<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2:13-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2:13-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="13"><p rend="align(indent)">τούτων τοίνυν οὕτως ἐχόντων οὐκ ὀλίγῳ μοι παρὰ γνώμην ηὑρέθη τὰ ἐνταῦθα πράγματα ἔχοντα. κατέπλευσα μὲν γὰρ ὡς ἐπαινεθησόμενος ὑπὸ τῶν ἐνθάδε προθυμίας τε ἕνεκα καὶ ἐπιμελείας τῶν ὑμετέρων πραγμάτων· πυθόμενοι δέ τινές με ἥκοντα τῶν τετρακοσίων ἐζήτουν τε παραχρῆμα, καὶ λαβόντες ἤγαγον εἰς τὴν βουλήν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="14"><p>εὐθὺς δὲ παραστάς μοι Πείσανδρος <q rend="double">ἄνδρες</q> ἔφη <q rend="double">βουλευταί, ἐγὼ τὸν ἄνδρα τοῦτον ἐνδεικνύω ὑμῖν σῖτόν τε εἰς τοὺς πολεμίους εἰσαγαγόντα καὶ κωπέας.</q> καὶ τὸ πρᾶγμα ἤδη πᾶν διηγεῖτο ὡς ἐπέπρακτο. ἐν δὲ τῶ τότε τὰ ἐναντία φρονοῦντες δῆλοι ἦσαν ἤδη οἱ ἐπὶ στρατιᾶς ὄντες τοῖς τετρακοσίοις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="15"><p rend="align(indent)">κἀγώ — θόρυβος γὰρ δὴ τοιοῦτος ἐγίγνετο τῶν βουλευτῶν — <del>καὶ</del><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> del. Reiske. Verbum post <foreign xml:lang="grc">καὶ</foreign> excidisse putat Fuhr.</note> ἐπειδὴ ἐγίγνωσκον ἀπολούμενος, εὐθὺς προσπηδῶ πρὸς τὴν ἑστίαν καὶ λαμβάνομαι τῶν ἱερῶν. ὅπερ μοι καὶ πλείστου ἄξιον ἐγένετο<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἐγένετο</foreign> Emperius: <foreign xml:lang="grc">ἐγίνετο</foreign> codd.</note> ἐν τῷ τότε· εἰς γὰρ τοὺς θεοὺς ἔχοντα ὀνείδη οὗτοί με<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἔχοντα ὀνείδη οὗτοί με</foreign> Sauppe: <foreign xml:lang="grc">εἶχον τὰ ὀνείδη οὗτοι, οἵ με</foreign> codd.</note> μᾶλλον τῶν ἀνθρώπων ἐοίκασι κατελεῆσαι, βουληθέντων τε αὐτῶν ἀποκτεῖναί με οὗτοι ἦσαν οἱ διασῴσαντες. δεσμά τε ὕστερον καὶ κακὰ ὅσα τε καὶ οἷα τῷ σώματι ἠνεσχόμην, μακρὸν ἂν εἴη μοι λέγειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="16"><p>οὗ δὴ καὶ μάλιστʼ ἐμαυτὸν ἀπωλοφυράμην· ὅστις τοῦτο μὲν ἐν ᾧ ἐδόκει ὁ δῆμος κακοῦσθαι, ἐγὼ ἀντὶ τούτου κακὰ εἶχον, τοῦτο δὲ ἐπειδὴ ἐφαίνετο <add>εὖ</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">εὖ</foreign> add. Ald.</note> ὑπʼ ἐμοῦ πεπονθώς, πάλιν αὖ καὶ διὰ τοῦτʼ ἐγὼ ἀπωλλύμην.<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀπωλλύμην</foreign> ci. Bekker: <foreign xml:lang="grc">ἀπολοίμην</foreign> codd.</note> ὥστε ὁδόν τε καὶ πόρον μηδαμῇ ἔτι εἶναί μοι εὐθαρσεῖν· ὅποι<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ὅποι</foreign> Reiske: <foreign xml:lang="grc">ὅπου</foreign> codd.</note> γὰρ τραποίμην, πάντοθεν κακόν τί μοι ἐφαίνετο ἑτοιμαζόμενον. ἀλλʼ ὅμως καὶ ἐκ τούτων τοιούτων ὄντων ἀπαλλαγεὶς οὐκ ἔστιν ὅ τι ἕτερον ἔργον περὶ πλείονος ἐποιούμην ἢ τὴν πόλιν ταύτην ἀγαθόν τι ἐργάσασθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="17"><p rend="align(indent)">ὁρᾶν δὲ χρή, ὦ Ἀθηναῖοι, ὅσῳ τὰ τοιαῦτα τῶν ὑπουργημάτων διαφέρει. τοῦτο μὲν γὰρ ὅσοι τῶν πολιτῶν τὰ ὑμέτερα πράγματα διαχειρίζοντες ἀργύριον ὑμῖν ἐκπορίζουσιν, ἄλλο τι ἢ τὰ ὑμέτερα ὑμῖν διδόασι; τοῦτο δὲ ὅσοι στρατηγοὶ γενόμενοι καλόν τι τὴν πόλιν κατεργάζονται, τί ἄλλο ἢ μετὰ τῆς τῶν ὑμετέρων σωμάτων ταλαιπωρίας τε καὶ κινδύνων, καὶ ἔτι τῶν κοινῶν χρημάτων δαπάνης, ποιοῦσιν ὑμᾶς εἴ τι τυγχάνουσιν ἀγαθόν; ἐν ᾧ καὶ ἄν τι ἐξαμάρτωσιν, οὐκ αὐτοὶ τῆς σφετέρας αὐτῶν ἁμαρτίας δίκην διδόασιν, ἀλλʼ ὑμεῖς ὑπὲρ τῶν ἐκείνοις ἡμαρτημένων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="18"><p>ἀλλʼ ὅμως οὗτοι στεφανοῦνταί γε ὑφʼ ὑμῶν καὶ ἀνακηρύττονται ὡς ὄντες ἄνδρες ἀγαθοί. καὶ οὐκ ἐρῶ ὡς οὐ δικαίως· μεγάλη γὰρ ἐστιν ἀρετή, ὅστις τὴν ἑαυτοῦ πόλιν ὁτῳοῦν δύναται τρόπῳ ἀγαθόν τι ἐργάζεσθαι. ἀλλʼ οὖν γιγνώσκειν γε χρὴ ὅτι ἐκεῖνος ἂν εἴη πολὺ πλείστου ἄξιος ἀνήρ, ὅστις τοῖς ἑαυτοῦ παρακινδυνεύων χρήμασί τε καὶ σώματι τολμῴη ἀγαθόν τι ποιεῖν τοὺς ἑαυτοῦ πολίτας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="19"><p rend="align(indent)">ἐμοὶ τοίνυν τὰ μὲν ἤδη εἰς ὑμᾶς πεπραγμένα σχεδόν τι ἅπαντες ἂν εἰδεῖτε, τὰ δὲ μέλλοντά τε καὶ ἤδη πραττόμενα ἄνδρες ὑμῶν πεντακόσιοι ἐν ἀπορρήτῳ ἴσασιν <del>ἡ βουλή</del><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἡ βουλή</foreign> del. Valckenaer.</note>. οὓς πολλῷ δήπου εἰκὸς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">εἰκὸς</foreign> Ald.: <foreign xml:lang="grc">εἰς</foreign> codd.</note> ἧττον ἄν τι ἐξαμαρτεῖν, ἢ εἰ ὑμᾶς δέοι ἀκούσαντάς τι ἐν τῷ παραχρῆμα νῦν διαβουλεύσασθαι. οἱ μέν γε σχολῇ περὶ τῶν εἰσαγγελλομένων σκοποῦνται, ὑπάρχει τε αὐτοῖς, ἐάν τι ἐξαμαρτάνωσιν, αἰτίαν ἔχειν καὶ λόγον αἰσχρὸν ἐκ τῶν ἄλλων πολιτῶν· ὑμῖν δὲ οὐκ εἰσὶν ἕτεροι ὑφʼ ὧν αἰτίαν <add>ἂν</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> add. Dobree. Ante <foreign xml:lang="grc">αἰτίαν</foreign> Lipsius.</note> ἔχοιτε· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="20"><p>τὰ γὰρ ὑμέτερα αὐτῶν ἐφʼ ὑμῖν δικαίως ἐστὶ καὶ εὖ καὶ κακῶς, ἐὰν βούλησθε, διαθέσθαι. ἅ γε μέντοι ἔξω τῶν ἀπορρήτων οἷόν τέ<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">οἷόν τέ</foreign> Stephanus: <foreign xml:lang="grc">οἷόν γέ</foreign> codd.</note> μοί ἐστιν εἰπεῖν εἰς ὑμᾶς ἤδη πεπραγμένα, ἀκούσεσθε. ἐπίστασθε γὰρ που ὡς ἠγγέλθη ὑμῖν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὑμῖν</foreign> Valckenaer: <foreign xml:lang="grc">ἡμῖν</foreign> codd.</note> ὅτι οὐ μέλλει ἐκ Κύπρου σῖτος ἥξειν ἐνταῦθα· ἐγὼ τοίνυν τοιοῦτός τε καὶ τοσοῦτος ἐγενόμην, ὥστε τοὺς ἄνδρας τοὺς ταῦτα βουλεύσαντας ἐφʼ ὑμῖν καὶ πράξαντας ψευσθῆναι τῆς αὑτῶν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">αὑτῶν</foreign> Baiter et Sauppe: <foreign xml:lang="grc">αὐτῶν</foreign> codd.</note> γνώμης. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>