<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:121-140</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:121-140</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="121"><p rend="align(indent)">διέβαλλε δέ, κἀκεῖνον διαιρούμενος τὸν λόγον, ὡς ἀπαγγέλλειν τἀληθῆ βουλόμενος, ὑπʼ ἐμοῦ καὶ Φιλοκράτους κωλυθείη. ἐγὼ δʼ ὑμᾶς ἡδέως ἂν ἐροίμην, εἴ τις πώποτε Ἀθηναίων πρεσβευτὴς ἐκπεμφθείς, ἐφʼ οἷς πεπρέσβευκε κεκώλυται πρὸς τὸν δῆμον ἀπαγγέλλειν, καὶ ταῦτα παθὼν καὶ ἀτιμασθεὶς ὑπὸ τῶν συμπρέσβεων, τούτους ἔγραψʼ ἂν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἔγραψʼ ἂν </foreign> the editor: <foreign xml:lang="grc"> ἔγραψεν </foreign> MSS.</note> ἐπαινέσαι καὶ καλέσαι ἐπὶ δεῖπνον. Δημοσθένης τοίνυν ἥκων ἀπὸ τῆς ὑστέρας πρεσβείας, ἐν ᾗ φησι τὰ τῶν Ἑλλήνων πράγματα ἀνατραπῆναι, οὐκ ἐν τῷ ψηφίσματι μόνον ἡμᾶς ἐπῄνει,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="122"><p>ἀλλʼ ἀπαγγείλαντος πρὸς τὸν δῆμον ἐμοῦ τοὺς περὶ τῶν Ἀμφικτυόνων λόγους καὶ Βοιωτῶν, οὐχ ὥσπερ νῦν συντέμνοντος οὐδʼ ἐπειγομένου, ἀλλʼ ὡς ἐδυνάμην κατὰ ῥῆμα ἀκριβέστατα, καὶ τοῦ δήμου σφόδρα ἀποδεχομένου, παρακληθεὶς ὑπʼ ἐμοῦ μετὰ τῶν ἄλλων συμπρέσβεων καὶ ἐρωτώμενος,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐρωτώμενος </foreign> Cobet: <foreign xml:lang="grc"> διερωτώμενος </foreign> MSS.</note> εἰ τἀληθῆ καὶ ταὐτὰ ἀπαγγέλλω πρὸς Ἀθηναίους ἅπερ πρὸς Φίλιππον εἶπον, πάντων μαρτυρούντων καὶ ἐπαινούντων με τῶν συμπρέσβεων, ἐπαναστὰς ἐπὶ πᾶσιν οὐκ ἔφη με, ὥσπερ ἐκεῖ,<note resp="Loeb" anchored="true" xml:lang="eng"> After<foreign xml:lang="grc"> ἐκεῖ </foreign> the MSS. have<foreign xml:lang="grc"> εἶπον · </foreign> Blass brackets<foreign xml:lang="grc"> εἶπον.</foreign></note> οὕτως ἐν τῷ παρόντι λέγειν, ἀλλʼ ἐκεῖ διπλασίῳ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> διπλασίῳ </foreign> Bekker: <foreign xml:lang="grc"> διπλασίως </foreign> MSS.</note> ἄμεινον. καὶ τούτων ὑμεῖς οἱ τὴν ψῆφον μέλλοντες φέρειν ἐστέ μοι μάρτυρες.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="123"><p>καίτοι τίς ἂν αὐτῷ καλλίων καιρὸς ἐγένετο, ἢ τότʼ ἐξελέγχειν εὐθύς, εἴ τι τὴν πόλιν ἐξηπάτων; φῂς γάρ με ἐν μὲν τῇ προτέρᾳ πρεσβείᾳ λαθεῖν σαυτὸν συνεστηκότα ἐπὶ τὴν πόλιν, ἐν δὲ τῇ ὑστέρᾳ αἰσθέσθαι, ἐν ᾗ συναγορεύων μοι φαίνῃ. κἀκείνης μὲν ἅμα κατηγορῶν οὐ φῂς κατηγορεῖν, τῆς δʼ ἐπὶ τοὺς ὅρκους κατηγορεῖς. καίτοι εἰ τὴν εἰρήνην ψέγεις, σὺ καὶ τὴν συμμαχίαν ἔγραψας· καὶ Φίλιππος εἴ τι τὴν πόλιν ἐξηπάτα, διὰ τοῦτο ἐψεύδετο, ὅπως τῆς εἰρήνης ἥπερ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἥπερ </foreign> H. Wolf: <foreign xml:lang="grc"> εἴπερ </foreign> (or<foreign xml:lang="grc"> εἴ τι) </foreign> MSS.</note> συνέφερεν αὐτῷ τύχοι. οὐκοῦν ἡ μὲν προτέρα πρεσβεία τὸν καιρὸν τοῦτον εἶχεν, ἡ δʼ ὑστέρα ἐπὶ πεπραγμένοις ἐγίγνετο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="124"><p rend="align(indent)">τίνες οὖν ἦσαν αἱ ἀπάται, ταῦτα γὰρ τοῦ γόητος ἀνθρώπου, ἐξ ὧν εἴρηκε λογίσασθε. εἰσπλεῖν μέ φησιν ἐν μονοξύλῳ πλοίῳ κατὰ τὸν Λοιδίαν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> Λοιδίαν </foreign> Reiske (Harpocration): <foreign xml:lang="grc"> Λυδίαν </foreign> MSS.</note> ποταμὸν τῆς νυκτὸς ὡς Φίλιππον, καὶ τὴν ἐπιστολὴν τὴν δεῦρο ἐλθοῦσαν Φιλίππῳ γράψαι. ὁ μὲν γὰρ Λεωσθένης, ὁ φεύγων ἐνθένδε διὰ τοὺς συκοφάντας, οὐ δυνατὸς ἦν ἐπιδεξίως ἐπιστολὴν γράψαι, ὃν οὐκ ὀκνοῦσί τινες ἀποφαίνεσθαι μετὰ Καλλίστρατον τὸν Ἀφιδναῖον τῶν ἄλλων μάλιστα εἰπεῖν δύνασθαι·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="125"><p>οὐδʼ αὐτὸς ὁ Φίλιππος, πρὸς ὃν ἀντειπεῖν Δημοσθένης ὑπὲρ ὑμῶν οὐκ ἠδυνήθη· οὐδʼ ὁ Βυζάντιος Πύθων, ἄνθρωπος ἐπὶ τῷ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐπὶ τῷ </foreign> H. Wolf: <foreign xml:lang="grc"> περὶ τὸ </foreign> MSS.</note> γράφειν μέγα φρονῶν· ἀλλʼ ὡς ἔοικε τὸ πρᾶγμα ἐμοῦ προσεδεῖτο. καὶ λέγεις μὲν ὅτι Φιλίππῳ μεθʼ ἡμέραν πολλάκις μόνος μόνῳ διελεγόμην, αἰτιᾷ δὲ εἰσπλεῖν με νύκτωρ κατὰ τὸν ποταμόν· οὕτω νυκτερινῆς ἐπιστολῆς τὸ πρᾶγμα ἐδεῖτο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="126"><p>ὅτι δʼ οὐδὲν ἀληθὲς λέγεις, ἥκουσι μὲν μαρτυρήσοντες μεθʼ ὧν συνεσίτουν, Ἀγλαοκρέων ὁ Τενέδιος καὶ Ἰατροκλῆς ὁ Πασιφῶντος, μεθʼ ὧν ἑξῆς ἅπαντα τὸν χρόνον τὰς νύκτας ἀνεπαυόμην, οἳ συνίσασίν μοι μηδεμίαν πώποτε ἀπʼ αὐτῶν νύκτα ἀπογενομένῳ, μηδὲ μέρος νυκτός· ἄγομεν δὲ καὶ τοὺς οἰκέτας καὶ παραδίδομεν εἰς βάσανον. καὶ τὸν μὲν λόγον, εἰ συγχωρεῖ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> συγχωρεῖ </foreign> Scholiast: <foreign xml:lang="grc"> συγχωρήσει </foreign> MSS.</note> ὁ κατήγορος, καταλύω· παρέσται δὲ ὁ δημόσιος καὶ βασανιεῖ ἐναντίον ὑμῶν, ἂν κελεύητε. ἐνδέχεται δὲ τὸ λοιπὸν μέρος τῆς ἡμέρας ταῦτα πρᾶξαι· πρὸς ἕνδεκα γὰρ ἀμφορέας ἐν διαμεμετρημένῃ τῇ ἡμέρᾳ κρίνομαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="127"><p>κἂν φῶσιν ἀπόκοιτόν με τουτωνὶ πώποτε τῶν συσσίτων<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> συσσίτων </foreign> Baiter: <foreign xml:lang="grc"> συσσίτων βασανιζόμενοι </foreign> MSS.</note> γεγονέναι, μὴ φείσησθέ μου, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλʼ ἀναστάντες ἀποκτείνατε. ἐὰν δʼ ἐξελεγχθῇς ψευδόμενος, Δημόσθενες, τοιαύτην δίκην δός· ὁμολόγησον ἀνδρόγυνος εἶναι καὶ μὴ ἐλεύθερος ἐναντίον τούτων. κάλει μοι τοὺς οἰκέτας δεῦρο ἐπὶ τὸ βῆμα, καὶ τὴν τῶν συμπρέσβεων ἀναγίγνωσκε μαρτυρίαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="128"><p rend="align(center)"><label>Μαρτυρία.<space/> Πρόκλησις</label></p><p rend="align(indent)">ἐπειδὴ τοίνυν οὐ δέχεται τὴν πρόκλησιν, οὐδʼ ἄν φησιν ἐν βασάνοις ἀνδραπόδων γενέσθαι, λαβέ μοι τὴν ἐπιστολὴν ταύτην, ἣν ὁ Φίλιππος ἔπεμψε. δῆλον γὰρ ὅτι μεγάλα τὴν πόλιν παραλογίζεται, διʼ ἣν ἠγρυπνοῦμεν γράφοντες.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="129"><p rend="align(center)"><label>Ἐπιστολή</label></p><p rend="align(indent)">ἀκούετε, ὦ ἄνδρες, ὅτι <q>τοὺς ὅρκους ἀποδέδωκα,</q> φησί, <q>τοῖς ὑμετέροις πρέσβεσι,</q> καὶ τῶν συμμάχων τῶν ἑαυτοῦ τοὺς παραγενομένους κατʼ ὄνομα γέγραφε, καὶ αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν, τοὺς δʼ ὑστερήσαντας τῶν συμμάχων ἀποστελεῖν φησι πρὸς ὑμᾶς. ταῦτʼ οὖν οὐκ ἂν οἴεσθε δύνασθαι γράψαι Φίλιππον μεθʼ ἡμέραν ἄνευ ἐμοῦ;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="130"><p>ἀλλʼ ἔμοιγε νὴ τοὺς θεοὺς οὗτος<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> οὗτος </foreign> Blass: <foreign xml:lang="grc"> οὐτοσὶ </foreign> MSS.</note> δοκεῖ τοῦτο μόνον λογίζεσθαι, ὅπως μεταξὺ λέγων εὐδοκιμήσει· εἰ δὲ μικρὸν ἐπισχὼν δόξει πονηρότατος τῶν Ἑλλήνων εἶναι, οὐδὲ μικρὸν φροντίζειν.<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φροντίζειν </foreign> Dobree: <foreign xml:lang="grc"> φροντίζει </foreign> MSS.</note> τί γὰρ ἄν τις τοιούτῳ πιστεύσειεν ἀνθρώπῳ, ὃς ἐγκεχείρηκε λέγειν ὡς Φίλιππος, οὐ τοῖς αὑτοῦ στρατηγήμασιν, ἀλλὰ ταῖς ἐμαῖς δημηγορίαις, εἴσω Πυλῶν παρῆλθε; καὶ λογισμόν τινα ἡμερῶν συνηριθμεῖτο πρὸς ὑμᾶς, ἐν αἷς ἐγὼ μὲν ἀπήγγελλον τὴν πρεσβείαν, οἱ δὲ Φαλαίκου τοῦ Φωκέων τυράννου δρομοκήρυκες τἀνθένδε ἐκεῖσε διήγγελλον, πιστεύσαντες δὲ οἱ Φωκεῖς ἐμοὶ εἴσω Πυλῶν αὐτὸν παρεδέξαντο καὶ τὰς πόλεις τὰς αὑτῶν παρέδοσαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="131"><p rend="align(indent)">ταῦτα μὲν οὖν ὁ κατήγορος μεμηχάνηται, τὰ δʼ ἐν Φωκεῦσι διεφθάρη πράγματα πρῶτον μὲν διὰ τὴν τύχην, ἣ πάντων ἐστὶ κυρία, ἔπειτα διὰ τὸ μῆκος τοῦ χρόνου καὶ τὸν δεκέτη πόλεμον. τὸ γὰρ αὐτὸ ηὔξησέ τε τῶν ἐν Φωκεῦσι τυράννων τὰ πράγματα καὶ καθεῖλε· κατέστησαν μὲν γὰρ εἰς τὴν ἀρχὴν τολμήσαντες τῶν ἱερῶν χρημάτων ἅψασθαι, καὶ διὰ ξένων τὰς πολιτείας μετέστησαν, κατελύθησαν δʼ ἀπορίᾳ χρημάτων, ἐπειδὴ κατεμισθοφόρησαν τὰ ὑπάρχοντα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="132"><p rend="align(indent)">τρίτον δʼ αὐτοὺς καθεῖλεν ἡ τοῖς ἀπορουμένοις στρατοπέδοις συνήθως παρακολουθοῦσα στάσις, τέταρτον δʼ ἡ Φαλαίκου περὶ τῶν μελλόντων ἔσεσθαι πραγμάτων ἄγνοια. ἡ μὲν γὰρ Θετταλῶν καὶ Φιλίππου στρατεία πρόδηλος ἦν, οὐ πολλῷ δὲ χρόνῳ πρότερον πρὶν τὴν πρὸς ὑμᾶς εἰρήνην γενέσθαι, πρέσβεις πρὸς ὑμᾶς ἦλθον ἐκ Φωκέων, βοηθεῖν αὑτοῖς κελεύοντες, καὶ ἐπαγγελλόμενοι παραδώσειν Ἀλπωνὸν καὶ Θρόνιον καὶ Νικαιαν, τὰ τῶν παρόδων τῶν εἰς Πύλας χωρία κύρια.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="133"><p>ψηφισαμένων δʼ ὑμῶν παραδοῦναι Προξένῳ τῷ στρατηγῷ τοὺς Φωκέας ταῦτα τὰ χωρία, καὶ πεντήκοντα πληροῦν τριήρεις, καὶ τοὺς μέχρι τετταράκοντα ἐτῶν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐτῶν </foreign> Blass: <foreign xml:lang="grc"> ἔτη γεγονότας </foreign> MSS.</note> ἐξιέναι, ἀντὶ τοῦ παραδοῦναι τὰ χωρία Προξένῳ, ἔδησαν οἱ τύραννοι τοὺς πρέσβεις τοὺς ἐπηγγελμένους<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐπηγγελμένους </foreign> Hamaker: <foreign xml:lang="grc"> ἐπαγγελλομένους </foreign> or<foreign xml:lang="grc"> ἐπαγγειλαμένους </foreign> MSS.</note> ὑμῖν παραδώσειν τὰ φυλακτήρια, καὶ τοῖς σπονδοφόροις τοῖς τὰς μυστηριώτιδας σπονδὰς ἐπαγγέλλουσι μόνοι τῶν Ἑλλήνων Φωκεῖς οὐκ ἐσπείσαντο. καὶ πάλιν Ἀρχιδάμου τοῦ Λάκωνος παραλαμβάνειν ὄντος ἑτοίμου τὰ χωρία καὶ φυλάττειν, οὐκ ἐπείσθησαν, ἀλλʼ ἀπεκρίναντο αὐτῷ τὰ τῆς Σπάρτης δεινὰ δεδιέναι καὶ μὴ τὰ παρʼ αὑτοῖς.<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> αὑτοῖς </foreign> Markland: <foreign xml:lang="grc"> αὐτοῖς </foreign> MSS.</note></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="134"><p>κἀνταῦθα οὔπω διελέλυσθε Φιλίππῳ, ἀλλʼ ἐν τῇ αὐτῇ ἡμέρᾳ περί τε τῆς εἰρήνης ἐβουλεύεσθε, καὶ τῆς ἐπιστολῆς ἠκούετε τῆς Προξένου, ὅτι Φωκεῖς οὐ παραδεδώκασιν αὐτῷ τὰ χωρία, καὶ οἱ τὰ μυστήρια ἐπαγγέλλοντες<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐπαγγέλλοντες </foreign> Baiter and Sauppe: <foreign xml:lang="grc"> ἀπαγγέλλοντες </foreign> MSS.</note> μόνους τῶν ἄλλων Ἑλλήνων ἀπέφαινον<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἀπέφαινον </foreign> Blass: <foreign xml:lang="grc"> ἀπέφηναν </foreign> MSS.</note> Φωκέας οὐ δεδεγμένους τὰς σπονδάς, ἀλλὰ καὶ τοὺς δεῦρο ἐληλυθότας πρέσβεις δεδεκότας. ὅτι δὲ ἀληθῆ λέγω, κάλει μοι τοὺς σπονδοφόρους, καὶ τοὺς παρὰ Προξένου τοῦ στρατηγοῦ πρεσβεύσαντας εἰς Φωκέας, Καλλικράτην καὶ Μεταγένην, καὶ τῆς ἐπιστολῆς ἀκούσατε τῆς Προξένου.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="135"><p rend="align(center)"><label>Μαρτυρίαι.<space/> Ἐπιστολή</label></p><p rend="align(indent)">ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν χρόνων παραναγιγνωσκομένων ἐκ τῶν δημοσίων γραμμάτων, καὶ τῶν μαρτύρων ὑμῖν προσδιαμαρτυρούντων,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> προσδιαμαρτυρούντων </foreign> Hamaker: <foreign xml:lang="grc"> προσδιαμαρτυρησάντων </foreign> MSS.</note> ὅτι πρὶν ἐμὲ χειροτονηθῆναι πρεσβευτήν, Φάλαικος ὁ τῶν Φωκέων τύραννος ἡμῖν μὲν καὶ Λακεδαιμονίοις ἠπίστει, Φιλίππῳ δʼ ἐπίστευεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="136"><p rend="align(indent)">ἀλλʼ οὗτος μόνος τὸ συμβησόμενον ἠγνόει; ὑμεῖς δὲ αὐτοὶ δημοσίᾳ πῶς διέκεισθε; οὐ πάντες προσεδοκᾶτε Φίλιππον ταπεινώσειν Θηβαίους, ὁρῶντά τʼ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> τʼ </foreign> added by Dobree.</note> αὐτῶν τὴν θρασύτητα, καὶ τῷ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> τῷ </foreign> H. Wolf: <foreign xml:lang="grc"> τὸ </foreign> MSS.</note> μὴ βούλεσθαι δύναμιν ἀνθρώπων ἀπίστων ἐπαυξῆσαι;<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐπαυξῆσαι </foreign> Sauppe: <foreign xml:lang="grc"> ἐπασκῆσαι </foreign> MSS.</note> Λακεδαιμόνιοι δὲ οὐ μεθʼ ἡμῶν τἀναντία Θηβαίοις ἐπρέσβευον, καὶ τελευτῶντες προσέκρουον φανερῶς ἐν Μακεδονίᾳ καὶ διηπειλοῦντο;<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> διηπειλοῦντο </foreign> Cobet: <foreign xml:lang="grc"> διηπείλουν </foreign> MSS. After<foreign xml:lang="grc"> διηπείλουν </foreign> the MSS. have<foreign xml:lang="grc"> τοῖς τῶν Θηβαίων πρέσβεσιν, </foreign> which Blass brackets.</note> αὐτοὶ δὲ οὐκ ἠπόρουν καὶ ἐφοβοῦντο οἱ τῶν Θηβαίων πρέσβεις; Θετταλοὶ δὲ οὐ κατεγέλων τῶν ἄλλων, ὑπὲρ αὑτῶν φάσκοντες τὴν στρατείαν εἶναι;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="137"><p>τῶν δʼ ἑταίρων τινὲς τῶν Φιλίππου οὐ διαρρήδην πρός τινας ἡμῶν ἔλεγον ὅτι τὰς ἐν Βοιωτοῖς πόλεις κατοικιεῖ Φίλιππος; Θηβαῖοι δʼ οὐκ ἐξεληλύθεσαν πανδημεί, ἀπιστοῦντες τοῖς πράγμασιν; ὑμῖν δὲ ταῦθʼ ὁρῶν οὐκ ἔπεμψεν ἐπιστολὴν ὁ Φίλιππος, ἐξιέναι πάσῃ τῇ δυνάμει βοηθήσοντας τοῖς δικαίοις; οἱ δὲ νῦν πολεμικοὶ καὶ τὴν εἰρήνην ἀνανδρίαν καλοῦντες, οὐ διεκώλυσαν ὑμᾶς ἐξελθεῖν εἰρήνης καὶ συμμαχίας γεγενημένης,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> γεγενημένης </foreign> Weidner: <foreign xml:lang="grc"> ὑμῖν (</foreign> or<foreign xml:lang="grc"> ἡμῖν) γεγενημένης </foreign> or<foreign xml:lang="grc"> γεγενημένης ὑμῖν </foreign> MSS.</note> δεδιέναι φάσκοντες μὴ τοὺς στρατιώτας ὑμῶν ὁμήρους λάβῃ Φίλιππος;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="138"><p>πότερον οὖν ἐγὼ τοὺς προγόνους ἐκώλυσα τὸν δῆμον μιμεῖσθαι, ἢ σὺ καὶ οἱ μετὰ σοῦ συνεστηκότες ἐπὶ τὰ κοινά; καὶ πότερον ἦν ἀσφαλεστέρα καὶ καλλίων Ἀθηναίοις ἡ ἔξοδος, ἡνίκα ἤκμαζον μὲν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> μὲν </foreign> Dobree: <foreign xml:lang="grc"> ἐν </foreign> MSS.</note> τῇ μανίᾳ Φωκεῖς, ἐπολέμουν δὲ Φιλίππῳ, εἶχον δὲ Ἀλπωνὸν καὶ Νίκαιαν, οὔπω παραδόντος Φαλαίκου Μακεδόσι, τὰς σπονδὰς δὲ οἷς ἐμέλλομεν βοηθεῖν τὰς μυστηριώτιδας οὐκ ἐδέχοντο, Θηβαίους δʼ ὄπισθεν κατελείπομεν,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> κατελείπομεν </foreign> Bekker: <foreign xml:lang="grc"> κατελίπομεν </foreign> MSS.</note> ἢ μεταπεμπομένου μὲν Φιλίππου, ὅρκων δʼ ἡμῖν καὶ συμμαχίας γεγενημένης, Θετταλῶν δὲ καὶ τῶν ἄλλων Ἀμφικτυόνων στρατευόντων;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="139"><p>οὐ πολλῷ καλλίων οὗτος ἦν ὁ καιρὸς ἐκείνου, ἐν ᾧ διὰ τὴν σὴν ἀνανδρίαν καὶ ἅμα φθόνον ἐσκευαγώγησαν ἐκ τῶν ἀγρῶν Ἀθηναῖοι, πρεσβεύοντος ἐμοῦ τὴν τρίτην ἤδη πρεσβείαν τὴν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> τὴν </foreign> added by Franke.</note> ἐπὶ τὸ κοινὸν τῶν Ἀμφικτυόνων, ἐφʼ ἣν τολμᾶς με λέγειν ὡς οὐ χειροτονηθεὶς ᾠχόμην, ἐχθρὸς δʼ ὢν οὐδέπω<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> οὐδέπω </foreign> Blass: <foreign xml:lang="grc"> οὔπω </foreign> MSS.</note> καὶ τήμερον ἠθέληκάς με εἰσαγγεῖλαι παραπρεσβεύσασθαι; οὐ γὰρ δὴ φθονεῖς γέ μοι τῶν εἰς τὸ σῶμα τιμημάτων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="140"><p rend="align(indent)">τοιγάρτοι Θηβαίων μὲν παρακαθημένων καὶ δεομένων, τῆς δʼ ἡμετέρας πόλεως διὰ σὲ τεθορυβημένης καὶ τῶν Ἀθηναίων ὁπλιτῶν οὐ παρόντων, Θετταλῶν δὲ Θηβαίοις προσθεμένων διὰ τὴν ὑμετέραν ἀβουλίαν καὶ τὴν πρὸς Φωκέας ἔχθραν, ἣ προϋπῆρχε Θετταλοῖς ἐκ παλαιῶς χρόνων, ὅτε αὐτῶν τοὺς ὁμήρους λαβόντες Φωκεῖς κατηλόησαν, Φαλαίκου δὲ πρὶν ἐμὲ ἐλθεῖν καὶ Στέφανον καὶ Δερκύλον καὶ τοὺς ἄλλους<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἄλλους </foreign> Blass: <foreign xml:lang="grc"> Ἀμφικτύονας </foreign> MSS.</note> πρέσβεις ἀπεληλυθότος ὑποσπόνδου,</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>