<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:125-128</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:125-128</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="125"><p>οὐδʼ αὐτὸς ὁ Φίλιππος, πρὸς ὃν ἀντειπεῖν Δημοσθένης ὑπὲρ ὑμῶν οὐκ ἠδυνήθη· οὐδʼ ὁ Βυζάντιος Πύθων, ἄνθρωπος ἐπὶ τῷ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐπὶ τῷ </foreign> H. Wolf: <foreign xml:lang="grc"> περὶ τὸ </foreign> MSS.</note> γράφειν μέγα φρονῶν· ἀλλʼ ὡς ἔοικε τὸ πρᾶγμα ἐμοῦ προσεδεῖτο. καὶ λέγεις μὲν ὅτι Φιλίππῳ μεθʼ ἡμέραν πολλάκις μόνος μόνῳ διελεγόμην, αἰτιᾷ δὲ εἰσπλεῖν με νύκτωρ κατὰ τὸν ποταμόν· οὕτω νυκτερινῆς ἐπιστολῆς τὸ πρᾶγμα ἐδεῖτο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="126"><p>ὅτι δʼ οὐδὲν ἀληθὲς λέγεις, ἥκουσι μὲν μαρτυρήσοντες μεθʼ ὧν συνεσίτουν, Ἀγλαοκρέων ὁ Τενέδιος καὶ Ἰατροκλῆς ὁ Πασιφῶντος, μεθʼ ὧν ἑξῆς ἅπαντα τὸν χρόνον τὰς νύκτας ἀνεπαυόμην, οἳ συνίσασίν μοι μηδεμίαν πώποτε ἀπʼ αὐτῶν νύκτα ἀπογενομένῳ, μηδὲ μέρος νυκτός· ἄγομεν δὲ καὶ τοὺς οἰκέτας καὶ παραδίδομεν εἰς βάσανον. καὶ τὸν μὲν λόγον, εἰ συγχωρεῖ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> συγχωρεῖ </foreign> Scholiast: <foreign xml:lang="grc"> συγχωρήσει </foreign> MSS.</note> ὁ κατήγορος, καταλύω· παρέσται δὲ ὁ δημόσιος καὶ βασανιεῖ ἐναντίον ὑμῶν, ἂν κελεύητε. ἐνδέχεται δὲ τὸ λοιπὸν μέρος τῆς ἡμέρας ταῦτα πρᾶξαι· πρὸς ἕνδεκα γὰρ ἀμφορέας ἐν διαμεμετρημένῃ τῇ ἡμέρᾳ κρίνομαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="127"><p>κἂν φῶσιν ἀπόκοιτόν με τουτωνὶ πώποτε τῶν συσσίτων<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> συσσίτων </foreign> Baiter: <foreign xml:lang="grc"> συσσίτων βασανιζόμενοι </foreign> MSS.</note> γεγονέναι, μὴ φείσησθέ μου, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλʼ ἀναστάντες ἀποκτείνατε. ἐὰν δʼ ἐξελεγχθῇς ψευδόμενος, Δημόσθενες, τοιαύτην δίκην δός· ὁμολόγησον ἀνδρόγυνος εἶναι καὶ μὴ ἐλεύθερος ἐναντίον τούτων. κάλει μοι τοὺς οἰκέτας δεῦρο ἐπὶ τὸ βῆμα, καὶ τὴν τῶν συμπρέσβεων ἀναγίγνωσκε μαρτυρίαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="128"><p rend="align(center)"><label>Μαρτυρία.<space/> Πρόκλησις</label></p><p rend="align(indent)">ἐπειδὴ τοίνυν οὐ δέχεται τὴν πρόκλησιν, οὐδʼ ἄν φησιν ἐν βασάνοις ἀνδραπόδων γενέσθαι, λαβέ μοι τὴν ἐπιστολὴν ταύτην, ἣν ὁ Φίλιππος ἔπεμψε. δῆλον γὰρ ὅτι μεγάλα τὴν πόλιν παραλογίζεται, διʼ ἣν ἠγρυπνοῦμεν γράφοντες.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>