<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2:11-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2:11-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="11"><p rend="align(indent)">ἦν μὲν γὰρ ἐκκλησία τοῖς στρατηγοῖς τοῖς εἰς Σικελίαν, Νικίᾳ καὶ Λαμάχῳ καὶ Ἀλκιβιάδῃ, καὶ τριήρης ἡ στρατηγὶς ἤδη ἐξώρμει ἡ Λαμάχου· ἀναστὰς δὲ Πυθόνικος ἐν τῷ δήμῳ εἶπεν <q rend="double">ὦ Ἀθηναῖοι, ὑμεῖς μὲν στρατιὰν ἐκπέμπετε καὶ παρασκευὴν τοσαύτην, καὶ κίνδυνον ἀρεῖσθαι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀρεῖσθαι</foreign> Bekker: <foreign xml:lang="grc">αἱρεῖσθαι</foreign> codd.</note> μέλλετε· Ἀλκιβιάδην δὲ τὸν στρατηγὸν ἀποδείξω ὑμῖν τὰ μυστήρια ποιοῦντα ἐν οἰκίᾳ μεθʼ ἑτέρων, καὶ ἐὰν ψηφίσησθε ἄδειαν <add>ᾧ</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ᾧ</foreign> add. Bekker.</note> ἐγὼ κελεύω, θεράπων ὑμῖν ἑνὸς τῶν ἐνθάδε ἀνδρῶν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἐνθάδε ἑνὸς τῶν ἀνδρῶν</foreign> Blass, ft. recte.</note> ἀμύητος ὢν ἐρεῖ τὰ μυστήρια· εἰ δὲ μή, χρῆσθέ μοι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">χρῆσθέ μοι</foreign> Hickie, coll. sec. 26: <foreign xml:lang="grc">χρῆσθʼ ἐμοὶ</foreign> codd.</note> ὅ τι ἂν ὑμῖν δοκῇ, ἐὰν μὴ τἀληθῆ λέγω.</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="12"><p>ἀντιλέγοντος δὲ Ἀλκιβιάδου πολλὰ καὶ ἐξάρνου ὄντος ἔδοξε τοῖς πρυτάνεσι τοὺς μὲν ἀμυήτους μεταστήσασθαι, αὐτοὺς δʼ ἰέναι ἐπὶ τὸ μειράκιον ὃ ὁ Πυθόνικος ἐκέλευε. καὶ ᾤχοντο, καὶ ἤγαγον θεράποντα Ἀρχεβιάδου <add>τοῦ</add> Πολεμάρχου<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">Ἀρχεβιάδου τοῦ Πολεμάρχου</foreign> Marchant: <foreign xml:lang="grc">Ἀρχεβιάδου πρὸς τὸν πολέμαρχον</foreign> Helbig: <foreign xml:lang="grc"><del>ἀλκιβιάδου</del> Πολεμάρχου</foreign> Bekker: <foreign xml:lang="grc">ἀλκιβιάδου πολέμαρχον</foreign> codd.</note>· Ἀνδρόμαχος αὐτῷ ὄνομα ἦν. ἐπεὶ δὲ ἐψηφίσαντο αὐτῷ τὴν ἄδειαν, ἔλεγεν ὅτι ἐν τῇ οἰκίᾳ τῇ Πουλυτίωνος γίγνοιτο μυστήρια· Ἀλκιβιάδην μὲν οὖν καὶ Νικιάδην καὶ Μέλητον, τούτους μὲν αὐτοὺς εἶναι τοὺς ποιοῦντας, συμπαρεῖναι δὲ καὶ ὁρᾶν τὰ γιγνόμενα καὶ ἄλλους, παρεῖναι δὲ καὶ δούλους, ἑαυτόν τε καὶ τὸν ἀδελφὸν καὶ Ἱκέσιον τὸν αὐλητὴν καὶ τὸν Μελήτου δοῦλον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="13"><p rend="align(indent)">πρῶτος<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">πρῶτος</foreign> A corr.: <foreign xml:lang="grc">πρῶτον</foreign> A pr.</note> μὲν οὗτος ταῦτα ἐμήνυσε, καὶ ἀπέγραψε τούτους· ὧν Πολύστρατος μὲν συνελήφθη καὶ ἀπέθανεν, οἱ δὲ ἄλλοι φεύγοντες ᾤχοντο, καὶ αὐτῶν ὑμεῖς θάνατον κατέγνωτε. καί μοι λαβὲ καὶ ἀνάγνωθι αὐτῶν τὰ ὀνόματα.
<quote type="names" rend="align(center)"><label>Ὀνόματα.</label>—τούσδε Ἀνδρόμαχος ἐμήνυσεν· Ἀλκιβιάδην, Νικιάδην, Μέλητον, Ἀρχεβιάδην, Ἄρχιππον, Διογένη, Πολύστρατον, Ἀριστομένη, Οἰωνίαν,<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">Οἰωνίαν</foreign>Kirchoff e titulis poletarum: <foreign xml:lang="grc">ἰωνίαν</foreign> codd.</note> Παναίτιον. </quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="14"><p rend="align(indent)">πρώτη μέν, ὦ ἄνδρες, μήνυσις ἐγένετο αὕτη ὑπὸ Ἀνδρομάχου κατὰ τούτων τῶν ἀνδρῶν. καὶ μοι κάλει Διόγνητον.
	<quote type="witness" rend="align(indent)"><lb/><label><add>Μάρτυς</add></label><lb/>ἦσθα ζητητής, ὦ Διόγνητε, ὅτε Πυθόνικος εἰσήγγειλεν ἐν τῷ δήμῳ περὶ Ἀλκιβιάδου; 
	<lb/>ἦ.<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἦ</foreign> Blass: <foreign xml:lang="grc">ἦν</foreign> codd.</note>
	<lb/>οἶσθα οὖν μηνύσαντα Ἀνδρόμαχον τὰ ἐν τῇ οἰκίᾳ τῇ Πουλυτίωνος γιγνόμενα;
	<lb/>οἶδα.
	<lb/>τὰ ὀνόματα οὖν τῶν ἀνδρῶν ἐστι ταῦτα, καθʼ ὧν ἐκεῖνος ἐμήνυσεν;
	<lb/>ἔστι ταῦτα.</quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="15"><p rend="align(indent)">δευτέρα τοίνυν μήνυσις ἐγένετο. Τεῦκρος ἦν ἐνθάδε μέτοικος, ὃς ᾤχετο Μέγαράδε ὑπεξελθών, ἐκεῖθεν δὲ ἐπαγγέλλεται τῇ βουλῇ, εἴ οἱ ἄδειαν δοῖεν, μηνύσειν περί <add>τε</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τε</foreign> add. Blass, coll. sec. 34.</note> τῶν μυστηρίων, συνεργὸς ὤν, καὶ τοὺς ἄλλους τοὺς ποιοῦντας μεθʼ ἑαυτοῦ, καὶ περὶ τῶν Ἑρμῶν τῆς περικοπῆς ἃ ᾔδει. ψηφισαμένης δὲ τῆς βουλῆς — ἦν γὰρ αὐτοκράτωρ — ᾤχοντο ἐπʼ αὐτὸν Μέγαράδε· καὶ κομισθείς, ἄδειαν εὑρόμενος, ἀπογράφει τοὺς μεθʼ ἑαυτοῦ. καὶ οὗτοι κατὰ τὴν Τεύκρου μήνυσιν ᾤχοντο φεύγοντες. καί μοι λαβὲ καὶ ἀνάγνωθι τὰ ὀνόματα αὐτῶν.
<quote type="names" rend="align(center)"><label>Ὀνόματα.</label>—τούσδε Τεῦκρος ἐμήνυσε· Φαῖδρον, Γνιφωνίδην, Ἰσόνομον, Ἡφαιστόδωρον, Κηφισόδωρον, ἑαυτόν, Διόγνητον, Σμινδυρίδην, Φιλοκράτη, Ἀντιφῶντα, Τείσαρχον, Παντακλέα.</quote></p><p rend="align(indent)">μέμνησθε δέ, ὦ ἄνδρες, ὅτι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὅτι</foreign> om. A pr.</note> καὶ ταῦθʼ ὑμῖν προσομολογεῖται ἅπαντα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="16"><p rend="align(indent)">τρίτη μήνυσις ἐγένετο. ἡ γυνὴ Ἀλκμεωνίδου,<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">Ἀλκμεωνίδου</foreign> Blass: <foreign xml:lang="grc">ἀλκμαιονίδου</foreign> codd.</note> γενομένη δὲ καὶ Δάμωνος — Ἀγαρίστη ὄνομα αὐτῇ — αὕτη ἐμήνυσεν ἐν τῇ οἰκίᾳ τῇ Χαρμίδου τῇ παρὰ τὸ Ὀλύμπιεῖον<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">Ὀλυμπιεῖον</foreign> Reiske: <foreign xml:lang="grc">ὀλύμπιον</foreign> codd.</note> μυστήρια ποιεῖν Ἀλκιβιάδην καὶ Ἀξίοχον καὶ Ἀδείμαντον· καὶ ἔφυγον<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἔφυγον</foreign> Blass, coll. sec. 26, 35, etc.: <foreign xml:lang="grc">ἔφευγον</foreign> codd.</note> οὗτοι πάντες ἐπὶ ταύτῇ τῇ μηνύσει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="17"><p rend="align(indent)">ἔτι μήνυσις ἐγένετο μία. Λυδὸς ὁ Φερεκλέους τοῦ Θημακέως ἐμήνυσε μυστήρια γίγνεσθαι ἐν τῇ οἰκίᾳ Φερεκλέους τοῦ δεσπότου τοῦ ἑαυτοῦ, ἐν Θημακῷ· καὶ ἀπογράφει τούς τε ἄλλους, καὶ τὸν πατέρα ἔφη τὸν ἐμὸν παρεῖναι μέν, καθεύδειν δὲ ἐγκεκαλυμμένον. Σπεύσιππος δὲ βουλεύων<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">βασιλεύων</foreign> malunt Sluiter et Bekker.</note> παραδίδωσιν αὐτοὺς τῷ δικαστηρίῳ. κἄπειτα ὁ πατὴρ καταστήσας ἐγγυητὰς ἐγράψατο τὸν Σπεύσιππον παρανόμων, καὶ ἠγωνίσατο ἐν ἑξακισχιλίοις Ἀθηναίων, καὶ μετέλαβε δικαστῶν τοσούτων οὐδὲ διακοσίας ψήφους ὁ Σπεύσιππος. ὁ δὲ πείσας καὶ δεόμενος μεῖναι τὸν πατέρα ἐγὼ ἦν μάλιστα, εἶτα δὲ καὶ οἱ ἄλλοι συγγενεῖς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="18"><p>καί μοι κάλει Καλλίαν καὶ Στέφανον<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">Μάρτυρες</foreign> add. Radermacher post <foreign xml:lang="grc">Στέφανον</foreign>.</note>—κάλει δὲ καὶ Φίλιππον καὶ Ἀλέξιππον· οὗτοι γάρ εἰσιν Ἀκουμενοῦ καὶ Αὐτοκράτορος συγγενεῖς, οἳ ἔφυγον<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἔφυγον</foreign> Blass: <foreign xml:lang="grc">ἔφευγον</foreign> codd.</note> ἐπὶ τῇ Λυδοῦ μηνύσει· τοῦ μὲν ἀδελφιδοῦς ἐστιν Αὐτοκράτωρ, τοῦ δὲ θεῖος Ἀκουμενός· οἷς προσήκει μισεῖν μὲν τὸν ἐξελάσαντα ἐκείνους, εἰδέναι δὲ μάλιστα διʼ ὅντινα ἔφυγον.<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἔφυγον</foreign> Blass: <foreign xml:lang="grc">ἔφευγον</foreign> codd.</note> βλέπετε εἰς τούτους, καὶ μαρτυρεῖτε εἰ ἀληθῆ λέγω.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="19"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">τὰ μὲν γενόμενα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">γενόμενα</foreign> Bekker: <foreign xml:lang="grc">γινόμενα</foreign> codd.</note> ἠκούσατε, ὦ ἄνδρες, καὶ ὑμῖν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὑμῖν</foreign> apogr.: <foreign xml:lang="grc">ἡμῖν</foreign> A.</note> οἱ μάρτυρες μεμαρτυρήκασιν· ἃ δὲ οἱ κατήγοροι ἐτόλμησαν εἰπεῖν, ἀναμνήσθητε. οὕτω<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">οὕτω</foreign> Reiske: <foreign xml:lang="grc">οὐ</foreign> codd.</note> γὰρ καὶ δίκαιον ἀπολογεῖσθαι, ἀναμιμνῄσκοντα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀναμιμνῄσκοντα</foreign> Reiske: <foreign xml:lang="grc">ἀναμιμνῄσκοντας</foreign> codd.</note> τοὺς τῶν κατηγόρων λόγους ἐξελέγχειν. ἔλεξαν γὰρ ὡς ἐγὼ μηνύσαιμι περὶ τῶν μυστηρίων, ἀπογράψαιμί τε τὸν πατέρα τὸν ἐμαυτοῦ παρόντα, καὶ γενοίμην μηνυτὴς κατὰ τοῦ πατρὸς τοῦ ἐμαυτοῦ, λόγον οἶμαι πάντων δεινότατόν τε<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τε</foreign> om. A pr.</note> καὶ ἀνοσιώτατον λέγοντες. ὁ μὲν γὰρ ἀπογράψας αὐτὸν Λυδὸς ἦν ὁ Φερεκλέους, ὁ δὲ πείσας ὑπομεῖναι καὶ μὴ οἴχεσθαι φεύγοντα ἐγώ, πολλὰ ἱκετεύσας καὶ λαμβανόμενος τῶν γονάτων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="20"><p>καίτοι τί ἐβουλόμην, εἰ ἐμήνυσα μὲν κατὰ τοῦ πατρός, ὡς οὗτοί φασιν, ἱκέτευον δὲ τὸν πατέρα μείναντά τι παθεῖν ὑπʼ ἐμοῦ; καὶ ὁ πατὴρ ἐπείσθη ἀγῶνα τοιοῦτον ἀγωνίσασθαι, ἐν ᾧ δυοῖν τοῖν μεγίστοιν κακοῖν οὐκ ἦν αὐτῷ ἁμαρτεῖν· ἢ γὰρ ἐμοῦ δόξαντος τὰ ὄντα μηνῦσαι κατʼ ἐκείνου ὑπʼ ἐμοῦ ἀποθανεῖν, ἢ αὐτῷ σωθέντι ἐμὲ ἀποκτεῖναι. ὁ γὰρ νόμος οὕτως εἶχεν· εἰ μὲν τἀληθῆ μηνύσειέ τις, εἶναι τὴν ἄδειαν, εἰ δὲ τὰ<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τὰ</foreign> om. A pr.</note> ψευδῆ, τεθνάναι. καὶ μὲν δὴ τοῦτό γε ἐπίστασθε πάντες, ὅτι ἐσώθην καὶ ἐγὼ καὶ ὁ ἐμὸς πατήρ· οἷόν τε δʼ οὐκ ἦν, εἴπερ ἐγὼ μηνυτὴς ἐγενόμην περὶ τοῦ πατρός, ἀλλʼ ἢ ἐμὲ ἢ ἐκεῖνον ἔδει ἀποθανεῖν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>