<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:153-156</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:153-156</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="153"><p rend="align(indent)">συμπέπλεγμαι δʼ ἐν τῇ πολιτείᾳ καθʼ ὑπερβολὴν ἀνθρώπῳ γόητι καὶ πονηρῷ, ὃς οὐδʼ ἂν ἄκων ἀληθὲς οὐδὲν εἴποι. ἡγεῖται δέ, ὅταν τι Ψεύδηται, τῶν λόγων ὅρκος κατὰ τῶν ἀναισχύντων ὀφθαλμῶν, καὶ τὰ μὴ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> μὴ </foreign> added by Casaubon.</note> γεγενημένα οὐ μόνον ὡς ἔστι λέγει, ἀλλὰ καὶ τὴν ἡμέραν ἐν ᾗ φησι γενέσθαι· καὶ προστίθησίν τινος ὄνομα πλασάμενος, ὡς ἔτυχε παρών, μιμούμενος τοὺς τἀληθῆ λέγοντας. ἓν δὲ εὐτυχοῦμεν οἱ μηδὲν ἀδικοῦντες, ὅτι πρὸς τῇ τερατείᾳ τοῦ τρόπου καὶ τῇ τῶν ὀνομάτων συνθέσει νοῦν οὐκ ἔχει. σκέψασθε γὰρ ἀφροσύνην ἅμα καὶ ἀπαιδευσίαν τἀνθρώπου,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> τἀνθρώπου </foreign> Markland: <foreign xml:lang="grc"> ἀνθρώπου </foreign> MSS.</note> ὃς τοιοῦτον ἐπλάσατο<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐπλάσατο </foreign> Cobet: <foreign xml:lang="grc"> ἔπλασε </foreign> MSS.</note> τὸ περὶ τὴν Ὀλυνθίαν γυναῖκα ψεῦδος κατʼ ἐμοῦ, ἐφʼ ᾧ μεταξὺ λέγων ὑφʼ ὑμῶν ἐξερρίφη· τὸν γὰρ πλεῖστον ἀφεστηκότα τῶν τοιούτων πρὸς τοὺς εἰδότας διέβαλλε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="154"><p>σκέψασθε δέ, ὡς πόρρωθεν ἐπὶ τὴν αἰτίαν ταύτην παρεσκευάζετο. ἔστι γάρ τις ἐπιδημῶν εἰς τὴν πόλιν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> εἰς τὴν πόλιν </foreign> Markland: <foreign xml:lang="grc"> ἡμῶν εἰς τὴν πόλιν </foreign> MSS.<foreign xml:lang="grc"> (</foreign> one has<foreign xml:lang="grc"> ἐν τῇ πόλει ἡμῶν).</foreign></note> Ἀριστοφάνης Ὀλύνθιος· τούτῳ συσταθεὶς ὑπό τινων καὶ πυθόμενος ὡς εἰπεῖν δύναται, ὑπερεκθεραπεύσας αὐτὸν καὶ προσαγαγόμενος, ἔπειθεν ἐμοῦ τὰ ψευδῆ καταμαρτυρεῖν πρὸς ὑμᾶς, κἂν παρελθὼν ἐθελήσῃ σχετλιάσαι σαὶ καὶ λέγειν ὡς εἰς οἰκείαν αὑτοῦ γυναῖκα<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> γυναῖκα </foreign> Reiske: <foreign xml:lang="grc"> γυναῖκα καὶ </foreign> MSS.</note> αἰχμάλωτον γεγενημένην πεπαρῴνηκα, πεντακοσίας μὲν ἤδη δραχμὰς ὑπισχνεῖτο αὐτῷ δώσειν, πεντακοσίας δʼ ἑτέρας, ἐπειδὰν καταμαρτυρήσῃ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="155"><p>ὁ δʼ αὐτῷ ἀπεκρίνατο, ὡς αὐτὸς διηγεῖτο, ὅτι τῆς μὲν φυγῆς καὶ τῆς παρούσης ἀπορίας αὐτῷ οὐ κακῶς, ἀλλʼ ὡς οἷόν τε ἄριστα στοχάζοιτο, τοῦ δὲ τρόπου πλεῖστον εἴη διημαρτηκώς· οὐδὲν γὰρ ἂν τοιοῦτον πρᾶξαι. ὅτι δὲ ἀληθῆ λέγω, αὐτὸν Ἀριστοφάνην μαρτυροῦντα παρέξομαι. κάλει μοι Ἀριστοφάνην Ὀλύθιον, καὶ τὴν μαρτυρίαν ἀναγίγνωσκε, καὶ τοὺς ἀκηκοότας αὐτοῦ καὶ πρὸς ἐμὲ ἀγγείλαντας, Δερκύλον Αὐτοκλέους Ἁγνούσιον καὶ Ἀριστείδην Εὐφιλήτου Κηφισιέα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="156"><p rend="align(center)"><label>Μαρτυρίαι</label></p><p rend="align(indent)">τῶν μὲν μαρτύρων διομνυμένων καὶ μαρτυρούντων ἀκούετε· τὰς δʼ ἀνοσίους ταύτας τῶν λόγων τέχνας, ἃς οὗτος πρὸς τοὺς νέους ἐπαγγέλλεται καὶ κέχρηται νυνὶ κατʼ ἐμοῦ, ἆρα μέμνησθε, ὡς ἐπιδακρύσας καὶ τὴν Ἑλλάδα κατοδυράμενος, καὶ Σάτυρον τὸν κωμικὸν ὑποκριτὴν προσεπαινέσας, ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> παρὰ πότον </foreign> Blass (Harpocration, Photius, Suidas): <foreign xml:lang="grc"> παρὰ τὸν πότον </foreign> MSS.</note> ἐξῃτήσατο παρὰ Φιλίππου,</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>