<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:109-112</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2:109-112</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="109"><p rend="align(indent)">ἀρξάμενος δὲ τοῦ λέγειν,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> λέγειν </foreign> Sauppe: <foreign xml:lang="grc"> πρῶτος λέγειν </foreign> or<foreign xml:lang="grc"> λέγειν πρῶτος </foreign> MSS.</note> πρῶτον διαβολήν τινα ὑπειπὼν κατὰ τῶν συμπρέσβεων, ὡς οὐχ ἅπαντες ὑπὲρ τῶν αὐτῶν οὐδʼ ὅμοιοι ταῖς δόξαις ἥκοιμεν, διεξῄει τὰς ὑπηρεσίας τὰς ὑπηργμένας εἰς Φίλιππον αὐτῷ, πρώτην μὲν τὴν τῷ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> τὴν τῷ </foreign> H. Wolf: <foreign xml:lang="grc"> τὴν ἐν τῷ </foreign> MSS.</note> ψηφίσματι τῷ Φιλοκράτους συνηγορίαν, ὅτε ἔφευγε παρανόμων ἐξεῖναι γράψας Φιλίππῳ πρέσβεις πρὸς Ἀθηναίους ὑπὲρ εἰρήνης πέμπειν· δεύτερον δὲ ὑπανέγνω τὸ ψήφισμα ὃ γεγραφὼς αὐτὸς ἦν, σπείσασθαι τῷ κήρυκι καὶ τῇ παρὰ Φιλίππου πρεσβεία, τρίτον δὲ τὸ περὶ τοῦ βουλεύσασθαι τὸν δῆμον ὑπὲρ εἰρήνης ἐν τακταῖς ἡμέραις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="110"><p>καὶ προσέθηκέ τι τοιοῦτον ἐνθύμημα τῷ λόγῳ, ὅτι πρῶτος ἐπιστομίσαι τοὺς τὴν εἰρήνην ἐκκλῄοντας, οὐ τοῖς λόγοις, ἀλλὰ τοῖς χρόνοις. ἔπειθʼ ἕτερον ἐπήγετο ψήφισμα, τὸ καὶ περὶ συμμαχίας βουλεύσασθαι τὸν δῆμον, καὶ μετὰ ταῦτʼ ἤδη τὸ περὶ τῆς προεδρίας τῆς εἰς τὰ Διονύσια τοῖς πρέσβεσι τοῖς Φιλίππου ψήφισμα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="111"><p>καὶ προσέθηκε τὴν ἐπιμέλειαν τὴν αὑτοῦ καὶ προσκεφαλαίων θέσιν καὶ φυλακάς τινας καὶ ἀγρυπνίας διὰ τοὺς φθονοῦντας καὶ βουλομένους εἰς τὴν αὑτοῦ φιλοτιμίαν ὑβρίσαι, καὶ τά γε δὴ καταγέλαστα παντελῶς, ἐφʼ οἷς οἱ συμπρέσβεις ἐνεκαλύψαντο, ὡς ἐξένισε τοὺς πρέσβεις τοὺς Φιλίππου, ὡς ἐμισθώσατʼ αὐτοῖς, ὅτʼ ἀπῄεσαν, ὀρεικὰ ζεύγη καὶ συμπαρῄει ἐφʼ ἵππου, οὐ καταδὺς εἰς τὸ σκότος, ὥσπερ ἕτεροί τινες, ἀλλὰ φανερῶς ἐπιδεικνύμενος τὴν τῶν πραγμάτων θεραπείαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="112"><p>ἐκεῖνα δʼ ἤδη καὶ σφόδρα διωρθοῦτο· <q>οὐκ εἶπον, ὡς καλὸς εἶ· γυνὴ γὰρ τῶν ὄντων ἐστὶ κάλλιστον· οὐδʼ ὡς δεινὸς πιεῖν,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> πιεῖν </foreign> Cobet: <foreign xml:lang="grc"> συμπιεῖν </foreign> MSS.</note> σπογγιᾶς τὸν ἔπαινον ὑπολαμβάνων τοῦτον εἶναι· οὐδʼ ὡς μνημονικός, σοφιστοῦ τὰ τοιαῦτα νομίζων ἐργολαβοῦντος ἐγκώμια εἶναι.</q> ἵνα δὲ μὴ μακρολογῶ, τοιαῦτʼ ἦν ἃ ἔλεγε παρόντων τῶν πρέσβεων ὡς ἔπος εἰπεῖν ἐξ ἁπάσης τῆς Ἑλλάδος, ἐφʼ οἷς γέλωτες οὐχ οἱ τυχόντες ἐγίγνοντο.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>