<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:9-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:9-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="9"><p>ὃν δʼ οὕτως ἀτιμάζει, πάλιν ἐκ μεταβολῆς, ὅπου ἂν τύχῃ,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ὅπου ἂν τύχῃ </foreign> Scholiast: <foreign xml:lang="grc"> ὅπου τύχῃ </foreign> or<foreign xml:lang="grc"> ὅπου τύχοι </foreign> MSS.</note> ὥσπερ Ἀλκιβιάδην ἢ Θεμιστοκλέα κρίνων, οἳ πλεῖστον τῶν Ἑλλήνων δόξῃ διήνεγκαν, ἀνῃρηκέναι μὲν αἰτιᾶται<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> αἰτιᾶται </foreign> Cobet: <foreign xml:lang="grc"> αἰτιᾶταί με </foreign> MSS.</note> τὰς ἐν Φωκεῦσι πόλεις, ἀπηλλοτριωκέναι δʼ ὑμῶν τὸν ἐπὶ Θράκης τόπον, ἐκβεβληκέναι δὲ τῆς ἀρχῆς Κερσοβλέπτην, ἄνδρα φίλον καὶ σύμμαχον τῆς πόλεως.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="10"><p>ἐνεχείρησε δʼ ἀπεικάζειν με Διονυσίῳ τῷ Σικελίας τυράννῳ, καὶ μετὰ σπουδῆς καὶ κραυγῆς πολλῆς παρεκελεύσαθʼ ὑμῖν φυλάξασθαι, καὶ τὸ τῆς ἱερείας ἐνύπνιον τῆς ἐν Σικελίᾳ διηγήσατο. οὕτω δʼ ἄνω τὸ πρᾶγμα ἐξάρας, ἐφθόνησέ μου ταῖς διαβολαῖς, τὰς αἰτίας ἀνατιθεὶς τῶν πεπραγμένων οὐ τοῖς ἐμοῖς λόγοις, ἀλλὰ τοῖς ὅπλοις τοῖς Φιλίππου.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="11"><p rend="align(indent)">πρὸς δὴ τοσαύτην τόλμαν καὶ τερατείαν ἀνθρώπου χαλεπὸν καὶ διαμνημονεῦσαι<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> διαμνημονεῦσαι </foreign> Weidner: the MSS. have<foreign xml:lang="grc"> τὰ λεχθέντα</foreign> before or after the verb.</note> καθʼ ἕκαστα, καὶ λέγειν μετὰ κινδύνου πρὸς ἀπροσδοκήτους διαβολάς. ὅθεν δʼ ἡγοῦμαι σαφεστάτους τέ μοι τοὺς λόγους ἔσεσθαι καὶ γνωρίμους ὑμῖν καὶ δικαίους, ἐντεῦθεν ἄρξομαι, ἀπὸ τῶν περὶ τῆς εἰρήνης λόγων καὶ τῆς αἱρέσεως τῆς πρεσβείας· οὕτω γὰρ μάλιστα καὶ μεμνήσομαι, καὶ δυνήσομαι εἰπεῖν, καὶ ὑμεῖς μαθήσεσθε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="12"><p rend="align(indent)">ἅπαντας γὰρ ὑμᾶς οἶμαι τοῦτό γε αὐτοὺς<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> αὐτοὺς </foreign> Herwerden: <foreign xml:lang="grc"> αὐτὸ </foreign> MSS.</note> μνημονεύειν, ὅθʼ οἱ πρέσβεις οἱ τῶν Εὐβοέων, ἐπειδὴ περὶ τῆς πρὸς αὑτοὺς εἰρήνης τῷ δήμῳ διελέχθησαν, εἶπον, ὅτι καὶ Φίλιππος αὐτοὺς κελεύσειεν ὑμῖν ἀπαγγεῖλαι ὅτι βούλεται διαλύσασθαι πρὸς ὑμᾶς καὶ εἰρήνην<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> εἰρήνην </foreign> Baiter: <foreign xml:lang="grc"> τὴν εἰρήνην </foreign> MSS.</note> ἄγειν. οὐ πολλῷ δʼ ὕστερον χρόνῳ Φρύνων ὁ Ῥαμνούσιος ἑάλω ὑπὸ λῃστῶν ἐν ταῖς σπονδαῖς ταῖς Ὀλυμπιακαῖς, ὡς αὐτὸς ᾐτιᾶτο· ἐπειδὴ δʼ ἐπανῆλθε δεῦρο λυτρωθείς, ἐδεῖτο ὑμῶν πρεσβευτὴν αὑτῷ πρὸς Φίλιππον ἑλέσθαι, ἵνα, εἴ πως δύναιτο, ἀπολάβοι τὰ λύτρα. πεισθέντες δʼ ὑμεῖς εἵλεσθʼ αὐτῷ Κτησιφῶντα πρεσβευτήν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>