<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:41-44</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:41-44</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="41"><p>διαλαμβάνων γὰρ ἕκαστον ἡμῶν ἐν μέρει, τῷ μὲν ἔρανον συστήσειν ἐπηγγέλλετο καὶ βοηθήσειν τοῖς ἰδίοις, τὸν δὲ εἰς στρατηγίαν καταστήσειν· ἐμοὶ δὲ παρακολουθῶν καὶ τὴν φύσιν μακαρίζων καὶ τοὺς λόγους οὓς εἶπον ἐγκωμιάζων πολὺς ἦν τοῖς ἐπαίνοις καὶ ἐπαχθής. συνδειπνούντων δʼ ἡμῶν ἁπάντων ἐν Λαρίσῃ, αὑτὸν μὲν ἔσκωπτε καὶ τὴν ἀπορίαν τὴν ἐν τῷ λόγῳ συμβᾶσαν ἑαυτῷ, τὸν δὲ Φίλιππον τῶν ὑπὸ τὸν ἥλιον ἀνθρώπων ἔφη πάντων εἶναι δεινότατον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="42"><p>συναποφηναμένου δὲ κἀμοῦ τι τοιοῦτον, ὡς καὶ μνημονικῶς εἴποι πρὸς τὰ παρʼ ἡμῶν ῥηθέντα, Κτησιφῶντος δέ, ὅσπερ ἦν ἡμῶν πρεσβύτατος, ὑπερβολήν τινα ἑαυτοῦ παλαιότητος καὶ πλήθους ἐτῶν εἰπόντος, καὶ προσθέντος, ὡς ἐν τοσούτῳ χρόνῳ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> χρόνῳ </foreign> Cobet: <foreign xml:lang="grc"> χρόνῳ καὶ βίῳ </foreign> MSS.</note> οὐ πώποθʼ οὕτως ἡδὺν οὐδʼ ἐπαφρόδιτον ἄνθρωπον ἑωρακὼς εἴη, ἀνακροτήσας ὁ Σίσοφος ὅδε τὰς χεῖρας,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="43"><p><q>ταῦτα μέντοι,</q> ἔφη, <q>ὦ Κτησιφῶν, οὔτʼ ἂν σὺ πρὸς τὸν δῆμον εἴποις, οὔτʼ ἂν οὗτος,</q> ἐμὲ δὴ λέγων, <q>τολμήσειεν εἰπεῖν πρὸς Ἀθηναίους, ὡς ὁ Φίλιππος δεινὸς εἰπεῖν καὶ μνημονικός.</q> ἀναισθήτως δὲ ἡμῶν ἐχόντων καὶ τὴν ἐπιβουλὴν οὐ προορωμένων, ἣν αὐτίκα ἀκούσεσθε, εἰς συνθήκην τινὰ ἡμᾶς κατέκλῃσεν ὑπὲρ τοῦ ταῦτʼ ἐρεῖν πρὸς ὑμᾶς. ἐμοῦ δὲ καὶ δέησιν ἰσχυρὰν ἐδεήθη μὴ παραλιπεῖν, ἀλλʼ εἰπεῖν, ὡς ὑπὲρ Ἀμφιπόλεώς τι καὶ Δημοσθένης εἴποι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="44"><p rend="align(indent)">μέχρι μὲν οὖν τούτων οἱ συμπρέσβεις εἰσί μοι μάρτυρες, οὓς προπηλακίζων οὗτος καὶ διαβάλλων ἐν τῇ κατηγορίᾳ διατετέλεκε· τῶν δʼ ἐπὶ τοῦ βήματος παρʼ ὑμῖν λόγων ὑμεῖς ἀκηκόατε, ὥστε οὐκ ἐνέσται μοι ψεύδεσθαι. δέομαι δὲ ὑμῶν προσεπιπονῆσαι ἀκούοντας καὶ τὴν λοιπὴν διήγησιν. ὅτι μὲν γὰρ ἕκαστος ὑμῶν ποθεῖ τὰ περὶ Κερσοβλέπτην ἀκούειν καὶ τὰς περὶ Φωκέων αἰτίας, σαφῶς οἶδα, καὶ πρὸς ταῦτα σπεύδω· ἀλλʼ ἐὰν μὴ τὰ πρὸ τούτων ἀκούσητε, οὐδʼ ἐκείνοις ὁμοίως παρακολουθήσετε. ἐὰν δʼ ἐμοὶ τῷ κινδυνεύοντι εἰπεῖν δῶτε ὡς βούλομαι, καὶ σῶσαί με, εἰ μηδὲν ἀδικῶ, δυνήσεσθε, ἱκανὰς εἰληφότες ἀφορμάς, καὶ θεάσεσθε ἐκ τῶν ὁμολογουμένων καὶ τἀντιλεγόμενα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>