<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:161-164</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:161-164</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="161"><p>οὐκ ἤρεσκέ τισι τῶν ῥητόρων ἡ εἰρήνη· ἔπειτα οὐ τότε ἀντιλέγειν αὐτοὺς ἐχρῆν, ἀλλὰ μὴ νῦν ἐμὲ κρίνειν; ἐπλούτουν τινὲς ἐκ τοῦ πολέμου, ἀπὸ τῶν ὑμετέρων εἰσφορῶν καὶ τῶν δημοσίων προσόδων, νῦν δὲ πέπαυνται· εἰρήνη γὰρ ἀργίαν οὐ τρέφει· ἔπειτα οἱ μὲν οὐκ ἀδικούμενοι, ἀλλʼ ἀδικοῦντες τὴν πόλιν, τιμωρήσονται τὸν προστάντα τῆς εἰρήνης, οἱ ὠφελούμενοι τοὺς χρησίμους εἰς τὰ κοινὰ γενομένους<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> γενομένους </foreign> Markland: <foreign xml:lang="grc"> γινομένους </foreign> MSS.</note> ἐγκαταλείψετε;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="162"><p>συνῇδον γὰρ τοὺς παιᾶνας Φιλίππῳ, κατεσκαμμένων τῶν ἐν Φωκεῦσι πόλεων, ὥς φησιν ὁ κατήγορος. καὶ ποίῳ δύναιτʼ ἄν τις τεκμηρίῳ τοῦτο σαφῶς ἐπιδεῖξαι; ἐκλήθην μὲν γὰρ ἐπὶ τὰ ξένια μετὰ τῶν συμπρέσβεων, ἦσαν δʼ οἱ κλητοὶ καὶ συνδειπνοῦντες σὺν ταῖς ἀπὸ τῶν Ἑλλήνων πρεσβείαις οὐκ ἐλάττους ἢ διακόσιοι. ἐν δὲ τούτοις ὡς ἔοικεν ἐγὼ διαφανὴς ἦν οὐχ ὑποσιγῶν, ἀλλὰ συνᾴδων, ὥς φησι Δημοσθένης, οὔτʼ αὐτὸς παρών, οὔτε τῶν ἐκεῖ παρόντων οὐδένα παρασχόμενος μάρτυρα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="163"><p>καὶ τῷ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> τῷ </foreign> Cobet: <foreign xml:lang="grc"> τῷ γε </foreign> MSS.</note> δῆλος ἦ, εἰ μή γε ὥσπερ ἐν τοῖς χοροῖς προῇδον; οὐκοῦν εἰ μὲν ἐσίγων, ψευδῆ μου κατηγορεῖς· εἰ δὲ ὀρθῆς ἡμῖν τῆς πατρίδος οὔσης, καὶ τῶν πολιτῶν κοινῇ μηδὲν ἀτυχούντων, συνῇδον μετὰ τῶν ἄλλων πρέσβεων τὸν παιᾶνα, ἡνίκα ὁ θεὸς μὲν ἐτιμᾶτο, Ἀθηναῖοι δὲ μηδὲν ἠδόξουν, εὐσέβουν, ἀλλʼ οὐκ ἠδίκουν, καὶ δικαίως ἂν σῳζοίμην. ἔπειτα ἐγὼ μὲν διὰ ταῦτα ἀνηλεής τις<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἀνηλεής τις </foreign> Dobree: <foreign xml:lang="grc"> ἀνηλέητος </foreign> or<foreign xml:lang="grc"> ἀνηλέητός τις </foreign> MSS.</note> εἰμὶ ἄνθρωπος, σὺ δὲ εὐσεβὴς ὁ τῶν ὁμοσπόνδων καὶ συσσίτων κατήγορος;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="164"><p rend="align(indent)">ὠνείδισας δέ μοι καὶ πολιτείας ἐμπληξίαν, εἰ πεπρέσβευκα πρὸς Φίλιππον, πρότερον παρακαλῶν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> πεπρέσβευκα  . . . παρακαλῶν </foreign> Hamaker: <foreign xml:lang="grc"> πεπρεσβευκὼς  . . .  παρεκάλουν </foreign> MSS.</note> ἐπʼ ἐκεῖνον τοὺς Ἕλληνας. καίτοι ταύτην, εἰ βούλει, τὴν κατηγορίαν καὶ τῶν ἄλλων Ἀθηναίων δημοσίᾳ κατηγορήσεις. ἐπολεμεῖτε Λακεδαιμονίοις, καὶ μετὰ τὴν ἐν Λεύκτροις συμφορὰν τοῖς αὐτοῖς ἐβοηθεῖτε· κατηγάγετε εἰς τὴν πατρίδα φεύγοντας Θηβαίους, καὶ πάλιν τούτοις ἐμαχέσασθε ἐν Μαντινείᾳ· ἐπολεμήσατε Ἐρετριεῦσι καὶ Θεμίσωνι, καὶ πάλιν αὐτοὺς ἐσώσατε. καὶ μυρίοις ἄλλοις ἤδη τῶν Ἑλλήνων οὕτω κέχρησθε· τοῖς γὰρ καιροῖς συμπεριφέρεσθαι ἀνάγκη πρὸς τὸ κράτιστον καὶ τὸν ἄνδρα καὶ τὴν πόλιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>