<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2:121-140</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2:121-140</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="121"><p><q rend="double">εἰ δὲ μή, ἐγὼ ἐπιδικάσομαι.</q> γνοὺς ταῦτα Καλλίας λαγχάνει τῷ υἱεῖ τῷ ἑαυτοῦ τῆς ἐπικλήρου, τῇ δεκάτῃ ἱσταμένου, ἵνα μὴ ἐπιδικάσωμαι ἐγώ. ταῖς δʼ εἰκάσι, μυστηρίοις τούτοις, δοὺς Κηφισίῳ χιλίας δραχμὰς ἐνδείκνυσί με καὶ εἰς τὸν ἀγῶνα τοῦτον καθίστησιν. ἐπειδὴ δʼ ἑώρα με ὑπομένοντα, τίθησι τὴν ἱκετηρίαν, ὡς ἐμὲ μὲν ἀποκτενῶν ἄκριτον ἢ ἐξελῶν,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἐξελῶν</foreign> Valckenaer: <foreign xml:lang="grc">ἐξελὼν</foreign> codd.</note> αὐτὸς δὲ πείσας<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">πείσας</foreign> Scaliger: <foreign xml:lang="grc">πείσων</foreign> codd.</note> Λέαγρον χρήμασι συνοικήσων τῇ Ἐπιλύκου θυγατρί. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="122"><p rend="align(indent)">ἐπειδὴ δʼ οὐδʼ ὣς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">οὐδʼ ὣς</foreign> Bekker: <foreign xml:lang="grc">οὕτως</foreign> codd.</note> ἄνευ ἀγῶνος ἑώρα ἐσόμενα τὰ πράγματα, τότε δὴ προσιὼν Λυσίστρατον, Ἡγημόνα, Ἐπιχάρη, ὁρῶν φίλους ὄντας ἐμοὶ καὶ χρωμένους, εἰς τοῦτο βδελυρίας ἦλθε καὶ παρανομίας ὥστʼ ἔλεγε πρὸς τούτους ὡς εἰ ἔτι καὶ νῦν βουλοίμην ἀποστῆναι τῆς Ἐπιλύκου θυγατρός, ἕτοιμος εἴη παύσασθαί με κακῶς ποιῶν, ἀπαλλάξαι δὲ Κηφίσιον, δίκην δʼ ἐν τοῖς φίλοις δοῦναί μοι τῶν πεποιημένων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="123"><p>εἶπον αὐτῷ καὶ κατηγορεῖν καὶ παρασκευάζειν ἄλλους· εἰ δʼ ἐγὼ αὐτὸν ἀποφεύξομαι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀποφεύξομαι</foreign> Bekker: <foreign xml:lang="grc">ἀποφεύξαιμι</foreign> codd.</note> καὶ γνώσονται Ἀθηναῖοι περὶ ἐμοῦ τὰ δίκαια, ἐγὼ αὐτὸν οἶμαι περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ ἐν τῷ μέρει κινδυνεύσειν. ἅπερ αὐτὸν οὐ ψεύσομαι, ἐὰν ὑμῖν, ὦ ἄνδρες, δοκῇ. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τοὺς μάρτυρας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="124"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">ἀλλὰ γὰρ τὸν υἱὸν αὐτοῦ τοῦτον, ᾧ λαχεῖν ἠξίωσε τῆς Ἐπιλύκου θυγατρός, σκέψασθε πῶς γέγονε καὶ πῶς ἐποιήσατʼ αὐτόν· ταῦτα γὰρ καὶ ἄξιον ἀκοῦσαι, ὦ ἄνδρες. γαμεῖ μὲν Ἰσχομάχου θυγατέρα· ταύτῃ δὲ συνοικήσας οὐδʼ ἐνιαυτὸν τὴν μητέρα αὐτῆς ἔλαβε, καὶ συνῴκει ὁ πάντων σχετλιώτατος ἀνθρώπων τῇ μητρὶ καὶ τῇ θυγατρί, ἱερεὺς ὢν τῆς μητρὸς καὶ τῆς θυγατρός, καὶ εἶχεν ἐν τῇ οἰκίᾳ ἀμφοτέρας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="125"><p rend="align(indent)">καὶ οὗτος μὲν οὐκ ᾐσχύνθη οὐδʼ ἔδεισε τὼ θεώ· ἡ δὲ τοῦ Ἰσχομάχου θυγάτηρ τεθνάναι νομίσασα λυσιτελεῖν ἢ ζῆν ὁρῶσα τὰ γιγνόμενα, ἀπαγχομένη μεταξὺ κατεκωλύθη,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">κατεκωλύθη</foreign> Sluiter: <foreign xml:lang="grc">κατεκλίθη</foreign> codd.</note> καὶ ἐπειδὴ ἀνεβίω, ἀποδρᾶσα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀποδρᾶσα</foreign> Bekker<foreign xml:lang="grc"/>: <foreign xml:lang="grc">ἀποδράσασα</foreign>.</note> ἐκ τῆς οἰκίας ᾤχετο, καὶ ἐξήλασεν ἡ μήτηρ τὴν θυγατέρα. ταύτης δʼ αὖ διαπεπλησμένος ἐξέβαλε καὶ ταύτην. ἡ δʼ ἔφη κυεῖν ἐξ αὐτοῦ· καὶ ἐπειδὴ ἔτεκεν υἱόν, ἔξαρνος ἦν μὴ εἶναι ἐξ αὐτοῦ τὸ παιδίον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="126"><p>λαβόντες δὲ οἱ προσήκοντες τῇ γυναικὶ τὸ παιδίον ἧκον ἐπὶ τὸν βωμὸν Ἀπατουρίοις, ἔχοντες ἱερεῖον, καὶ ἐκέλευον κατάρξασθαι τὸν Καλλίαν. ὁ δʼ ἠρώτα τίνος εἴη τὸ παιδίον· ἔλεγον <q rend="double">Καλλίου τοῦ Ἱππονίκου.</q> <q rend="double">ἐγώ εἰμι οὗτος.</q> <q rend="double">καὶ ἔστι γε σὸν τὸ παιδίον.</q> λαβόμενος τοῦ βωμοῦ ὤμοσεν ἦ μὴν μὴ εἶναί <add>οἱ</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">οἱ</foreign> add. Muretus.</note> υἱὸν ἄλλον μηδὲ γενέσθαι πώποτε, εἰ μὴ Ἱππόνικον ἐκ τῆς Γλαύκωνος θυγατρός· ἢ ἐξώλη εἶναι καὶ αὐτὸν καὶ τὴν οἰκίαν, ὥσπερ ἔσται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="127"><p>μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες, ὑστέρῳ πάλιν χρόνῳ τῆς γραὸς τολμηροτάτης γυναικὸς ἀνηράσθη, καὶ κομίζεται αὐτὴν εἰς τὴν οἰκίαν, καὶ τὸν παῖδα ἤδη μέγαν ὄντα εἰσάγει εἰς Κήρυκας, φάσκων εἶναι υἱὸν αὑτοῦ.<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">αὑτοῦ</foreign> Baiter: <foreign xml:lang="grc">αὐτοῦ</foreign> codd.</note> ἀντεῖπε μὲν Καλλιάδης<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">Καλλιάδης</foreign> Valckenaer: <foreign xml:lang="grc">καλλίδης</foreign> codd.</note> μὴ εἰσδέξασθαι, ἐψηφίσαντο δὲ οἱ Κήρυκες κατὰ τὸν νόμον ὅς ἐστιν αὐτοῖς, τὸν πατέρα ὀμόσαντα εἰσάγειν ἦ μὴν υἱὸν ὄντα ἑαυτοῦ εἰσάγειν. λαβόμενος τοῦ βωμοῦ ὤμοσεν ἦ μὴν τὸν παῖδα ἑαυτοῦ εἶναι γνήσιον, ἐκ Χρυσίλλης<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">Χρυσίλλης</foreign> Jernstedt: <foreign xml:lang="grc">χρυσιάδης</foreign> codd.</note> γεγονότα· ὃν ἀπώμοσε. καὶ μοι τούτων ἁπάντων τοὺς μάρτυρας κάλει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="128"><p rend="align(center)"><label><add>Μάρτυρες</add></label></p><note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">Μάρτυρες</foreign> add. Ald.</note><p rend="align(indent)">φέρε δὴ τοίνυν, ὦ ἄνδρες, σκεψώμεθα εἰ πώποτε ἐν τοῖς Ἕλλησι πρᾶγμα τοιοῦτον ἐγένετο, ὅπου γυναῖκά τις γήμας ἐπέγημε τῇ θυγατρὶ τὴν μητέρα καὶ ἐξήλασεν ἡ μήτηρ τὴν θυγατέρα· ταύτῃ δὲ συνοικῶν βούλεται τὴν Ἐπιλύκου θυγατέρα λαβεῖν, ἵνʼ ἐξελάσῃ τὴν τήθην ἡ θυγατριδῆ. ἀλλὰ γὰρ τῷ παιδὶ αὐτοῦ τί χρὴ τοὔνομα θέσθαι; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="129"><p>οἶμαι γὰρ ἔγωγε οὐδένα οὕτως ἀγαθὸν εἶναι λογίζεσθαι, ὅστις ἐξευρήσει τοὔνομα αὐτοῦ. τριῶν γὰρ οὐσῶν γυναικῶν αἷς συνῳκηκὼς ἔσται ὁ πατὴρ αὐτοῦ, τῆς μὲν υἱός ἐστιν, ὥς φησι, τῆς δὲ ἀδελφός, τῆς δὲ θεῖος. τίς ἂν εἴη οὗτος; Οἰδίπους, ἢ Αἴγισθος; ἢ τί χρὴ αὐτὸν ὀνομάσαι; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="130"><p rend="align(indent)">ἀλλὰ γάρ, ὦ ἄνδρες, βραχύ τι ὑμᾶς ἀναμνῆσαι περὶ Καλλίου βούλομαι. εἰ γὰρ μέμνησθε, ὅτε ἡ πόλις ἦρχε τῶν Ἑλλήνων καὶ ηὐδαιμόνει μάλιστα, Ἱππόνικος δὲ ἦν πλουσιώτατος τῶν Ἑλλήνων, τότε μέντοι πάντες ἴστε ὅτι παρὰ τοῖς παιδαρίοις τοῖς μικροτάτοις καὶ τοῖς γυναίοις κληδὼν ἐν ἁπάσῃ τῇ πόλει κατεῖχεν,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">κατεῖχεν</foreign> Blass: <foreign xml:lang="grc">κατέσχεν</foreign> codd.</note> ὅτι Ἱππόνικος ἐν τῇ οἰκίᾳ ἀλιτήριον τρέφει, ὃς αὐτοῦ τὴν τράπεζαν ἀνατρέπει. μέμνησθε ταῦτα, ὦ ἄνδρες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="131"><p>πῶς οὖν ἡ φήμη ἡ τότε οὖσα δοκεῖ ὑμῖν ἀποβῆναι; οἰόμενος γὰρ Ἱππόνικος υἱὸν τρέφειν ἀλιτήριον αὑτῷ ἔτρεφεν, ὃς ἀνατέτροφεν ἐκείνου τὸν πλοῦτον, τὴν σωφροσύνην, τὸν ἄλλον βίον ἅπαντα. οὕτως οὖν χρὴ περὶ τούτου γιγνώσκειν, ὡς ὄντος Ἱππονίκου ἀλιτηρίου. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="132"><p rend="align(indent)">ἀλλὰ γάρ, ὦ ἄνδρες, διὰ τί ποτε τοῖς ἐμοὶ νυνὶ ἐπιτιθεμένοις μετὰ Καλλίου καὶ συμπαρασκευάσασι τὸν ἀγῶνα καὶ χρήματα εἰσενεγκοῦσιν ἐπʼ ἐμοὶ τρία μὲν ἔτη ἐπιδημῶν καὶ ἥκων ἐκ Κύπρου οὐκ ἀσεβεῖν ἐδόκουν αὐτοῖς, μυῶν μὲν Ἀ . . .  Δελφόν,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">Ἀ  . . .  Δελφόν</foreign> Bekker: <foreign xml:lang="grc">ἀδελφόν</foreign> codd.</note> ἔτι δὲ ἄλλους ξένους ἐμαυτοῦ, καὶ εἰσιὼν εἰς τὸ Ἐλευσίνιον καὶ θύων, ὥσπερ ἐμαυτὸν ἄξιον νομίζω εἶναι· ἀλλὰ τοὐναντίον λῃτουργεῖν οὗτοι προὐβάλλοντο, πρῶτον μὲν γυμνασίαρχον Ἡφαιστίοις, ἔπειτα ἀρχεθέωρον εἰς Ἰσθμὸν καὶ Ὀλυμπίαζε, εἶτα δὲ ταμίαν ἐν πόλει τῶν ἱερῶν χρημάτων. νῦν δὲ ἀσεβῶ καὶ ἀδικῶ εἰσιὼν εἰς τὰ ἱερά. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="133"><p rend="align(indent)">ἐγὼ ὑμῖν ἐρῶ διότι οὗτοι ταῦτα νῦν γιγνώσκουσιν. Ἀγύρριος γὰρ οὑτοσί, ὁ καλὸς κἀγαθός, ἀρχώνης<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἀρχώνης</foreign> Valckenaer: <foreign xml:lang="grc">ἄρχων εἷς</foreign> codd.</note> ἐγένετο τῆς πεντηκοστῆς τρίτον ἔτος, καὶ ἐπρίατο τριάκοντα ταλάντων, μετέσχον δʼ αὐτῷ<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">αὐτῷ</foreign> Reiske: <foreign xml:lang="grc">αὐτοὶ</foreign> codd.</note> οὗτοι πάντες οἱ παρασυλλεγέντες ὑπὸ τὴν λεύκην, οὓς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">λεύκην, οὓς</foreign> Muretus: <foreign xml:lang="grc">λευκὴν τὸ πόσους</foreign>codd.</note> ὑμεῖς ἴστε οἷοί εἰσιν· οἳ διὰ τοῦτο ἔμοιγε δοκοῦσι συλλεγῆναι ἐκεῖσε, ἵνʼ αὐτοῖς ἀμφότερα ᾖ, καὶ μὴ ὑπερβάλλουσι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὑπερβάλλουσι</foreign> Stephanus: <foreign xml:lang="grc">ὑπερβάλλωσι</foreign> codd.</note> λαβεῖν ἀργύριον καὶ ὀλίγου πραθείσης μετασχεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="134"><p>κερδήναντες δὲ ἓξ<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἓξ</foreign> Reiske: <foreign xml:lang="grc">τρία</foreign> codd.</note> τάλαντα, γνόντες τὸ πρᾶγμα οἷον εἴη, <del>ὡς πολλοῦ ἄξιον,</del><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὡς πολλοῦ ἄξιον</foreign> del. Sluiter.</note> συνέστησαν πάντες, καὶ μεταδόντες τοῖς ἄλλοις ἐωνοῦντο πάλιν τριάκοντα ταλάντων. ἐπεὶ δʼ οὐκ ἀντεωνεῖτο οὐδείς, παρελθὼν ἐγὼ εἰς τὴν βουλὴν ὑπερέβαλλον, ἕως ἐπριάμην ἓξ καὶ τριάκοντα ταλάντων. ἀπελάσας δὲ τούτους καὶ καταστήσας ὑμῖν ἐγγυητὰς ἐξέλεξα τὰ χρήματα καὶ κατέβαλον τῇ πόλει καὶ αὐτὸς οὐκ ἐζημιώθην, ἀλλὰ καὶ βραχέα ἀπεκερδαίνομεν οἱ μετασχόντες· τούτους δʼ ἐποίησα τῶν ὑμετέρων μὴ διανείμασθαι ἓξ τάλαντα ἀργυρίου. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="135"><p rend="align(indent)">ἃ οὗτοι γνόντες ἔδοσαν σφίσιν αὐτοῖς λόγον, ὅτι <q rend="double">ἅνθρωπος<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἄνθρωπος</foreign> Blass: <foreign xml:lang="grc">ἄνθρωπος</foreign> codd.</note> οὑτοσὶ οὔτε αὐτὸς λήψεται τῶν κοινῶν χρημάτων οὔθʼ ἡμᾶς ἐάσει, φυλάξει δὲ καὶ ἐμποδὼν ἔσται διανείμασθαι τὰ κοινά· πρὸς δὲ τούτοις, ὃν ἂν ἡμῶν ἀδικοῦντα λάβῃ, εἰσάξει εἰς τὸ πλῆθος τὸ<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τὸ</foreign> Fuhr: <foreign xml:lang="grc">τῶν</foreign> codd.</note> Ἀθηναίων καὶ ἀπολεῖ. δεῖ οὖν τοῦτον ἐκποδὼν ἡμῖν<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἡμῖν</foreign> Reiske: <foreign xml:lang="grc">ὑμῖν</foreign> codd.</note> εἶναι καὶ δικαίως καὶ ἀδίκως.</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="136"><p>ταῦτα μὲν οὖν, ὦ ἄνδρες δικασταί, τούτοις ποιητέα ἦν, ὑμῖν δέ γε <add>τὸ</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τὸ</foreign> add. Sluiter.</note> ἐναντίον τούτων· ὡς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὡς</foreign> Blass: <foreign xml:lang="grc">τοὺς</foreign> codd.</note> γὰρ πλείστους εἶναι ὑμῖν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὑμῖν</foreign> Reiske: <foreign xml:lang="grc">ἡμῖν</foreign> codd.</note> ἤθελον ἂν τοιούσδε οἷόσπερ ἐγώ, τούτους δὲ μάλιστα <add>μὲν</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign> add. Bekker.</note> ἀπολωλέναι, εἰ δὲ μή, εἶναι τοὺς μὴ ἐπιτρέψοντας αὐτοῖς, οἷς καὶ προσήκει ἀνδράσιν εἶναι καὶ ἀγαθοῖς καὶ δικαίοις περὶ τὸ πλῆθος τὸ ὑμέτερον, καὶ βουλόμενοι δυνήσονται εὖ ποιεῖν ὑμᾶς. ἐγὼ οὖν ὑμῖν ὑπισχνοῦμαι ἢ παύσειν τούτους ταῦτα ποιοῦντας καὶ βελτίους παρέξειν, ἢ εἰς ὑμᾶς εἰσαγαγὼν κολάσειν τοὺς ἀδικοῦντας αὐτῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="137"><p rend="align(indent)">κατηγόρησαν δέ μου καὶ περὶ τῶν ναυκληριῶν καὶ περὶ τῆς ἐμπορίας, ὡς ἄρα οἱ θεοὶ διὰ τοῦτό με ἐκ τῶν κινδύνων σῴσαιεν, ἵνα ἐλθὼν δεῦρο, ὡς ἔοικεν, ὑπὸ Κηφισίου ἀπολοίμην. ἐγὼ δέ, ὦ Ἀθηναῖοι, οὐκ ἀξιῶ τοὺς θεοὺς τοιαύτην γνώμην ἔχειν, ὥστʼ εἰ ἐνόμιζον ὑπʼ ἐμοῦ ἀδικεῖσθαι, λαμβάνοντάς με ἐν τοῖς μεγίστοις μεγίστοις κινδύνοις μὴ τιμωρεῖσθαι. τίς γὰρ κίνδυνος μείζων ἀνθρώποις ἢ χειμῶνος ὥρᾳ πλεῖν τὴν θάλατταν; ἐν οἷς ἔχοντες μὲν τὸ σῶμα τοὐμόν, κρατοῦντες δὲ τοῦ βίου καὶ τῆς οὐσίας τῆς ἐμῆς, εἶτα ἔσῳζον; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="138"><p>οὐκ ἐξῆν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">οὐκ ἐξῆν</foreign> Stephanus: <foreign xml:lang="grc">οὐ πεζὴν</foreign> codd.</note> αὐτοῖς ποιῆσαι μηδὲ ταφῆς τὸ σῶμα ἀξιωθῆναι; ἔτι δὲ πολέμου γενομένου καὶ τριήρων ἀεὶ κατὰ θάλατταν οὐσῶν καὶ λῃστῶν, ὑφʼ ὧν πολλοὶ ληφθέντες, ἀπολέσαντες τὰ ὄντα, δουλεύοντες τὸν βίον διετέλεσαν, οὔσης δὲ χώρας βαρβάρου, εἰς ἣν πολλοὶ ἤδη ἐκπεσόντες αἰκείαις ταῖς μεγίσταις περιέπεσον καὶ τὰ σφέτερα αὐτῶν σώματα αἰκισθέντες ἀπέθανον, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="139"><p>— εἶτα οἱ μὲν θεοὶ ἐκ τοσούτων κινδύνων ἔσῳζόν με, σφῶν δὲ αὐτῶν προὐστήσαντο τιμωρὸν γενέσθαι Κηφίσιον τὸν πονηρότατον Ἀθηναίων, ὧν οὗτός φησι πολίτης εἶναι οὐκ ὤν, ᾧ οὐδʼ ὑμῶν τῶν καθημένων οὐδεὶς ἂν ἐπιτρέψειεν οὐδὲν τῶν ἰδίων, εἰδὼς τοῦτον οἷός ἐστιν; ἐγὼ μὲν οὖν, ὦ ἄνδρες, ἡγοῦμαι χρῆναι νομίζειν τοὺς τοιούτους κινδύνους ἀνθρωπίνους, τοὺς δὲ κατὰ θάλατταν θείους. εἴπερ οὖν δεῖ τὰ τῶν θεῶν ὑπονοεῖν, πάνυ<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">πάνυ</foreign> Reiske: <foreign xml:lang="grc">πολὺ</foreign> codd.</note> ἂν αὐτοὺς οἶμαι ἐγὼ ὀργίζεσθαι καὶ ἀγανακτεῖν, εἰ τοὺς ὑφʼ ἑαυτῶν σῳζομένους ὑπʼ ἀνθρώπων<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀνθρώπων</foreign> Hertlein: <foreign xml:lang="grc">ἄλλων</foreign> codd.</note> ἀπολλυμένους ὁρῷεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="140"><p rend="align(indent)">καὶ μὲν δὴ καὶ τάδε ὑμῖν ἄξιον, ὦ ἄνδρες, ἐνθυμηθῆναι, ὅτι νυνὶ πᾶσι τοῖς Ἕλλησιν ἄνδρες ἄριστοι καὶ εὐβουλότατοι δοκεῖτε γεγενῆσθαι, οὐκ ἐπὶ τιμωρίαν τραπόμενοι τῶν γεγενημένων, ἀλλʼ ἐπὶ σωτηρίαν τῆς πόλεως καὶ ὁμόνοιαν τῶν πολιτῶν. συμφοραὶ μὲν γὰρ ἤδη καὶ ἄλλοις πολλοῖς ἐγένοντο οὐκ ἐλάττους ἢ καὶ ἡμῖν· τὸ δὲ τὰς γενομένας διαφορὰς πρὸς ἀλλήλους θέσθαι καλῶς, τοῦτʼ εἰκότως ἤδη δοκεῖ ἀνδρῶν ἀγαθῶν καὶ σωφρόνων ἔργον εἶναι. ἐπειδὴ τοίνυν παρὰ πάντων ὁμολογουμένως ταῦθʼ ὑμῖν ὑπάρχει, καὶ εἴ τις φίλος ὢν τυγχάνει καὶ εἴ τις ἐχθρός, μὴ μεταγνῶτε, μηδὲ βούλεσθε<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">βούλεσθε</foreign> Reiske: <foreign xml:lang="grc">βουλεύεσθε</foreign> codd.</note> τὴν πόλιν ἀποστερῆσαι ταύτης τῆς δόξης, μηδὲ αὐτοὶ δοκεῖν τύχῃ ταῦτα μᾶλλον ἢ γνώμῃ ψηφίσασθαι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>