<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:141-144</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:141-144</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="141"><p>Ὀρχομενίων δὲ περιφόβων ὄντων καὶ σπονδὰς τοῖς σώμασιν αἰτησάντων, ὥστε ἀπελθεῖν ἐκ τῆς Βοιωτίας, παρεστηκότων μὲν τῶν Θηβαίων πρέσβεων, ὑπολειπομένης δʼ ἔχθρας φανερᾶς Φιλίππῳ πρὸς Θηβαίους καὶ Θετταλούς, τότε ἀπώλοντο αἱ πράξεις οὐ διʼ ἐμέ, ἀλλὰ διὰ τὴν προδοσίαν καὶ τὴν πρὸς Θηβαίους προξενίαν. μεγάλα δʼ οἶμαι τούτων ἔργῳ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἔργῳ </foreign> Blass: <foreign xml:lang="grc"> ἐγὼ </foreign> MSS.</note> σημεῖα ἐπιδείξειν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="142"><p>εἰ γάρ τι τούτων ἀληθὲς ἦν ὧν σὺ λέγεις, κατηγόρουν ἄν μου Βοιωτῶν καὶ Φωκέων οἱ φεύγοντες, ὧν τοὺς μὲν ἐξεβεβλήκειν, τοὺς δʼ ἐκώλυσα κατελθεῖν· νῦν δʼ οὐχὶ τὰ συμβάντα λογιζόμενοι, ἀλλὰ τὴν εὔνοιαν τὴν ἐμὴν ἀποδεχόμενοι, συλλεγέντες οἱ φεύγοντες Βοιωτῶν ᾕρηνταί μοι συνηγόρους, ἥκουσι δʼ ἀπὸ τῶν ἐν Φωκεῦσι πόλεων πρέσβεις, οὓς ἐγὼ τὴν τρίτην πρεσβείαν τὴν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> τὴν </foreign> added by Franke.</note> ἐπὶ τοὺς Ἀμφικτύονας πρεσβεύων ἔσωσα, Οἰταίων ἐγχειρούντων λέγειν ὡς δεῖ τοὺς ἡβῶντας ὠθεῖν κατὰ τοῦ κρημνοῦ, καὶ παρήγαγον εἰς τοὺς Ἀμφικτύονας, ὥστε ἀπολογίας τυχεῖν. ὁ μὲν γὰρ Φάλαικος<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> Φάλαικος </foreign> Dobree: <foreign xml:lang="grc"> Φάλαικος τύραννος (</foreign> or<foreign xml:lang="grc"> ὁ τύραννος) </foreign> MSS.</note> ὑπόσπονδος ἀφεῖτο, οἱ δὲ ἀναίτιοι ἀποθνῄσκειν ἔμελλον, συναγορεύοντος δʼ ἐμοῦ διεσώθησαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="143"><p>ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι Μνάσωνα τὸν Φωκέα καὶ τοὺς συμπρέσβεις, καὶ τοὺς ἀπὸ τῆς τῶν Βοιωτῶν φυγῆς ᾑρημένους. ἀνάβηθι δεῦρο, Λίπαρε καὶ Πυθίων, καὶ τὴν αὐτὴν ἀπόδοτέ μοι χάριν εἰς τὴν τοῦ σώματος σωτηρίαν, ἥνπερ ἐγὼ ὑμῖν.</p><p rend="align(center)"><label>Συνητοπία Βοιωτῶν καὶ Φωκέων</label></p><p rend="align(indent)">πῶς οὖν οὐκ ἂν δεινὰ πάθοιμι, εἰ κατηγοροῦντος μὲν Δημοσθένους τοῦ Θηβαιων προξένου καὶ πονηροτάτου τῶν Ἑλλήνων, συναγορευόντων δέ μοι Φωκέων καὶ Βοιωτῶν ἁλοίην;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="144"><p rend="align(indent)">ἐτόλμησε δʼ εἰπεῖν ὡς ἐγὼ τοῖς ἐμαυτοῦ λόγοις περιπίπτω. φησὶ γάρ με εἰπεῖν, ὅτʼ ἔκρινον Τίμαρχον, ὅτι πάντες κατʼ αὐτοῦ τὴν τῆς πορνείας φήμην παρειλήφασι, τὸν δʼ Ἡσίοδον ποιητὴν ἀγαθὸν ὄντα λέγειν, 
<cit><quote type="verse" rend="blockquote"><l met="dactylic">φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ</l><l>πολλοὶ φημίξωσι·<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> φημίξωσι </foreign> Baiter and Sauppe. Here and in <bibl n="Aeschin. 1.129" xml:lang="eng">Aeschin. 1.129</bibl> the MSS. have varying forms of the verb (so in the MSS. of Hesiod).</note> θεός νυ τίς ἐστι καὶ αὐτή.</l></quote><bibl xml:lang="eng">Hes. <title rend="italic">WD</title> 763-4</bibl></cit> 
τὴν δʼ αὐτὴν ταύτην θεὸν ἥκειν νῦν κατηγοροῦσαν ἐμοῦ· πάντας γὰρ λέγειν ὡς χρήματα ἔχω παρὰ Φιλίππου.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>