<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2:21-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2:21-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="21"><p rend="align(indent)">φέρε δὴ τοίνυν, εἰ καὶ ὁ πατὴρ ἐβούλετο ὑπομένειν, τοὺς φίλους ἂν οἴεσθε ἢ ἐπιτρέπειν αὐτῷ μένειν ἢ ἐγγυήσασθαι, ἀλλʼ οὐκ ἂν παραιτεῖσθαι καὶ δεῖσθαι ἀπιέναι ὅπου <del>ἂν</del><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> del. Dobree.</note> ἔμελλεν αὐτὸς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὸς</foreign> om. A pr.</note> σωθήσεσθαι ἐμέ τε οὐκ ἀπολεῖν; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="22"><p rend="align(indent)">ἀλλὰ γὰρ καὶ ὅτε Σπεύσιππον ἐδίωκεν ὁ πατὴρ τῶν παρανόμων, αὐτὰ ταῦτα ἔλεγεν, ὡς οὐδεπώποτε ἔλθοι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἔλθοι</foreign> apogr.: <foreign xml:lang="grc">ἔλθη</foreign> A.</note> εἰς Θημακὸν ὡς Φερεκλέα· ἐκέλευε δὲ βασανίσαι τὰ ἀνδράποδα, καὶ μὴ τοὺς μὲν παραδιδόντας μὴ ἐθέλειν ἐλέγχειν, τοὺς δὲ μὴ θέλοντας ἀναγκάζειν. ταῦτα δὲ λέγοντος τοῦ πατρὸς τοῦ ἐμοῦ, ὡς ἅπαντες ἴστε, τί ὑπελείπετο τῷ Σπευσίππῳ λέγειν, εἰ ἀληθῆ οἵδε λέγουσιν, ἀλλʼ ἢ <q rend="double">ὦ Λεωγόρα, τί βούλῃ περὶ θεραπόντων λέγειν; οὐχ ὁ υἱὸς οὑτοσὶ μεμήνυκε κατὰ σοῦ, καί φησί σε παρεῖναι ἐν Θημακῷ; ἔλεγχε σὺ τὸν πατέρα, ἢ οὐκ ἔστι σοι ἄδεια.</q> ταυτὶ ἔλεγεν ἂν ὁ Σπεύσιππος, ὦ ἄνδρες, ἢ οὔ; ἐγὼ μὲν οἶμαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="23"><p>εἰ τοίνυν ἀνέβην ἐπὶ δικαστήριον, ἢ λόγος τις περὶ ἐμοῦ ἐγένετο, ἢ μήνυσίς τις ἐμὴ ἔστιν ἢ<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἢ</foreign> Reiske: <foreign xml:lang="grc">ἡ</foreign> codd.</note> ἀπογραφή, μὴ ὅτι ἐμὴ καθʼ ἑτέρου, ἀλλʼ εἰ καὶ ἄλλου τινὸς κατʼ ἐμοῦ, ἐλεγχέτω με ὁ βουλόμενος ἐνταῦθα ἀναβάς. ἀλλὰ γὰρ λόγον ἀνοσιώτερον καὶ ἀπιστότερον<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀνοσιώτερον καὶ ἀπιστότερον</foreign> Reiske: <foreign xml:lang="grc">ἀνοσιώτατον καὶ ἀπιστότατον</foreign> codd.</note> οὐδένας πώποτʼ ἐγὼ εἰπόντας οἶδα, οἳ τοῦτο μόνον ἡγήσαντο δεῖν, τολμῆσαι κατηγορῆσαι· εἰ δʼ ἐλεγχθήσονται ψευδόμενοι, οὐδὲν αὐτοῖς ἐμέλησεν. ὥσπερ οὖν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="24"><p>εἰ ἀληθῆ ἦν ταῦτα ἅ μου<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">μου</foreign> Dobree: <foreign xml:lang="grc">με</foreign> codd.</note> κατηγόρησαν, ἐμοὶ ἂν ὠργίζεσθε καὶ ἠξιοῦτε δίκην τὴν μεγίστην ἐπιτιθέναι, οὕτως ἀξιῶ ὑμᾶς, γιγνώσκοντας ὅτι ψεύδονται, πονηρούς τε αὐτοὺς νομίζειν, χρῆσθαί τε τεκμηρίῳ ὅτι εἰ τὰ δεινότατα τῶν κατηγορηθέντων περιφανῶς ἐλέγχονται ψευδόμενοι, ἦ που τά γε πολλῷ φαυλότερα ῥᾳδίως ὑμῖν ἀποδείξω ψευδομένους αὐτούς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="25"><p rend="align(indent)">αἱ μὲν μηνύσεις ὧδε περὶ τῶν μυστηρίων αὗται ἐγένοντο τέτταρες· οἳ δὲ ἔφυγον<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἔφυγον</foreign> Blass: <foreign xml:lang="grc">ἔφυγον</foreign> codd.</note> καθʼ ἑκάστην μήνυσιν, ἀνέγνων ὑμῖν τὰ ὀνόματα αὐτῶν, καὶ οἱ μάρτυρες μεμαρτυρήκασιν. ἔτι δὲ πρὸς τούτοις ἐγὼ πιστότητος ὑμῶν ἕνεκα, ὦ ἄνδρες, τάδε ποιήσω. τῶν γὰρ φυγόντων<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">φυγόντων</foreign> Blass: <foreign xml:lang="grc">φευγόντων</foreign> codd.</note> ἐπὶ τοῖς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἐπὶ τοῖς</foreign> Reiske: <foreign xml:lang="grc">ἐν τοῖς</foreign> codd.</note> μυστηρίοις οἱ μέν τινες ἀπέθανον φεύγοντες, οἱ δʼ ἥκουσι καὶ εἰσὶν ἐνθάδε καὶ πάρεισιν ὑπʼ ἐμοῦ κεκλημένοι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="26"><p>ἐγὼ οὖν ἐν τῷ ἐμῷ λόγῳ δίδωμι τῷ βουλομένῳ ἐμὲ ἐλέγξαι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἐλέγξαι</foreign> A pr.: <foreign xml:lang="grc">ἐξελέγξαι</foreign> A corr.</note> ὅτι ἔφυγέ τις αὐτῶν διʼ ἐμὲ ἢ ἐμήνυσα κατά του,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">κατά του</foreign> Sluiter: <foreign xml:lang="grc">κατʼ αὐτοῦ</foreign> codd.</note> ἢ οὐχ ἕκαστοι ἔφυγον κατὰ τὰς μηνύσεις ταύτας ἃς ἐγὼ ὑμῖν ἀπέδειξα. καὶ ἐάν τις ἐλέγξῃ με ὅτι ψεύδομαι, χρήσασθέ μοι ὅ τι βούλεσθε. καὶ σιωπῶ, καὶ παραχωρῶ, εἴ τις ἀναβαίνειν βούλεται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="27"><p rend="align(indent)">φέρε δή, ὦ ἄνδρες, μετὰ ταῦτα τί ἐγένετο; ἐπειδὴ αἱ μηνύσεις ἐγένοντο, περὶ τῶν μηνύτρων — ἦσαν γὰρ κατὰ τὸ Κλεωνύμου ψήφισμα χίλιαι δραχμαί, κατὰ δὲ τὸ Πεισάνδρου μύριαι — περὶ δὲ τούτων ἠμφεσβήτουν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἠμφεσβήτουν</foreign> Lipsius: <foreign xml:lang="grc">ἡμφισβήτουν</foreign> codd.</note> οὗτοί τε οἱ μηνύσαντες καὶ Πυθόνικος, φάσκων πρῶτος εἰσαγγεῖλαι, καὶ Ἀνδροκλῆς ὑπὲρ τῆς βουλῆς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="28"><p>ἔδοξεν οὖν τῷ δήμῳ ἐν τῷ τῶν θεσμοθετῶν δικαστηρίω τοὺς μεμυημένους, ἀκούσαντας τὰς μηνύσεις<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">μηνύσεις</foreign> vulg.: <foreign xml:lang="grc">μυήδεις</foreign> A pr.: <foreign xml:lang="grc">μυνήδεις</foreign> A corr.</note> ἅς ἕκαστος ἐμήνυσε, διαδικάσαι. καὶ ἐψηφίσαντο πρώτῳ μὲν Ἀνδρομάχῳ, δευτέρῳ δὲ Τεύκρῳ, καὶ ἔλαβον Παναθηναίων τῷ ἀγῶνι Ἀνδρόμαχος μὲν μυρίας δραχμάς, Τεῦκρος δὲ χιλίας. καὶ μοι κάλει τούτων τοὺς μάρτυρας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="29"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">περὶ μὲν τῶν μυστηρίων, ὦ ἄνδρες, ὧν ἕνεκα ἡ ἔνδειξις ἐγένετο καὶ περὶ ὧν ὑμεῖς οἱ μεμυημένοι εἰσεληλύθατε, ἀποδέδεικταί μοι ὡς οὔτε ἠσέβηκα οὔτε μεμήνυκα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">μεμήνυκα</foreign> vulg.: <foreign xml:lang="grc">μεμύηκα</foreign> A pr.: <foreign xml:lang="grc">μεμύνηκα</foreign> A corr.</note> περὶ οὐδενὸς οὔτε ὡμολόγηκα περὶ αὐτῶν, οὐδὲ ἔστι μοι ἁμάρτημα περὶ τὼ θεὼ οὔτε μεῖζον οὔτʼ ἔλαττον οὐδὲ ἕν. ὅπερ ἐμοὶ περὶ πλείστου ἐστὶν ὑμᾶς πεῖσαι. καὶ γὰρ οἱ λόγοι τῶν κατηγόρων, <add>οἳ</add><note anchored="true" resp="Loeb" xml:lang="lat">Locus vexatus. <foreign xml:lang="grc">οἳ</foreign> add. Blass: <foreign xml:lang="grc">καὶ λόγους εἶπον</foreign> del. Helbig: alii alia.</note> ταῦτα τὰ δεινὰ καὶ φρικώδη ἀνωρθίαζον, καὶ λόγους εἶπον ὡς πρότερον ἑτέρων ἁμαρτόντων καὶ ἀσεβησάντων περὶ τὼ θεώ, οἷα ἕκαστος αὐτῶν ἔπαθε καὶ ἐτιμωρήθη — τούτων οὖν ἐμοὶ τῶν λόγων ἢ τῶν ἔργων τί προσήκει; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="30"><p>ἐγὼ γὰρ πολὺ μᾶλλον ἐκείνων κατηγορῶ, καὶ διʼ αὐτὸ τοῦτό φημι δεῖν ἐκείνους μὲν ἀπολέσθαι, ὅτι ἠσέβησαν, ἐμὲ δὲ σῴζεσθαι, ὅτι οὐδὲν ἡμάρτηκα. ἤ δεινόν γʼ ἂν εἴη, εἰ ἐμοὶ ὀργίζοισθε ἐπὶ τοῖς ἑτέρων ἁμαρτήμασι, καὶ τὴν εἰς ἐμὲ διαβολὴν εἰδότες ὅτι ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν λέγεται, κρείττω τῆς ἀληθείας ἡγήσαισθε.<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἡγήσαισθε</foreign> Reiske: <foreign xml:lang="grc">ἡγήσεσθε</foreign> codd.</note> δῆλον γὰρ ὅτι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">δῆλον γὰρ ὅτι</foreign> Naber: <foreign xml:lang="grc">δηλονότι γὰρ</foreign> codd.</note> τοῖς μὲν ἡμαρτηκόσι τὰ τοιαῦτα ἁμαρτήματα οὐκ ἔστιν ἀπολογία ὡς οὐκ ἐποίησαν· ἡ γὰρ βάσανος δεινὴ παρὰ τοῖς εἰδόσιν· ἐμοὶ δὲ ὁ ἔλεγχος ἥδιστος, ἐν οἷς ὑμῶν οὐδέν με δεῖ δεόμενον οὐδὲ παραιτούμενον σωθῆναι ἐπὶ τῇ τοιαύτῃ αἰτίᾳ, ἀλλʼ ἐλέγχοντα τοὺς τῶν κατηγόρων λόγους καὶ ὑμᾶς ἀναμιμνῄσκοντα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀναμιμνῄσκοντα</foreign> Reiske: <foreign xml:lang="grc">ἀναμιμνήσκω</foreign> codd.</note> τὰ γεγενημένα, </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>