<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:137-140</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:137-140</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="137"><p>τῶν δʼ ἑταίρων τινὲς τῶν Φιλίππου οὐ διαρρήδην πρός τινας ἡμῶν ἔλεγον ὅτι τὰς ἐν Βοιωτοῖς πόλεις κατοικιεῖ Φίλιππος; Θηβαῖοι δʼ οὐκ ἐξεληλύθεσαν πανδημεί, ἀπιστοῦντες τοῖς πράγμασιν; ὑμῖν δὲ ταῦθʼ ὁρῶν οὐκ ἔπεμψεν ἐπιστολὴν ὁ Φίλιππος, ἐξιέναι πάσῃ τῇ δυνάμει βοηθήσοντας τοῖς δικαίοις; οἱ δὲ νῦν πολεμικοὶ καὶ τὴν εἰρήνην ἀνανδρίαν καλοῦντες, οὐ διεκώλυσαν ὑμᾶς ἐξελθεῖν εἰρήνης καὶ συμμαχίας γεγενημένης,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> γεγενημένης </foreign> Weidner: <foreign xml:lang="grc"> ὑμῖν (</foreign> or<foreign xml:lang="grc"> ἡμῖν) γεγενημένης </foreign> or<foreign xml:lang="grc"> γεγενημένης ὑμῖν </foreign> MSS.</note> δεδιέναι φάσκοντες μὴ τοὺς στρατιώτας ὑμῶν ὁμήρους λάβῃ Φίλιππος;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="138"><p>πότερον οὖν ἐγὼ τοὺς προγόνους ἐκώλυσα τὸν δῆμον μιμεῖσθαι, ἢ σὺ καὶ οἱ μετὰ σοῦ συνεστηκότες ἐπὶ τὰ κοινά; καὶ πότερον ἦν ἀσφαλεστέρα καὶ καλλίων Ἀθηναίοις ἡ ἔξοδος, ἡνίκα ἤκμαζον μὲν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> μὲν </foreign> Dobree: <foreign xml:lang="grc"> ἐν </foreign> MSS.</note> τῇ μανίᾳ Φωκεῖς, ἐπολέμουν δὲ Φιλίππῳ, εἶχον δὲ Ἀλπωνὸν καὶ Νίκαιαν, οὔπω παραδόντος Φαλαίκου Μακεδόσι, τὰς σπονδὰς δὲ οἷς ἐμέλλομεν βοηθεῖν τὰς μυστηριώτιδας οὐκ ἐδέχοντο, Θηβαίους δʼ ὄπισθεν κατελείπομεν,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> κατελείπομεν </foreign> Bekker: <foreign xml:lang="grc"> κατελίπομεν </foreign> MSS.</note> ἢ μεταπεμπομένου μὲν Φιλίππου, ὅρκων δʼ ἡμῖν καὶ συμμαχίας γεγενημένης, Θετταλῶν δὲ καὶ τῶν ἄλλων Ἀμφικτυόνων στρατευόντων;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="139"><p>οὐ πολλῷ καλλίων οὗτος ἦν ὁ καιρὸς ἐκείνου, ἐν ᾧ διὰ τὴν σὴν ἀνανδρίαν καὶ ἅμα φθόνον ἐσκευαγώγησαν ἐκ τῶν ἀγρῶν Ἀθηναῖοι, πρεσβεύοντος ἐμοῦ τὴν τρίτην ἤδη πρεσβείαν τὴν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> τὴν </foreign> added by Franke.</note> ἐπὶ τὸ κοινὸν τῶν Ἀμφικτυόνων, ἐφʼ ἣν τολμᾶς με λέγειν ὡς οὐ χειροτονηθεὶς ᾠχόμην, ἐχθρὸς δʼ ὢν οὐδέπω<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> οὐδέπω </foreign> Blass: <foreign xml:lang="grc"> οὔπω </foreign> MSS.</note> καὶ τήμερον ἠθέληκάς με εἰσαγγεῖλαι παραπρεσβεύσασθαι; οὐ γὰρ δὴ φθονεῖς γέ μοι τῶν εἰς τὸ σῶμα τιμημάτων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="140"><p rend="align(indent)">τοιγάρτοι Θηβαίων μὲν παρακαθημένων καὶ δεομένων, τῆς δʼ ἡμετέρας πόλεως διὰ σὲ τεθορυβημένης καὶ τῶν Ἀθηναίων ὁπλιτῶν οὐ παρόντων, Θετταλῶν δὲ Θηβαίοις προσθεμένων διὰ τὴν ὑμετέραν ἀβουλίαν καὶ τὴν πρὸς Φωκέας ἔχθραν, ἣ προϋπῆρχε Θετταλοῖς ἐκ παλαιῶς χρόνων, ὅτε αὐτῶν τοὺς ὁμήρους λαβόντες Φωκεῖς κατηλόησαν, Φαλαίκου δὲ πρὶν ἐμὲ ἐλθεῖν καὶ Στέφανον καὶ Δερκύλον καὶ τοὺς ἄλλους<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἄλλους </foreign> Blass: <foreign xml:lang="grc"> Ἀμφικτύονας </foreign> MSS.</note> πρέσβεις ἀπεληλυθότος ὑποσπόνδου,</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>