<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:25-28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:25-28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="25"><p rend="align(indent)">ἐπειδὴ γὰρ οἱ πρεσβύτεροι ταῖς ἡλικίαις ὑπὲρ τῆς πρεσβείας εἰρήκεσαν, καὶ καθῆκεν εἰς ἡμᾶς ὁ λόγος, τὰ μὲν καθʼ ἕκαστα τῶν ἐκεῖ ῥηθέντων ὑπʼ ἐμοῦ, καὶ τοὺς πρὸς ταῦτα Φιλίππου<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> Φιλίππου </foreign> Weidner: before<foreign xml:lang="grc"> Φιλίππου </foreign> the MSS. have<foreign xml:lang="grc"> λεχθέντας ὑπὸ </foreign> or<foreign xml:lang="grc"> ῥηθέντας ὑπὸ.</foreign></note> λόγους, ἐν τῷ δήμῳ σαφῶς ἀπήγγειλα πρὸς ἅπαντας Ἀθηναίους, νυνὶ δὲ πειράσομαι διὰ κεφαλαίων ὑμᾶς ὑπομιμνῄσκειν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="26"><p>πρῶτον μὲν γὰρ πρὸς αὐτὸν διεξῆλθον τὴν πατρικὴν εὔνοιαν καὶ τὰς εὐεργεσίας ἃς ὑμεῖς ὑπήρξατε Ἀμύντα τῷ Φιλίππου πατρί, οὐδὲν παραλείπων, ἀλλʼ ἐφεξῆς ἅπαντα ὑπομιμνῄσκων, δεύτερον δὲ, ὧν αὐτὸς ἦν μάρτυς εὖ παθών. Ἀμύντου μὲν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> μὲν </foreign> added by Franke from an ancient quotation of the passage.</note> γὰρ νεωστὶ τετελευτηκότος καὶ Ἀλεξάνδρου τοῦ πρεσβυτάτου τῶν ἀδελφῶν, Περδίκκου δὲ καὶ Φιλίππου παίδων ὄντων, Εὐρυδίκης δὲ τῆς μητρὸς αὐτῶν προδεδομένης ὑπὸ τῶν δοκούντων εἶναι<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> εἶναι </foreign> Cobet: the MSS. have<foreign xml:lang="grc"> αὐτῆς </foreign> or<foreign xml:lang="grc"> αὐτοῖς </foreign> before<foreign xml:lang="grc"> εἶναι.</foreign></note> φίλων,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="27"><p>Παυσανίου δʼ ἐπὶ τὴν ἀρχὴν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἀρχὴν </foreign> Cobet: <foreign xml:lang="grc"> ἀρχὴν αὐτῶν </foreign> MSS.</note> κατιόντος, φυγάδος μὲν ὄντος, τῷ καιρῷ δʼ ἰσχύοντος, πολλῶν δʼ αὐτῷ συμπραττόντων, ἔχοντος δὲ Ἑλληνικὴν δύναμιν, εἰληφότος δὲ Ἀνθεμοῦντα καὶ Θέρμαν καὶ Στρέψαν καὶ ἄλλʼ ἄττα χωρία, Μακεδόνων δὲ οὐχ ὁμονοούντων, ἀλλὰ τῶν πλείστων τὰ Παυσανίου φρονούντων, ἐπὶ τῶν καιρῶν τούτων ἐχειροτόνησαν Ἀθηναῖοι στρατηγὸν ἐπʼ Ἀμφίπολιν Ἰφικράτην, Ἀμφιπολιτῶν αὐτῶν ἐχόντων τότε τὴν πόλιν καὶ τὴν χώραν καρπουμένων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="28"><p>ἀφικομένου δʼ εἰς τοὺς τόπους Ἰφικράτους μετʼ ὀλίγων τὸ πρῶτον νεῶν, ἐπὶ κατασκοπῇ μᾶλλον τῶν πραγμάτων ἢ πολιορκία τῆς πόλεως, ἐνταῦθα, ἔφην ἐγώ, μετεπέμψατο αὐτὸν Εὐρυδίκη ἡ μήτηρ ἡ σή, καὶ ὥς γε δὴ λέγουσιν οἱ παρόντες πάντες, Περδίκκαν μὲν τὸν ἀδελφὸν τὸν σὸν καταστήσασα εἰς τὰς χεῖρας τὰς Ἰφικράτους, σὲ δὲ εἰς τὰ γόνατα τὰ ἐκείνου θεῖσα παιδίον ὄντα, εἶπεν ὅτι <q>Ἀμύντας ὁ πατὴρ τῶν παιδίων τούτων, ὅτʼ ἔζη, υἱὸν ἐποιήσατό σε, τῇ δὲ Ἀθηναίων πόλει οἰκείως ἐχρήσατο, ὥστε συμβαίνει σοι καὶ ἰδίᾳ τῶν παίδων τούτων γεγενῆσθαι ἀδελφῷ, καὶ δημοσίᾳ φίλῳ ἡμῖν εἶναι.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>