὰρ ἴδια τὰ σφέτερʼ αὐτῶν ἐκ τῆς ὑπερορίας οὐκ ἀπολαμβάνειν, ἀπὸ δὲ τῶν τειχῶν οὐκ εἶναι σφίσι τροφήν. ἀναγκαίως οὖν ἔχει καὶ πρὸς ταῦτʼ ἀντειπεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="37"><p rend="align(indent)">ἦν γάρ ποτε χρόνος, ὦ Ἀθηναῖοι, ὅτε τείχη καὶ ναῦς οὐκ ἐκεκτήμεθα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἐκεκτήμεθα</foreign> Hirschig: <foreign xml:lang="grc">ἐκτήμεθα</foreign> Bekker: <foreign xml:lang="grc">κεκτήμεθα</foreign> AQ.</note>· γενομένων δὲ τούτων τὴν ἀρχὴν ἐποιησάμεθα τῶν ἀγαθῶν. ὧν εἰ καὶ νῦν ἐπιθυμεῖτε, ταῦτα κατεργάσασθε. ταύτην δὲ λαβόντες ἀφορμὴν οἱ πατέρες ἡμῶν κατηργάσαντο τῇ πόλει δύναμιν τοσαύτην ὅσην οὔπω τις ἄλλη πόλις ἐκτήσατο, τὰ μὲν πείσαντες τοὺς Ἕλληνας, τὰ δὲ λαθὸντες, τὰ δὲ πριάμενοι, τὰ δὲ βιασάμενοι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="38"><p>πείσαντες μὲν οὖν Ἀθήνησι ποιήσασθαι τῶν κοινῶν χρημάτων Ἑλληνοταμίας, καὶ τὸν σύλλογον τῶν νεῶν παρʼ ἡμῖν γενέσθαι, ὅσαι δὲ τῶν πόλεων τριήρεις μὴ κέκτηνται, ταύταις ἡμᾶς παρέχειν· λαθόντες δὲ Πελοποννησίους τειχισάμενοι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τειχισάμενοι</foreign> Emperius: <foreign xml:lang="grc">ἐτειχίσαμεν</foreign> codd.</note> τὰ τείχη· πριάμενοι δὲ παρὰ Λακεδαιμονίων μὴ δοῦναι τούτων δίκην· βιασάμενοι δὲ τοὺς ἐναντίους τὴν ἀρχὴν τῶν Ἑλλήνων κατηργασάμεθα. καὶ ταῦτα τὰ ἀγαθὰ ἐν ὀγδοήκοντα καὶ πέντε ἡμῖν ἔτεσιν ἐγένετο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="39"><p>κρατηθέντες δὲ τῷ πολέμῳ τά τε ἄλλα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἄλλα</foreign> A: <foreign xml:lang="grc">ἄλλα πάντα</foreign> QL.</note> ἀπωλέσαμεν, καὶ τὰ τείχη καὶ τὰς ναῦς ἔλαβον ἡμῶν ἐνέχυρα Λακεδαιμόνιοι, τὰς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τὰς</foreign> Reiske: <foreign xml:lang="grc">τὰ</foreign> codd.</note> μὲν παραλαβόντες, τὰ δὲ καθελόντες, ὅπως μὴ πάλιν ταύτην<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ταύτην</foreign> Hirschig ex sec. 37.2: <foreign xml:lang="grc">ταῦτʼ</foreign> codd.</note> ἔχοντες ἀφορμὴν δύναμιν τῇ πόλει κατασκευάσαιμεν. πεισθέντες τοίνυν ὑφʼ ἡμῶν Λακεδαιμόνιοι πάρεισι νυνὶ πρέσβεις αὐτοκράτορες, τά τε ἐνέχυρα ἡμῖν ἀποδιδόντες, καὶ τὰ τείχη καὶ <add>τὰς</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τὰς</foreign> add. Fuhr, coll. sec. 23.3.</note> ναῦς ἐῶντες κεκτῆσθαι, τάς τε νήσους ἡμετέρας εἶναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="40"><p rend="align(indent)">τὴν αὐτὴν τοίνυν ἀρχὴν ἀγαθῶν λαμβάνοντας ἥνπερ ἡμῶν ἐλάμβανον οἱ πρόγονοι, ταύτην οὐκ ἀκτέον φασὶ τὴν εἰρήνην τινὲς εἶναι. παριόντες οὖν αὐτοὶ διδασκόντων ὑμᾶς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὑμᾶς</foreign> Q: <foreign xml:lang="grc">ἡμᾶς</foreign> A.</note> — ἐξουσίαν δʼ αὐτοῖς ἡμεῖς ἐποιήσαμεν, προσθέντες τετταράκοντα ἡμέρας βουλεύσασθαι — τοῦτο μὲν τῶν γεγραμμένων εἴ τι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">εἴ τι</foreign> Ald.: <foreign xml:lang="grc">ἔτι</foreign> codd.</note> τυγχάνει μὴ καλῶς ἔχον· ἔξεστι γὰρ ἀφελεῖν· τοῦτο δʼ εἴ τίς <add>τι</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τι</foreign> add. Blass.</note> προσθεῖναι βούλεται, πείσας ὑμᾶς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὑμᾶς</foreign> Q: <foreign xml:lang="grc">ἡμᾶς</foreign> A.</note> προσγραψάτω. πᾶσί τε τοῖς γεγραμμένοις χρωμένοις ἔστιν εἰρήνην ἄγειν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>