<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2:111-120</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2:111-120</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="111"><p rend="align(indent)">ἐπειδὴ γὰρ ἤλθομεν Ἐλευσινόθεν καὶ ἡ ἔνδειξις ἐγεγένητο, προσῄει <add>τοῖς πρυτάνεσιν</add><note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">τοῖς πρυτάνεσιν</foreign> add. Blass.</note> ὁ βασιλεὺς περὶ τῶν γεγενημένων Ἐλευσῖνι κατὰ τὴν τελετήν, ὥσπερ ἔθος ἐστίν· οἱ δὲ πρυτάνεις προσάξειν ἔφασαν αὐτὸν πρὸς τὴν βουλήν, ἐπαγγεῖλαί<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἐπαγγεῖλαι</foreign> Bekker: <foreign xml:lang="grc">ἀπαγγεῖλαι</foreign> codd.</note> τʼ ἐκέλευον ἐμοί τε καὶ Κηφισίῳ παρεῖναι εἰς τὸ Ἐλευσίνιον· ἡ γὰρ βουλὴ ἐκεῖ καθεδεῖσθαι ἔμελλε κατὰ τὸν Σόλωνος νόμον, ὃς κελεύει τῇ ὑστεραίᾳ τῶν μυστηρίων ἕδραν ποιεῖν ἐν τῷ Ἐλευσινίῳ. καὶ παρῆμεν κατὰ τὰ προειρημένα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="112"><p>καὶ ἡ βουλὴ ἐπειδὴ ἦν πλήρης, ἀναστὰς Καλλίας ὁ Ἱππονίκου τὴν σκευὴν ἔχων λέγει ὅτι ἱκετηρία κεῖται ἐπὶ τοῦ βωμοῦ, καὶ ἔδειξεν αὐτοῖς. κᾆθʼ ὁ κῆρυξ ἐκήρυττε τίς τὴν ἱκετηρίαν καταθείη, καὶ οὐδεὶς ὑπήκουεν. ἡμεῖς δὲ παρέσταμεν, καὶ οὗτος ἡμᾶς ἑώρα. ἐπειδὴ δὲ οὐδεὶς ὑπήκουεν καὶ ᾤχετο εἰσιὼν <add>ὁ</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὁ</foreign> add. Blass. Post <foreign xml:lang="grc">εἰσίων</foreign> interpungunt alii, inter praeconem Euclemque distinguentes.</note> ἐπεξελθὼν Εὐκλῆς οὑτοσί, — καί μοι κάλει αὐτόν. πρῶτα μὲν οὖν ταῦτα εἰ ἀληθῆ λέγω, μαρτύρησον, Εὔκλεις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="113"><p rend="align(center)"><label><add>Μαρτυρία</add></label><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">Μαρτυρία</foreign> add. Ald.</note></p><p rend="align(indent)">ὡς μὲν ἀληθῆ λέγω, μεμαρτύρηται· πολὺ δέ μοι δοκεῖ τὸ ἐναντίον εἶναι ἢ οἱ κατήγοροι εἶπον. ἔλεξαν γάρ, εἰ μέμνησθε, ὅτι αὐτώ με τὼ θεὼ παραγάγοιεν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">παραγάγοιεν</foreign> Dobree: <foreign xml:lang="grc">περιαγάγοιεν</foreign> codd.</note> ὥστε θεῖναι τὴν ἱκετηρίαν μὴ εἰδότα τὸν νόμον, ἵνα δῶ δίκην. ἐγὼ δέ, ὦ ἄνδρες, εἰ ὡς μάλιστα ἀληθῆ λέγουσιν οἱ κατήγοροι, ὑπʼ αὐτοῖν με<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">με</foreign> Reiske: <foreign xml:lang="grc">μὲν</foreign> codd.</note> φημὶ τοῖν θεοῖν σεσῷσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="114"><p>εἰ γὰρ ἔθηκα μὲν τὴν ἱκετηρίαν, ὑπήκουσα δὲ μή, ἄλλο τι ἢ αὐτὸς μὲν αὑτὸν ἀπώλλυον τιθεὶς τὴν ἱκετηρίαν, ἐσῳζόμην δὲ τῇ τύχῃ διὰ τὸ μὴ ὑπακοῦσαι, δῆλον ὅτι διὰ τὼ θεώ; εἰ γὰρ ἐβουλέσθην με ἀπολλύναι τὼ θεώ, ἐχρῆν δήπου καὶ μὴ θέντα με τὴν ἱκετηρίαν ὁμολογῆσαι. ἀλλʼ οὔτε ὑπήκουσα οὔτʼ ἔθηκα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="115"><p rend="align(indent)">ἐπειδὴ δʼ ἔλεγε τῇ βουλῇ Εὐκλῆς ὅτι οὐδεὶς ὑπακούοι, πάλιν ὁ Καλλίας <add>ἀνα</add>στὰς<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἀναστὰς</foreign> Baiter: <foreign xml:lang="grc">στὰς</foreign> codd.</note> ἔλεγεν ὅτι εἴη νόμος πάτριος, εἴ τις ἱκετηρίαν θείη ἐν τῷ Ἐλευσινίῳ, ἄκριτον ἀποθανεῖν, καὶ ὁ πατήρ ποτʼ αὐτοῦ Ἱππόνικος ἐξηγήσαιτο<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἐξηγήσαιτο</foreign> Dobree: <foreign xml:lang="grc">ἐξηγήσατο</foreign> codd.</note> ταῦτα Ἀθηναίοις, ἀκούσειε δὲ ὅτι ἐγὼ θείην τὴν ἱκετηρίαν. ἐντεῦθεν ἀναπηδᾷ Κέφαλος οὑτοσὶ καὶ λέγει· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="116"><p><q rend="double">ὦ Καλλία, πάντων ἀνθρώπων ἀνοσιώτατε, πρῶτον μὲν ἐξηγῇ Κηρύκων ὤν,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">Κηρύκων ὤν</foreign> Reiske: <foreign xml:lang="grc">κηρύκων ὧν</foreign> codd.</note> οὐχ ὅσιον <add>ὄν</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὄν</foreign> add. Frohberger.</note> σοι ἐξηγεῖσθαι· ἔπειτα δὲ νόμον πάτριον λέγεις, ἡ δὲ στήλη παρʼ ᾗ ἕστηκας χιλίας δραχμὰς κελεύει ὀφείλειν, ἐάν τις ἱκετηρίαν θῇ ἐν τῷ Ἐλευσινίῳ. ἔπειτα δὲ τίνος ἤκουσας ὅτι Ἀνδοκίδης θείη τὴν ἱκετηρίαν; κάλεσον αὐτὸν τῇ βουλῇ, ἵνα καὶ ἡμεῖς ἀκούσωμεν.</q> ἐπειδὴ δὲ ἀνεγνώσθη ἡ στήλη κἀκεῖνος οὐκ εἶχεν εἰπεῖν ὅτου ἤκουσε, καταφανὴς ἦν τῇ βουλῇ αὐτὸς θεὶς τὴν ἱκετηρίαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="117"><p rend="align(indent)">φέρε δὴ τοίνυν, ὦ ἄνδρες — τάχα γὰρ ἂν αὐτὸ βούλοισθε<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">βούλοισθε</foreign> Dobree: <foreign xml:lang="grc">βούλεσθε</foreign> codd.</note> πυθέσθαι —, ὁ δὲ Καλλίας τί βουλόμενος ἐτίθη τὴν ἱκετηρίαν; ἐγὼ δὲ ὑμῖν διηγήσομαι ὧν ὑπʼ αὐτοῦ ἕνεκα ἐπεβουλεύθην. Ἐπίλυκος ἦν ὁ Τεισάνδρου θεῖός μοι, ἀδελφὸς τῆς μητρὸς τῆς ἐμῆς· ἀπέθανε δὲ ἐν Σικελίᾳ ἄπαις ἀρρένων παίδων, θυγατέρας δὲ δύο καταλιπών, αἳ ἐγίγνοντο εἴς τε ἐμὲ καὶ Λέαγρον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="118"><p>τὰ δὲ πράγματα τὰ οἴκοι πονηρῶς εἶχε· τὴν μὲν γὰρ φανερὰν οὐσίαν οὐδὲ δυοῖν ταλάντοιν κατέλιπε, τὰ δὲ ὀφειλόμενα πλέον ἦν ἢ πέντε τάλαντα. ὅμως δʼ ἐγὼ καλέσας Λέαγρον ἐναντίον τῶν φίλων ἔλεγον ὅτι ταῦτʼ εἴη ἀνδρῶν ἀγαθῶν, ἐν τοῖς τοιούτοις δεικνύναι τὰς οἰκειότητας ἀλλήλοις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="119"><p><q rend="double">ἡμᾶς γὰρ οὐ δίκαιόν ἐστιν οὔτε χρήματα ἕτερα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἑτέρου</foreign> Richards. Post a)ndro\s add. e(te/rou Lipsius.</note> οὔτʼ εὐτυχίαν ἀνδρὸς ἑλέσθαι, ὥστε καταφρονῆσαι τῶν Ἐπιλύκου θυγατέρων. καὶ γὰρ εἰ ἔζη Ἐπίλυκος ἢ τεθνεὼς πολλὰ κατέλιπε χρήματα, ἠξιοῦμεν ἂν γένει ὄντες ἐγγυτάτω ἔχειν τὰς παῖδας. τοιγάρτοι ἐκεῖνα μὲν διʼ Ἐπίλυκον ἂν ἦν ἢ διὰ τὰ χρήματα· νῦν δὲ διὰ τὴν ἡμετέραν ἀρετὴν τάδε ἔσται. τῆς μὲν οὖν σὺ ἐπιδικάζου, τῆς δὲ ἐγώ.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="120"><p rend="align(indent)">ὡμολόγησέ μοι, ὦ ἄνδρες. ἐπεδικασάμεθα ἄμφω κατὰ τὴν πρὸς ἡμᾶς ὁμολογίαν. καὶ ἧς μὲν ἐγὼ ἐπεδικασάμην, ἡ παῖς τύχῃ χρησαμένη καμοῦσα ἀπέθανεν· ἡ δʼ ἑτέρα ἔστιν ἔτι. ταύτην Καλλίας ἔπειθε Λέαγρον, χρήματα ὑπισχνούμενος, ἐᾶν αὑτὸν λαβεῖν· αἰσθόμενος δʼ ἐγὼ εὐθὺς ἔθηκα παράστασιν, καὶ ἔλαχον προτέρῳ μὲν Λεάγρῳ, ὅτι <q rend="double">εἰ μὲν σὺ βούλῃ ἐπιδικάζεσθαι, ἔχε τύχῃ ἀγαθῇ, </q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>