<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2:241-260</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2:241-260</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="241"><p rend="align(indent)">ἄξιον δʼ ἐστὶ καὶ τὴν ἀπαιδευσίαν αὐτῶν θεωρῆσαι. εἰ γὰρ τολμήσει Κτησιφῶν μὲν Δημοσθένην παρακαλεῖν λέξοντα εἰς ὑμᾶς, οὗτος δʼ ἀναβὰς ἑαυτὸν ἐγκωμιάζειν,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐγκωμιάζειν </foreign> Reiske: <foreign xml:lang="grc"> ἐγκωμιάσει </foreign> (or <foreign xml:lang="grc"> ἐγκωμιάζει)</foreign> MSS.</note> βαρύτερον τῶν ἔργων ὧν πεπόνθαμεν τὸ ἀκρόαμα γίγνεται. ὅπου γὰρ τοὺς<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοὺς </foreign> Gebauer: <foreign xml:lang="grc"> τοὺς μὲν </foreign> MSS.</note> ὄντως ἄνδρας ἀγαθούς, οἷς πολλὰ καὶ καλὰ σύνισμεν ἔργα, τοὺς καθʼ ἑαυτῶν ἐπαίνους ἐὰν λέγωσιν, οὐ φέρομεν, ὅταν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὅταν </foreign> Markland: <foreign xml:lang="grc"> ὅταν δὲ </foreign> MSS.</note> ἄνθρωπος αἰσχύνη τῆς πόλεως γεγονὼς ἑαυτὸν ἐγκωμιάζῃ, τίς ἂν τὰ τοιαῦτα καρτερήσειεν ἀκούων;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="242"><p rend="align(indent)">ἀπὸ μὲν οὖν τῆς ἀναισχύντου πραγματείας, ἐὰν σωφρονῇς, ἀποστήσῃ, ποιήσῃ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ποιήσῃ </foreign> Bekker: <foreign xml:lang="grc"> ποίησαι </foreign> MSS.</note> δέ, ὦ Κτησιφῶν, διὰ σαυτοῦ τὴν ἀπολογίαν. οὐ γὰρ δή που τοῦτό γε σκήψῃ, ὡς οὐ δυνατὸς εἶ λέγειν. καὶ γὰρ ἂν ἄτοπόν σοι συμβαίνοι, εἰ πρώην μέν ποθʼ ὑπέμεινας πρεσβευτὴς ὡς Κλεοπάτραν τὴν Φιλίππου θυγατέρα χειροτονεῖσθαι, συναχθεσθησόμενος ἐπὶ τῇ τοῦ Μολοττῶν βασιλέως Ἀλεξάνδρου τελευτῇ, νυνὶ δὲ οὐ φήσεις δύνασθαι λέγειν. ἔπειτα γυναῖκα μὲν ἀλλοτρίαν πενθοῦσαν δύνασαι παραμυθεῖσθαι, γράψας δὲ μισθοῦ ψήφισμα οὐκ ἀπολογήσῃ;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="243"><p>ἢ τοιοῦτός ἐστιν ὃν γέγραφας στεφανοῦσθαι, οἷος μὴ γιγνώσκεσθαι ὑπὸ τῶν εὖ πεπονθότων, ἂν μή τις συνείπῃ; ἐπερώτησον δὴ τοὺς δικαστάς, εἰ ἐγίγνωσκον Χαβρίαν καὶ Ἰφικράτην καὶ Τιμόθεον, καὶ πυθοῦ παρʼ αὐτῶν, διὰ τί τὰς δωρεὰς αὐτοῖς ἔδοσαν καὶ τὰς εἰκόνας ἔστησαν. ἅπαντες γὰρ ἅμα ἀποκρινοῦνται, ὅτι Χαβρία μὲν διὰ τὴν περὶ Νάξον ναυμαχίαν, Ἰφικράτει δὲ ὅτι μόραν Λακεδαιμονίων ἀπέκτεινε, Τιμοθέῳ δὲ διὰ τὸν περίπλουν τὸν εἰς Κέρκυραν, καὶ ἄλλοις, ὧν ἑκάστῳ πολλὰ καὶ καλὰ κατὰ πόλεμον ἔργα πέπρακται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="244"><p>Δημοσθένει δʼ ἀντεροῦ διὰ τί.<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διὰ τί </foreign> Sauppe: <foreign xml:lang="grc"> διὰ τί δώσετε </foreign> MSS.</note> ὅτι δωροδόκος, ὅτι δειλός, ὅτι τὴν τάξιν ἔλιπε; καὶ πότερον τοῦτον τιμήσετε, ἢ ὑμᾶς αὐτοὺς ἀτιμωρήτους ἐάσετε καὶ τοὺς ὑπὲρ ὑμῶν ἐν τῇ μάχῃ τελευτήσαντας; οὓς νομίσαθʼ ὁρᾶν σχετλιάζοντας, εἰ οὗτος στεφανωθήσεται. καὶ γὰρ ἂν εἴη δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τὰ μὲν ξύλα καὶ τοὺς λίθους καὶ τὸν σίδηρον, τὰ ἄφωνα καὶ τὰ ἀγνώμονα, ἐάν τῳ ἐμπεσόντα ἀποκτείνῃ, ὑπερορίζομεν, καὶ ἐάν τις αὑτὸν διαχρήσηται, τὴν χεῖρα τὴν τοῦτο πράξασαν χωρὶς τοῦ σώματος θάπτομεν,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="245"><p>Δημοσθένην δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν γράψαντα μὲν τὴν πανυστάτην ἔξοδον, προδόν, προδόντα δὲ τοὺς στρατιώτας, τοῦτον ὑμεῖς τιμήσετε. οὐκοῦν ὑβρίζονται μὲν οἱ τελευτήσαντες, ἀθυμότεροι δὲ οἱ ζῶντες γίγνονται, ὁρῶντες τῆς ἀρετῆς ἆθλον μὲν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μὲν </foreign> added by Blass.</note> τὸν θάνατον κείμενον, τὴν δὲ μνήμην ἐπιλείπουσαν· καὶ τὸ μέγιστον, ἐπερωτῶσιν ὑμᾶς οἱ νεώτεροι, πρὸς ὁποῖον χρὴ παράδειγμα αὐτοὺς τὸν βίον ποιεῖσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="246"><p>εὖ γὰρ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐχ αἱ παλαῖστραι οὐδὲ τὰ διδασκαλεῖα οὐδʼ ἡ μουσικὴ μόνον παιδεύει τοὺς νέους, ἀλλὰ πολὺ μᾶλλον τὰ δημόσια κηρύγματα. κηρύττεταί τις ἐν τῷ θεάτρῳ, ὅτι στεφανοῦται ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας καὶ εὐνοίας, ἄνθρωπος ἀσχημονῶν τῷ βίῳ καὶ βδελυρός· ὁ δέ γε νεώτερος ταῦτʼ ἰδὼν διεφθάρη. δίκην τις δέδωκε πονηρὸς καὶ πορνοβοσκός, ὥσπερ Κτησιφῶν· οἱ δέ γε ἄλλοι πεπαίδευνται. τἀναντία τις Ψηφισάμενος τῶν καλῶν καὶ δικαίων, ἐπανελθὼν οἴκαδε παιδεύει τὸν υἱόν· ὁ δέ γε εἰκότως οὐ πείθεται, ἀλλὰ τὸ νουθετεῖν ἐνοχλεῖν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐνοχλεῖν </foreign> Weidner: <foreign xml:lang="grc"> ἐνταῦθα ἐνοχλεῖν </foreign> or <foreign xml:lang="grc"> ἐνοχλεῖν ἐνταῦθα</foreign> MSS.</note> ἤδη δικαίως ὀνομάζεται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="247"><p>ὡς οὖν μὴ μόνον κρίνοντες, ἀλλὰ καὶ θεωρούμενοι, οὕτω τὴν ψῆφον φέρετε, εἰς ἀπολογισμὸν τοῖς νῦν μὲν οὐ παροῦσι τῶν πολιτῶν, ἐπερησομένοις δὲ ὑμᾶς τί ἐδικάζετε. εὖ γὰρ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι τοιαύτη δόξει ἡ πόλις εἶναι, ὁποῖός τις ἂν ᾖ ὁ κηρυττόμενος· ἔστι δὲ ὄνειδος μὴ τοῖς προγόνοις ὑμᾶς, ἀλλὰ τῇ Δημοσθένους ἀνανδρίᾳ, προσεικασθῆναι.</p><p rend="align(indent)">πῶς οὖν ἄν τις τὴν τοιαύτην αἰσχύνην ἐκφύγοι;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="248"><p>ἐὰν τοὺς προκαταλαμβάνοντας τὰ κοινὰ καὶ φιλάνθρωπα τῶν ὀνομάτων, ἀπίστους δʼ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δʼ </foreign> added by Blass.</note> ὄντας τοῖς ἤθεσι, φυλάξησθε. ἡ γὰρ εὔνοια καὶ τὸ τῆς δημοκρατίας ὄνομα κεῖται μὲν ἐν μέσῳ, φθάνουσι δʼ ἐπʼ αὐτὰ καταφεύγοντες τῷ λόγῳ ὡς ἐπὶ τὸ πολὺ οἱ τοῖς ἔργοις πλεῖστον ἀπέχοντες.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="249"><p>ὅταν οὖν λάβητε ῥήτορα στεφάνων<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">στεφάνων </foreign> Benseler: <foreign xml:lang="grc"> ξενικῶν στεφάνων </foreign> MSS.</note> καὶ κηρυγμάτων ἐν τοῖς Ἕλλησιν ἐπιθυμοῦντα, ἐπανάγειν αὐτὸν κελεύετε τὸν λόγον, ὥσπερ καὶ τὰς βεβαιώσεις τῶν κτημάτων ὁ νόμος κελεύει ποιεῖσθαι, εἰς βίον ἀξιόχρεων καὶ τρόπον σώφρονα. ὅτῳ δὲ ταῦτα μὴ μαρτυρεῖται, μὴ βεβαιοῦτε αὐτῷ τοὺς ἐπαίνους, καὶ τῆς δημοκρατίας ἐπιμελήθητε ἤδη διαφευγούσης ὑμᾶς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="250"><p>ἢ οὐ δεινὸν ὑμῖν εἶναι δοκεῖ, εἰ τὸ μὲν βουλευτήριον καὶ ὁ δῆμος παρορᾶται, αἱ δʼ ἐπιστολαὶ καὶ αἱ πρεσβεῖαι ἀφικνοῦνται εἰς ἰδιωτικὰς οἰκίας, οὐ παρὰ τῶν τυχόντων ἀνθρώπων, ἀλλὰ παρὰ τῶν πρωτευόντων ἐν τῇ Ἀσίᾳ καὶ τῇ Εὐρώπῃ; καὶ ἐφʼ οἷς ἐστιν ἐκ τῶν νόμων ζημία θάνατος, ταῦτά τινες οὐκ ἐξαρνοῦνται πράττειν, ἀλλʼ ὁμολογοῦσιν ἐν τῷ δήμῳ, καὶ τὰς ἐπιστολὰς ἀλλήλοις παραναγιγνώσκουσιν· παρακελεύονται δʼ οἱ μὲν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οἱ μὲν </foreign> Sauppe: <foreign xml:lang="grc"> ὑμῖν οἱ μὲν </foreign>  or  <foreign xml:lang="grc"> οἱ μὲν ὑμῖν </foreign> MSS.</note> βλέπειν εἰς τὰ ἑαυτῶν πρόσωπα ὡς φύλακες τῆς δημοκρατίας, ἕτεροι δʼ αἰτοῦσι δωρεὰς ὡς σωτῆρες τῆς πόλεως ὄντες.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="251"><p>ὁ δὲ δῆμος ἐκ τῆς ἀθυμίας τῶν συμβεβηκότων ὥσπερ παραγεγηρακὼς ἢ παρανοίας ἑαλωκώς, αὐτὸ μόνον τοὔνομα τῆς δημοκρατίας περιποιεῖται, τῶν δʼ ἔργων ἑτέροις παρακεχώρηκεν. ἔπειτʼ ἀπέρχεσθε ἐκ τῶν ἐκκλησιῶν οὐ βουλευσάμενοι, ἀλλʼ ὥσπερ ἐκ τῶν ἐράνων, τὰ περιόντα νειμάμενοι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="252"><p>ὅτι δʼ οὐ ληρῶ, ἐκεῖθεν τὸν λόγον θεωρήσατε. ἐγένετό τις, ἄχθομαι δὲ πολλάκις μεμνημένος, ἀτυχία τῇ πόλει. ἐνταῦθʼ ἀνὴρ ἰδιώτης ἐκπλεῖν μόνον εἰς Σάμον ἐπιχειρήσας, ὡς προδότης τῆς πατρίδος αὐθημερὸν ὑπὸ τῆς ἐξ Ἀρείου πάγου βουλῆς θανάτῳ ἐζημιώθη. ἕτερος δʼ ἐκπλεύσας ἰδιώτης εἰς Ῥόδον, ὅτι τὸν φόβον ἀνάνδρως ἤνεγκε, πρώην ποτὲ εἰσηγγέλθη, καὶ ἴσαι αἱ ψῆφοι αὐτῷ ἐγένοντο· εἰ δὲ μία ψῆφος<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ψῆφος </foreign> Blass (Harpocration): <foreign xml:lang="grc"> μόνον </foreign> MSS.</note> μετέπεσεν, ὑπερώριστʼ ἄν.<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὑπερώοιστʼ ἄν </foreign> A. Schaefer: <foreign xml:lang="grc"> ὑπερώριστʼ ἂν ἢ ἀπέθανεν </foreign> MSS.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="253"><p>ἀντιθῶμεν δὴ τὸ νυνὶ γιγνόμενον. ἀνὴρ ῥήτωρ, ὁ πάντων τῶν κακῶν αἴτιος, ἔλιπε μὲν τὴν ἀπὸ στρατοπέδου τάξιν, ἀπέδρα δʼ ἐκ τῆς πόλεως· οὗτος στεφανοῦσθαι ἀξιοῖ καὶ κηρύττεσθαι οἴεται δεῖν. οὐκ ἀποπέμψεσθε τὸν ἄνθρωπον ὡς κοινὴν τῶν Ἑλλήνων συμφοράν; ἢ συλλαβόντες ὡς λῃστὴν τῶν πραγμάτων, ἐπʼ ὀνομάτων διὰ τῆς πολιτείας πλέοντα, τιμωρήσεσθε;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="254"><p rend="align(indent)">καὶ τὸν καιρὸν μέμνησθε, ἐν ᾧ τὴν ψῆφον φέρετε. ἡμερῶν μὲν ὀλίγων μέλλει τὰ Πύθια γίγνεσθαι καὶ τὸ συνέδριον τὸ τῶν Ἑλλήνων συλλέγεσθαι· διαβέβληται δʼ ἡ πόλις ἐκ τῶν Δημοσθένους πολιτευμάτων περὶ τοὺς νυνὶ καιρούς· δόξετε δέ, ἐὰν μὲν τοῦτον στεφανώσητε, ὁμογνώμονες εἶναι τοῖς παραβαίνουσι τὴν κοινὴν εἰρήνην, ἐὰν δὲ τοὐναντίον τούτου πράξητε, ἀπολύσετε τὸν δῆμον τῶν αἰτιῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="255"><p rend="align(indent)">μὴ οὖν ὡς ὑπὲρ ἀλλοτρίας, ἀλλʼ ὡς ὑπὲρ οἰκείας τῆς πόλεως βουλεύεσθε, καὶ τὰς φιλοτιμίας μὴ νέμετε, ἀλλὰ κρίνετε, καὶ τὰς δωρεὰς εἰς βελτίω σώματα καὶ ἄνδρας ἀξιολογωτέρους ἀπόθεσθε, καὶ μὴ μόνον τοῖς ὠσίν, ἀλλὰ καὶ τοῖς ὄμμασι διαβλέψαντες εἰς ὑμᾶς αὐτοὺς βουλεύσασθε, τίνες ὑμῶν εἰσιν οἱ βοηθήσοντες Δημοσθένει, πότερον οἱ συγκυνηγέται, ἢ οἱ συγγυμνασταὶ αὐτοῦ, ὅτʼ ἦν ἐν ἡλικία—ἀλλὰ μὰ τὸν Δία τὸν Ὀλύμπιον οὐχ ὗς ἀγρίους κυνηγετῶν, οὐδὲ τῆς τοῦ σώματος εὐεξίας ἐπιμελόμενος, ἀλλʼ ἐπασκῶν τέχνας ἐπὶ τοὺς τὰς οὐσίας κεκτημένους διαγεγένηται—</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="256"><p>ἀλλʼ εἰς τὴν ἀλαζονείαν ἀποβλέψαντες, ὅταν φῇ Βυζαντίους μὲν ἐκ τῶν χειρῶν πρεσβεύσας ἐξελέσθαι τῶν Φιλίππου, ἀποστῆσαι δὲ Ἀκαρνᾶνας, ἐκπλῆξαι δὲ Θηβαίους δημηγορήσας· οἴεται γὰρ ὑμᾶς εἰς τοσοῦτον εὐηθείας ἤδη προβεβηκέναι, ὥστε καὶ ταῦτα ἀναπεισθήσεσθαι, ὥσπερ Πειθὼ τρέφοντας, ἀλλʼ οὐ συκοφάντην ἄνθρωπον ἐν τῇ πόλει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="257"><p rend="align(indent)">ὅταν δʼ ἐπὶ τελευτῆς ἤδη τοῦ λόγου συνηγόρους τοὺς κοινωνοὺς τῶν δωροδοκημάτων αὑτῷ παρακαλῇ, ὑπολαμβάνετε ὁρᾶν ἐπὶ τοῦ βήματος, οὗ νῦν ἑστηκὼς ἐγὼ λέγω, ἀντιπαρατεταγμένους πρὸς τὴν τούτων ἀσέλγειαν τοὺς τῆς πόλεως εὐεργέτας, Σόλωνα μὲν τὸν καλλίστοις νόμοις κοσμήσαντα τὴν δημοκρατίαν, ἄνδρα φιλόσοφον καὶ νομοθέτην ἀγαθόν, σωφρόνως, ὡς προσῆκον<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προσῆκον </foreign> Emperius: <foreign xml:lang="grc"> προσῆκεν </foreign> MSS.</note> αὐτῷ, δεόμενον ὑμῶν μηδενὶ τρόπῳ τοὺς Δημοσθένους λόγους περὶ πλείονος ποιήσασθαι τῶν ὅρκων καὶ τῶν νόμων,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="258"><p>Ἀριστείδην δὲ τὸν τοὺς φόρους τάξαντα τοῖς Ἕλλησιν, οὗ τελευτήσαντος τὰς θυγατέρας ἐξέδωκεν ὁ δῆμος, σχετλιάζοντα ἐπὶ τῷ τῆς δικαιοσύνης προπηλακισμῷ, καὶ ἐπερωτῶντα, εἰ οὐκ αἰσχύνεσθε, εἰ οἱ μὲν πατέρες ὑμῶν Ἄρθμιον τὸν Ζελείτην κομίσαντα εἰς τὴν Ἑλλάδα τὸ ἐκ Μήδων χρυσίον, ἐπιδημήσαντα εἰς τὴν πόλιν, πρόξενον ὄντα τοῦ δήμου τοῦ Ἀθηναίων, παρʼ οὐδὲν μὲν ἦλθον ἀποκτεῖναι, ἐξεκήρυξαν δʼ ἐκ τῆς πόλεως καὶ ἐξ ἁπάσης ἧς ἄρχουσιν Ἀθηναῖοι,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="259"><p>ὑμεῖς δὲ Δημοσθένην, οὐ κομίσαντα τὸ ἐκ Μήδων χρυσίον, ἀλλὰ δωροδοκήσαντα καὶ ἔτι καὶ νῦν κεκτημένον, χρυσῷ στεφάνῳ μέλλετε στεφανοῦν. Θεμιστοκλέα δὲ καὶ τοὺς ἐν Μαραθῶνι τελευτήσαντας καὶ τοὺς ἐν Πλαταιαῖς καὶ αὐτοὺς τοὺς τάφους τοὺς τῶν προγόνων οὐκ οἴεσθε στενάξειν, εἰ ὁ μετὰ τῶν βαρβάρων ὁμολογῶν τοῖς Ἕλλησιν ἀντιπράττειν στεφανωθήσεται;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="260"><p rend="align(indent)">ἐγὼ μὲν οὖν, ὦ γῆ καὶ ἥλιε καὶ ἀρετὴ καὶ σύνεσις καὶ παιδεία, ᾗ διαγιγνώσκομεν τὰ καλὰ καὶ τὰ αἰσχρά, βεβοήθηκα καὶ εἴρηκα. καὶ εἰ μὲν καλῶς καὶ ἀξίως τοῦ ἀδικήματος κατηγόρηκα, εἶπον ὡς ἐβουλόμην, εἰ δὲ ἐνδεεστέρως, ὡς ἐδυνάμην. ὑμεῖς δὲ καὶ ἐκ τῶν εἰρημένων λόγων καὶ ἐκ τῶν παραλειπομένων αὐτοὶ τὰ δίκαια καὶ τὰ συμφέροντα ὑπὲρ τῆς πόλεως ψηφίσασθε.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>