<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:33-36</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:33-36</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="33"><p><q>ὧν δὲ Ἀμύντας ἀπέστη<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἀπέστη </foreign> Baiter: <foreign xml:lang="grc"> ἀπέστη ὁ φιλίππου πατήρ </foreign> MSS.</note> ἐναντίον τῶν Ἑλλήνων ἁπάντων οὐ μόνον λόγοις, ἀλλὰ καὶ ψήφῳ, τούτων,</q> ἔφην ἐγώ, <q>σὲ τὸν ἐξ ἐκείνου γεγενημένον οὐκ ἔστι δίκαιον ἀντιποιεῖσθαι. εἰ δʼ ἀντιποιῇ κατὰ πόλεμον λαβὼν εἰκότως ἔχειν, εἰ μὲν πρὸς ἡμᾶς πολεμήσας δοριάλωτον τὴν πόλιν εἷλες, κυρίως ἔχεις τῷ τοῦ πολέμου νόμῳ κτησάμενος· εἰ δʼ Ἀμφιπολίτας ἀφείλου τὴν Ἀθηναίων πόλιν, οὐχὶ τἀκείνων ἔχεις, ἀλλὰ τὴν Ἀθηναίων χώραν.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="34"><p rend="align(indent)">ῥηθέντων δὲ καὶ τούτων καὶ ἑτέρων λόγων, ἤδη καθῆκεν εἰς Δημοσθένην τὸ τῆς πρεσβείας μέρος, καὶ πάντες προσεῖχον ὡς ὑπερβολάς τινας δυνάμεως ἀκουσόμενοι λόγων· καὶ γὰρ πρὸς αὐτὸν τὸν Φίλιππον, ὡς ἦν ὕστερον ἀκούειν, καὶ πρὸς τοὺς ἑταίρους ἐξήγγελτο<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐξήγγελτο </foreign> Bekker: <foreign xml:lang="grc"> ἐξηγγέλλετο </foreign> or<foreign xml:lang="grc"> ἐξηγγέλθη </foreign> MSS. The MSS. have<foreign xml:lang="grc"> αὐτοῦ </foreign> before or after the verb: Blass omits.</note> ἡ τῶν ἐπαγγελιῶν ὑπερβολή. οὕτω δὲ ἁπάντων διακειμένων πρὸς τὴν ἀκρόασιν, φθέγγεται τὸ θηρίον τοῦτο προοίμιον σκοτεινόν τι καὶ τεθνηκὸς δειλίᾳ, καὶ μικρὸν προαγαγὼν ἄνω τῶν πραγμάτων, ἐξαίφνης ἐσίγησε καὶ διηπορήθη, τελευτῶν δὲ ἐκπίπτει ἐκ τοῦ λόγου.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="35"><p>ἰδὼν δὲ αὐτὸν ὁ Φίλιππος ὡς διέκειτο, θαρρεῖν τε παρεκελεύετο καὶ μὴ νομίζειν, ὥσπερ ἐν τοῖς θεάτροις, διὰ τοῦτό<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> τοῦτο </foreign> Stephanus: <foreign xml:lang="grc"> τοῦτο οἴεσθαι </foreign> MSS.</note> τι πεπονθέναι, ἀλλʼ ἡσυχῇ καὶ κατὰ μικρὸν ἀναμιμνῄσκεσθαι, καὶ λέγειν ὡς προείλετο. ὁ δʼ ὡς ἅπαξ ἐταράχθη καὶ τῶν γεγραμμένων διεσφάλη, οὐδʼ ἀναλαβεῖν αὑτὸν ἐδυνήθη, ἀλλὰ καὶ πάλιν ἐπιχειρήσας<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐπιχειρήσας </foreign> Weidner: the MSS. have<foreign xml:lang="grc"> λέγειν </foreign> before or after<foreign xml:lang="grc"> ἐπιχειρήσας.</foreign></note> ταὐτὸν ἔπαθεν. ὡς δʼ ἦν σιωπή, μεταστῆναι ἡμᾶς ὁ κῆρυξ ἐκέλευσεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="36"><p rend="align(indent)">ἐπειδὴ δʼ ἐφʼ ἡμῶν αὐτῶν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> αὐτῶν </foreign> Baiter and Sauppe: <foreign xml:lang="grc"> αὐτῶν οἱ συμπρέσβεις </foreign> MSS.</note> ἐγενόμεθα, σφόδρα<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> σφόδρα </foreign> Weidner: <foreign xml:lang="grc"> σφόδρα πάνυ </foreign> MSS.</note> σκυθρωπάσας ὁ χρηστὸς οὑτοσὶ Δημοσθένης ἀπολωλεκέναι με ἔφη τὴν πόλιν καὶ τοὺς συμμάχους. ἐκπλαγέντος δὲ οὐκ ἐμοῦ μόνου, ἀλλὰ καὶ τῶν συμπρέσβεων ἁπάντων, καὶ τὴν αἰτίαν πυνθανομένων διʼ ἣν ταῦτʼ εἶπεν, ἤρετό με εἰ τῶν Ἀθήνησι πραγμάτων ἐπιλέλησμαι, καὶ τὸν δῆμον καταπεπονημένον καὶ σφόδρα ἐπιθυμοῦντα εἰρήνης εἰ μὴ μέμνημαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>