<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:21-24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:21-24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="21"><p>πρὸς δὲ τούτοις οὐκ ἐν τοιούτοις ἦμεν λόγοις,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> λόγοις </foreign> Baiter: <foreign xml:lang="grc"> λόγοις οἱ συμπρέσβεις </foreign> MSS.</note> ἀλλʼ ὅλην τὴν πορείαν ἠναγκαζόμεθα Δημοσθένην ὑπομένειν ἀφόρητον καὶ βαρὺν ἄνθρωπον· ὃς διασκοπούντων ἡμῶν ὅ τι χρὴ λέγειν,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> λέγειν </foreign> Taylor: <foreign xml:lang="grc"> λέγειν ἡμᾶς </foreign> (or<foreign xml:lang="grc"> ὑμᾶς)τῶν συμπρέσβεων </foreign> (or<foreign xml:lang="grc"> πρέσβεων) </foreign> MSS.</note> καὶ Κίμωνος εἰπόντος ὅτι φοβοῖτο μὴ δικαιολογούμενος περιγένοιτο ἡμῶν ὁ Φίλιππος, πηγὰς δὴ λόγων ἐπηγγέλλετο,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐπηγγέλλετο </foreign> Taylor: before<foreign xml:lang="grc"> ἐπηγγέλλετο </foreign> the MSS. have<foreign xml:lang="grc"> ἔχειν ἀφθόνους </foreign> or<foreign xml:lang="grc"> ἀφθόνους ἔχειν.</foreign></note> καὶ περὶ τῶν δικαίων τῶν ὑπὲρ Ἀμφιπόλεως καὶ τῆς ἀρχῆς τοῦ πολέμου τοιαῦτα ἐρεῖν ἔφη, ὥστε ἀπορράψειν τὸ Φιλίππου στόμα ὁλοσχοίνῳ ἀβρόχῳ καὶ πείσειν Ἀθηναίους μὲν καταδέξασθαι Λεωσθένην, Φίλιππον δʼ Ἀθηναίοις Ἀμφίπολιν ἀποδοῦναι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="22"><p rend="align(indent)">ἵνα δὲ μὴ μακρολογῶ τὴν τούτου διεξιὼν ὑπερηφανίαν, ὡς τάχιστα ἥκομεν εἰς Μακεδονίαν, συνετάξαμεν πρὸς<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> πρὸς </foreign> added by Reiske.</note> ἡμᾶς αὐτούς, ὅταν προσίωμεν Φιλίππῳ, τὸν πρεσβύτατον πρῶτον<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> τὸν πρεσβύτατον πρῶτον </foreign> Herwerden: <foreign xml:lang="grc"> τοὺς πρεσβυτάτους πρώτους </foreign> MSS.</note> λέγειν καὶ τοὺς λοιποὺς καθʼ ἡλικίαν· ἐτύγχανε δʼ ἡμῶν νεώτατος ὤν, ὡς ἔφη, Δημοσθένης. ἐπειδὴ δὲ εἰσεκλήθημεν,—καὶ τούτοις ἤδη μοι σφόδρα προσέχετε τὸν νοῦν· ἐντεῦθεν γὰρ κατόψεσθε τἀνθρώπου<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> τἀνθρώπου </foreign> Markland: <foreign xml:lang="grc"> ἀνθρώπου </foreign> MSS.</note> φθόνον ὑπερβάλλοντα καὶ δεινὴν δειλίαν ἅμα καὶ κακοήθειαν, καὶ τοιαύτας ἐπιβουλὰς κατʼ ἀνδρῶν συσσίτων καὶ συμπρέσβεων, ἃς οὐδʼ ἂν κατὰ τῶν ἐχθίστων τις εἰκῇ ποιήσαιτο. τοὺς γὰρ τῆς πόλεως ἅλας καὶ τὴν δημοσίαν τράπεζαν περὶ πλείστου δή φησι ποιεῖσθαι, οὐκ ὢν ἐπιχώριος, εἰρήσεται γάρ, οὐδʼ ἐγγενής.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="23"><p>ἡμεῖς δέ, οἷς ἱερὰ καὶ τάφοι προγόνων ὑπάρχουσιν ἐν τῇ πατρίδι, καὶ διατριβαὶ καὶ συνήθειαι μεθʼ ὑμῶν ἐλευθέριοι, καὶ γάμοι κατὰ τοὺς νόμους καὶ κηδεσταὶ καὶ τέκνα, Ἀθήνησι μὲν ἦμεν ἄξιοι τῆς ὑμετέρας πίστεως, οὐ γὰρ ἄν ποτε ἡμᾶς εἵλεσθε, ἐλθόντες δʼ εἰς Μακεδονίαν ἐξαίφνης ἐγενόμεθα προδόται. ὁ δὲ οὐδὲν ἄπρατον ἔχων μέρος τοῦ σώματος,<note resp="Loeb" anchored="true" xml:lang="eng"> Many MSS. add<foreign xml:lang="grc"> οὐδʼ ὅθεν τὴν φωνὴν προΐεται </foreign> (cp. § 88): Blass brackets.</note> ὡς ὢν Ἀριστείδης,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> Ἀριστείδης ὁ τοὺς φόρους τάξας τοῖς Ἕλλησιν </foreign> MSS., Blass: Scheibe and Weidner omit<foreign xml:lang="grc"> ὁ  . . .  Ἕλλησιν, </foreign> as adapted from <bibl n="Aeschin. 3.258" xml:lang="eng">Aeschin. 3.258</bibl>.</note> ὁ δίκαιος ἐπικαλούμενος, δυσχεραίνει καὶ καταπτύει δωροδοκίας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="24"><p rend="align(indent)">ἀκούσατε δὴ τούς τε ἡμετέρους λόγους, οὓς εἴπομεν ὑπὲρ ὑμῶν, καὶ πάλιν οὓς τὸ μέγα ὄφελος τῆς πόλεως εἴρηκε Δημοσθένης, ἵνʼ ἐφεξῆς καὶ κατὰ μικρὸν πρὸς ἕκαστα τῶν κατηγορημένων ἀπολογήσωμαι. ἐπαινῶ δʼ εἰς ὑπερβολὴν ὑμᾶς, ὦ ἄνδρες δικασταί, ὅτι σιγῇ καὶ δικαίως ἡμῶν ἀκούετε· ὥστε, ἐάν τι μὴ λύσω τῶν κατηγορημένων, οὐχ ὑμᾶς, ἀλλʼ ἐμαυτὸν αἰτιάσομαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>