<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2:31-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2:31-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="31"><p>οἵ τινες ὅρκους μεγάλους ὀμόσαντες οἴσετε τὴν ψῆφον περὶ ἐμοῦ, καὶ ἀρασάμενοι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀρασάμενοι</foreign> A corr.: <foreign xml:lang="grc">ἀράμενοι</foreign> vel <foreign xml:lang="grc">ἀσάμενοι</foreign> A pr.</note> τὰς μεγίστας ἀρὰς ὑμῖν τε αὐτοῖς καὶ παισὶ τοῖς ὑμετέροις αὐτῶν, ἦ μὴν ψηφιεῖσθαι περὶ ἐμοῦ τὰ δίκαια, πρὸς δὲ τούτοις μεμύησθε καὶ ἑοράκατε τοῖν θεοῖν τὰ ἱερά, ἵνα τιμωρήσητε μὲν τοὺς ἀσεβοῦντας, σῴζητε δὲ τοὺς μηδὲν ἀδικοῦντας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="32"><p>νομίσατε τοίνυν ἀσέβημα οὐδὲν ἔλαττον εἶναι τῶν μηδὲν ἠδικηκότων<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τῶν μηδὲν ἠδικηκότων</foreign> Lipsius: <foreign xml:lang="grc">τοὺς μηδὲν ἠδικηκότας</foreign> codd.</note> ἀσεβεῖν καταγνῶναι ἢ τοὺς ἠσεβηκότας μὴ τιμωρεῖσθαι. ὥστʼ ἐγὼ ὑμῖν πολὺ μᾶλλον τῶν κατηγόρων πρὸς τοῖν θεοῖν ἐπισκήπτω, ὑπέρ τε τῶν ἱερῶν ἃ εἴδετε, καὶ ὑπὲρ τῶν Ἑλλήνων οἳ τῆς ἑορτῆς ἕνεκα ἔρχονται δεῦρο· εἰ μέν τι ἠσέβηκα ἢ ὡμολόγηκα ἢ ἐμήνυσα κατά τινος ἀνθρώπων, ἢ ἄλλος τις περὶ ἐμοῦ, ἀποκτείνατέ με· οὐ παραιτοῦμαι· εἰ δὲ οὐδὲν ἡμάρτηταί μοι, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="33"><p>καὶ τοῦτο ὑμῖν ἀποδείκνυμι σαφῶς, δέομαι ὑμῶν αὐτὸ φανερὸν τοῖς Ἕλλησι πᾶσι ποιῆσαι, ὡς ἀδίκως εἰς τόνδε τὸν ἀγῶνα κατέστην. ἐὰν γὰρ μὴ μεταλάβῃ τὸ πεμπτὸν μέρος τῶν ψήφων καὶ ἀτιμωθῇ ὁ ἐνδείξας ἐμὲ Κηφίσιος οὑτοσί, οὐκ ἔξεστιν αὐτῷ εἰς τὸ ἱερὸν τοῖν θεοῖν εἰσιέναι, ἢ ἀποθανεῖται. εἰ οὖν ὑμῖν δοκῶ ἱκανῶς περὶ τούτων ἀπολελογῆσθαι, δηλώσατέ μοι, ἵνα προθυμότερον περὶ τῶν ἄλλων ἀπολογῶμαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="34"><p rend="align(indent)">περὶ δὲ τῶν ἀναθημάτων τῆς περικοπῆς καὶ τῆς μηνύσεως, ὥσπερ καὶ ὑπεσχόμην ὑμῖν, οὕτω καὶ ποιήσω· ἐξ ἀρχῆς γὰρ ὑμᾶς διδάξω ἅπαντα τὰ γεγενημένα. ἐπειδὴ Τεῦκρος ἦλθε Μεγαρόθεν, ἄδειαν εὑρόμενος μηνύει περί τε τῶν μυστηρίων ἃ ᾔδει καὶ ἐκ τῶν περικοψάντων τὰ ἀναθήματα ἀπογράφει<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ἐκ τῶν  . . .  ἀπογράφει</foreign> Lipsius: <foreign xml:lang="grc">καὶ τῶν  . . .  καὶ ἀπογράφει</foreign> Aldina, quem Bekker et Blass secuti sunt. <foreign xml:lang="grc">ἐκ τῶν  . . .  καὶ ἀπογράφει</foreign> codd.</note> δυοῖν δέοντας εἴκοσιν ἄνδρας. ἐπειδὴ δὲ οὗτοι ἀπεγράφησαν, οἱ μὲν αὐτῶν φεύγοντες ὤχοντο, οἱ δὲ συλληφθέντες ἀπέθανον κατὰ τὴν Τεύκρου μήνυσιν. καί μοι ἀνάγνωθι αὐτῶν τὰ ὀνόματα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="35"><p><quote type="names" rend="align(center)"><label>Ὀνόματα.</label>—Τεῦκρος ἐπὶ τοῖς Ἑρμαῖς ἐμήνυσεν Εὐκτήμονα, Γλαύκιππον, Εὐρύμαχον, Πολύευκτον, Πλάτωνα, Ἀντίδωρον, Χάριππον, Θεόδωρον, Ἀλκισθένη, Μενέστρατον, Ἐρυξίμαχον, Εὐφίλητον, Εὐρυδάμαντα, Φερεκλέα, Μέλητον, Τιμάνθη, Ἀρχίδαμον, Τελένικον.</quote></p><p rend="align(indent)">τούτων τοίνυν τῶν ἀνδρῶν οἱ μὲν ἥκουσι καὶ εἰσὶν ἐνθάδε, τῶν δὲ ἀποθανόντων εἰσὶ πολλοὶ προσήκοντες· ὧν ὅστις βούλεται, ἐν τῷ ἐμῷ λόγῳ ἀναβάς με ἐλεγξάτω ἢ ὡς ἔφυγέ τις διʼ ἐμὲ τούτων τῶν ἀνδρῶν ἢ ὡς ἀπέθανεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="36"><p rend="align(indent)">ἐπειδὴ δὲ ταῦτα ἐγένετο, Πείσανδρος καὶ Χαρικλῆς, ὄντες μὲν τῶν ζητητῶν, δοκοῦντες δʼ ἐν ἐκείνῳ τῷ χρόνῳ εὐνούστατοι εἶναι τῷ δήμῳ, ἔλεγον ὡς εἴη τὰ ἔργα τὰ γεγενημένα οὐκ ὀλίγων ἀνδρῶν ἀλλʼ ἐπὶ τῇ τοῦ δήμου καταλύσει, καὶ χρῆναι ἐπιζητεῖν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιζητεῖν</foreign> A pr.: <foreign xml:lang="grc">ἔτι ζητεῖν</foreign> A corr.</note> καὶ μὴ παύσασθαι. καὶ ἡ πόλις οὕτω διέκειτο, ὥστʼ ἐπειδὴ τὴν βουλὴν εἰς τὸ βουλευτήριον ὁ κῆρυξ ἀνείποι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀνείποι</foreign> Bekker: <foreign xml:lang="grc">ἀνείπη</foreign> codd.</note> ἰέναι καὶ τὸ σημεῖον καθέλοι, τῷ αὐτῷ σημείῳ ἡ μὲν βουλὴ εἰς τὸ βουλευτήριον ᾔει, οἱ δʼ ἐκ τῆς ἀγορᾶς ἔφευγον,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἔφευγον</foreign> Baiter: <foreign xml:lang="grc">ἔφυγον</foreign> codd.</note> δεδιότες εἷς ἕκαστος μὴ συλληφθείη. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="37"><p rend="align(indent)">ἐπαρθεὶς οὖν τοῖς τῆς πόλεως κακοῖς εἰσαγγέλλει Διοκλείδης<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">Διοκλείδης</foreign> Ald.: <foreign xml:lang="grc">δίο καὶ δὶς</foreign> codd.</note> εἰς τὴν βουλήν, φάσκων εἰδέναι τοὺς περικόψαντας τοὺς Ἑρμᾶς, καὶ εἶναι αὐτοὺς εἰς τριακοσίους· ὡς δʼ ἴδοι καὶ περιτύχοι τῷ πράγματι, ἔλεγε. καὶ τούτοις, ὦ ἄνδρες, δέομαι ὑμῶν προσέχοντας τὸν νοῦν ἀναμιμνῄσκεσθαι, ἐὰν ἀληθῆ λέγω, καὶ διδάσκειν ἀλλήλους· ἐν ὑμῖν γὰρ ἦσαν οἱ λόγοι, καί μοι ὑμεῖς τούτων μάρτυρές ἐστε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="38"><p rend="align(indent)">ἔφη γὰρ εἶναι μὲν ἀνδράποδόν οἱ ἐπὶ Λαυρείῳ, δεῖν δὲ κομίσασθαι ἀποφοράν. ἀναστὰς δὲ πρῲ ψευσθεὶς τῆς ὥρας βαδίζειν· εἶναι δὲ πανσέληνον. ἐπεὶ δὲ παρὰ τὸ προπύλαιον τοῦ Διονύσου ἦν, ὁρᾶν ἀνθρώπους πολλοὺς ἀπὸ τοῦ ᾠδείου καταβαίνοντας εἰς τὴν ὀρχήστραν· δείσας δὲ αὐτούς, εἰσελθὼν ὑπὸ τὴν σκιὰν καθέζεσθαι μεταξὺ τοῦ κίονος καὶ τῆς στήλης ἐφʼ ᾗ ὁ στρατηγός ἐστιν ὁ χαλκοῦς. ὁρᾶν δὲ ἀνθρώπους τὸν μὲν ἀριθμὸν μάλιστα<note anchored="true" resp="Loeb" xml:lang="lat">Verba <foreign xml:lang="grc">μὲν</foreign> et <foreign xml:lang="grc">μάλιστα</foreign> ex Galeno xviii. A, p. 450 addidit Sluiter.</note> τριακοσίους, ἑστάναι δὲ κύκλῳ ἀνὰ πέντε καὶ δέκα ἄνδρας, τοὺς δὲ ἀνὰ εἴκοσιν· ὁρῶν δὲ αὐτῶν πρὸς τὴν σελήνην τὰ πρόσωπα τῶν πλείστων<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τῶν πλείστων</foreign> A corr.: <foreign xml:lang="grc">τὰ πλεῖστα</foreign> A pr.</note> γιγνώσκειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="39"><p>καὶ πρῶτον μέν, ὦ ἄνδρες, τοῦθʼ ὑπέθετο, δεινότατον πρᾶγμα, οἶμαι, ὅπως ἐν ἐκείνῳ εἴη ὅντινα βούλοιτο Ἀθηναίων φάναι τῶν ἀνδρῶν τούτων εἶναι, ὅντινα δὲ μὴ βούλοιτο, λέγειν ὅτι οὐκ ἦν. ἰδὼν δὲ ταῦτʼ ἔφη ἐπὶ Λαύρειον ἰέναι, καὶ τῇ ὑστεραίᾳ ἀκούειν ὅτι οἱ Ἑρμαῖ εἶεν περικεκομμένοι· γνῶναι οὖν εὐθὺς ὅτι τούτων εἴη τῶν ἀνδρῶν τὸ ἔργον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="40"><p>ἥκων δὲ εἰς ἄστυ ζητητάς τε ἤδη ᾑρημένους καταλαμβάνειν καὶ μήνυτρα κεκηρυγμένα ἑκατὸν μνᾶς. ἰδὼν δὲ Εὔφημον τὸν Καλλίου τοῦ Τηλοκλέους ἀδελφὸν ἐν τῷ χαλκείῳ καθήμενον, ἀναγαγὼν αὐτὸν εἰς τὸ Ἡφαιστεῖον λέγειν ἅπερ ὑμῖν ἐγὼ εἴρηκα, ὡς ἴδοι ἡμᾶς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἡμᾶς</foreign> Ald.: <foreign xml:lang="grc">ὑμᾶς</foreign> codd.</note> ἐν ἐκείνῃ τῇ νυκτί· οὔκουν δέοιτο παρὰ τῆς πόλεως χρήματα λαβεῖν μᾶλλον ἢ παρʼ ἡμῶν, ὥσθʼ ἡμᾶς ἔχειν φίλους. εἰπεῖν οὖν τὸν Εὔφημον ὅτι καλῶς ποιήσειεν εἰπών, καὶ νῦν ἥκειν<note anchored="true" resp="Loeb" xml:lang="lat">Verba <foreign xml:lang="grc">καὶ νῦν ἥκειν</foreign> vix sana. <foreign xml:lang="grc">καὶ συνήκειν</foreign> Emperius.</note> κελεῦσαί οἱ εἰς τὴν Λεωγόρου οἰκίαν, <q rend="double">ἵνʼ ἐκεῖ συγγένῃ μέτʼ ἐμοῦ Ἀνδοκίδῃ καὶ ἑτέροις οἷς δεῖ.</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>