<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:157-160</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:157-160</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="157"><p>ταῦθʼ ὑποθεὶς ἐπεῖπεν ἐντεινάμενος ταύτην τὴν ὀξεῖαν καὶ ἀνόσιον φωνήν, ὡς δεινόν, εἰ ὁ μὲν τοὺς Καρίωνας καὶ Ξανθίας ὑποκρινόμενος οὕτως εὐγενὴς καὶ μεγαλόψυχος γένοιτο, ἐγὼ δʼ ὁ τῆς μεγίστης σύμβουλος πόλεως, ὁ τοὺς μυρίους Ἀρκάδων νουθετῶν, οὐ κατάσχοιμι τὴν ὓβριν, ἀλλὰ παραθερμανθείς, ὅθʼ ἡμᾶς εἱστία Ξενόδοκος τῶν ἑταίρων τις τῶν Φιλιππου, ἕλκοιμι τῶν τριχῶν καὶ λαβὼν ῥυτῆρα μαστιγοίην αἰχμάλωτον γυναῖκα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="158"><p>οὐκοῦν εἰ ὑμεῖς αὐτῷ ἐπιστεύσατε, ἢ Ἀριστοφάνης μου συγκατεψεύσατο, ἐπʼ αἰσχραῖς αἰτίαις ἀπωλόμην ἄν.<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἀπωλόμην ἄν </foreign> Cobet: <foreign xml:lang="grc"> ἀδίκως ἀπωλόμην ἄν </foreign> or<foreign xml:lang="grc"> ἀπωλόμην ἂν ἀδίκως </foreign> MSS.</note> ἐάσετε οὖν τὸ τοιοῦτον αὑτοῦ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> τὸ τοιοῦτον αὑτοῦ </foreign> Blass: <foreign xml:lang="grc"> αὐτὸν τοιοῦτον </foreign> or<foreign xml:lang="grc"> αὐτὸν τοιοῦτον αὑτοῦ </foreign> MSS.</note> προστρόπαιον, μὴ γὰρ δὴ τῆς πόλεώς γε, ἐν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> γε, ἐν </foreign> Dobree: <foreign xml:lang="grc"> ὥστε ἐν </foreign> or<foreign xml:lang="grc"> ὡς, ἐν </foreign> MSS.</note> ὑμῖν ἀναστρέφεσθαι; καὶ τὴν μὲν ἐκκλησίαν καθαίρετε, ἐν δὲ τοῖς ψηφίσμασι διὰ τούτου τὰς εὐχὰς ποιήσεσθε, καὶ στρατιὰν ἢ πεζὴν ἢ ναυτικὴν ἐκπέμψετε; καὶ μὴν ὅ γε Ἡσίοδος λέγει, 
	<cit><quote type="verse" rend="blockquote"><l met="dactylic"> πολλάκι τοι ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,</l><l>ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.</l></quote><bibl xml:lang="eng">Hes. <title rend="italic">WD</title> 240-241</bibl></cit></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="159"><p rend="align(indent)">ἓν δὲ πρὸς τοῖς εἰρημένοις εἰπεῖν ἔτι βούλομαι. εἰ γάρ πού τις ἔστι κακία κατʼ ἀνθρώπους, ἂν μὴ πρωτεύοντα περὶ ταύτην ἀποδείξω Δημοσθένην, θανάτου τιμῶμαι. ἀλλʼ οἶμαι πολλὰ καὶ χαλεπὰ παρακολουθεῖ τῷ κρινομένῳ, καὶ μετακαλεῖ τὴν ψυχὴν ἀπὸ τῆς ὀργῆς ὁ κίνδυνος ἐπὶ τοὺς ὑπὲρ τῆς σωτηρίας λόγους, καὶ διαλογισμὸν παρίστησι, μή τι παραλίπῃ τῶν κατηγορημένων. ὥστε ἅμα μὲν ὑμᾶς, ἅμα δὲ ἐμαυτὸν εἰς ἀνάμνησιν τῶν κατηγορημένων ἀγαγεῖν βούλομαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="160"><p>σκοπεῖτε γὰρ δὴ καθʼ ἕκαστον, ὦ ἄνδρες Ἀθηναῖοι, ποῖον ἐγὼ ψήφισμα γράψας κρίνομαι, ἢ ποῖον νόμον λύσας, ἢ ποῖον γενέσθαι κωλύσας, ἢ τίνας ὑπὲρ τῆς πόλεως συνθήκας ποιησάμενος, ἢ τί τῶν δεδογμένων περὶ τῆς εἰρήνης ἀπαλείψας, ἢ τί τῶν μὴ δοξάντων ὑμῖν προσγράψας.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>