<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2:9-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2:9-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="9"><p>καὶ ὅμως τό γε δυστυχέστατος εἶναι ἀνθρώπων οὐδαμῇ ἐκφεύγω, ὅτε δὴ προαγομένης μὲν τῆς πόλεως ἐπὶ ταύτας τὰς συμφορὰς οὐδεὶς ἐμοῦ ἤρχετο γίγνεσθαι δυσδαιμονέστερος, μεθισταμένης δὲ πάλιν εἰς τὸ ἀσφαλὲς ἁπάντων ἐγὼ ἀθλιώτατος. ὄντων γὰρ κακῶν τοσούτων τῇ πόλει ἀδύνατον ἦν ταῦτα ἰαθῆναι ἄλλως ἢ τῷ ἐμῷ αἰσχρῷ, ὥστʼ ἐν αὐτῷ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">αὐτῷ</foreign> ante <foreign xml:lang="grc">τούτῳ</foreign> ponit Sluiter.</note> ᾧ ἐγὼ κακῶς ἔπραττον, ἐν τούτῳ ὑμᾶς σῴζεσθαι. χάριν οὖν εἰκός με, οὐ μῖσος τῷ δυστυχήματι τούτῳ φέρεσθαι παρʼ ὑμῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="10"><p rend="align(indent)">καίτοι ἐγὼ τότʼ αὐτὸς γνοὺς τὰς ἐμαυτοῦ συμφοράς, ᾧ τινι κακῶν τε καὶ αἰσχρῶν οὐκ οἶδʼ εἴ τι ἀπεγένετο, τὰ μὲν παρανοίᾳ τῇ ἐμαυτοῦ, τὰ δʼ ἀνάγκῃ τῶν παρόντων πραγμάτων, ἔγνων ἥδιστον εἶναι πράττειν τε τοιαῦτα καὶ διαιτᾶσθαι ἐκεῖ, ὅπου ἥκιστα μέλλοιμι ὀφθήσεσθαι ὑφʼ ὑμῶν. ἐπειδὴ δὲ χρόνῳ ὕστερον<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὕστερον</foreign> delent nonnulli.</note> εἰσῆλθέ μοι, ὥσπερ εἰκός, ἐπιθυμία τῆς τε μεθʼ ὑμῶν πολιτείας ἐκείνης καὶ διαίτης, ἐξ ἧς δευρὶ μετέστην, ἔγνων λυσιτελεῖν μοι ἢ τοῦ βίου ἀπηλλάχθαι, ἢ τὴν πόλιν ταύτην ἀγαθόν τι τοσοῦτον ἐργάσασθαι, ὥστε ὑμῶν ἑκόντων εἶναί ποτέ μοι πολιτεύσασθαι μεθʼ ὑμῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="11"><p rend="align(indent)">ἐκ δὲ τούτου οὐ πώποτε οὔτε τοῦ σώματος οὔτε τῶν ὄντων ἐμοὶ ἐφεισάμην, ὅπου ἔδει παρακινδυνεύειν· ἀλλʼ αὐτίκα μὲν τότε εἰσήγαγον εἰς στρατιὰν ὑμῶν οὖσαν ἐν Σάμῳ κωπέας, τῶν τετρακοσίων ἤδη τὰ πράγματα ἐνθάδε κατειληφότων, ὄντος μοι Ἀρχελάου ξένου πατρικοῦ καὶ διδόντος τέμνεσθαί<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τέμνεσθαί</foreign> Dobree: <foreign xml:lang="grc">γενέσθαι</foreign> codd.</note> τε καὶ ἐξάγεσθαι ὁπόσους ἐβουλόμην. τούτους τε εἰσήγαγον τοὺς κωπέας, καὶ παρόν μοι πέντε δραχμῶν τὴν τιμὴν αὐτῶν δέξασθαι οὐκ ἠθέλησα πράξασθαι πλέον ἢ ὅσου<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὅσου</foreign> A corr.: <foreign xml:lang="grc">ὅσον</foreign> A pr.</note> ἐμοὶ κατέστησαν· εἰσήγαγον δὲ σῖτόν τε καὶ χαλκόν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="12"><p>καὶ οἱ ἄνδρες ἐκεῖνοι ἐκ τούτων παρεσκευασμένοι ἐνίκησαν μετὰ ταῦτα Πελοποννησίους ναυμαχοῦντες, καὶ τὴν πόλιν ταύτην μόνοι ἀνθρώπων ἔσῳσαν ἐν τῷ τότε χρόνῳ. εἰ τοίνυν μεγάλων ἀγαθῶν αἴτια<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">αἴτια</foreign> Blass: <foreign xml:lang="grc">ἄξια</foreign> codd.</note> ὑμᾶς ἠργάσαντο ἐκεῖνοι, μέρος ἐγὼ οὐκ ἂν ἐλάχιστον δικαίως ταύτης τῆς αἰτίας ἔχοιμι. εἰ γὰρ τοῖς ἀνδράσιν ἐκείνοις τότε τὰ ἐπιτήδεια μὴ εἰσήχθη, οὐ περὶ τοῦ σῷσαι τὰς Ἀθήνας ὁ κίνδυνος ἦν αὐτοῖς μᾶλλον ἢ περὶ τοῦ μηδʼ αὐτοὺς σωθῆναι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>