<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2:89-92</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2:89-92</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="89"><p rend="align(indent)">εἰ μὲν τοίνυν ἦν ὁ ἀγὼν οὑτοσὶ ἐν πόλει ἐκκλήτῳ, ὑμᾶς ἂν ἔγωγε ἠξίωσα μάρτυράς μοι γενέσθαι, τοὺς ἄριστα εἰδότας ὅτι ἀληθῆ λέγω· εἰ δʼ ὁ μὲν ἀγών ἐστιν Ἀθήνησιν, οἱ δʼ αὐτοὶ δικασταί μοι καὶ μάρτυρές ἐστε τῶν λόγων, ἐμοὶ μὲν ἀναμιμνῄσκειν προσήκει, ὑμᾶς δέ μοι μὴ ἀπιστεῖν. καὶ γὰρ ἔμοιγε δοκεῖ Τίμαρχος οὑτοσί, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὑπὲρ αὑτοῦ μόνον ἐσπουδακέναι, ἀλλὰ καὶ περὶ τῶν ἄλλων τῶν ταὐτὰ διαπεπραγμένων αὐτῷ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="90"><p>εἰ γὰρ ἡ μὲν πρᾶξις αὕτη ἔσται, ὥσπερ εἴωθε γίγνεσθαι, λάθρᾳ καὶ ἐν ἐρημίαις καὶ ἐν ἰδίαις οἰκίαις, ὁ δὲ ἄριστα μὲν εἰδώς, καταισχύνας δέ τινα τῶν πολιτῶν, ἐὰν τἀληθῆ μαρτυρήσῃ, ἔνοχος ἔσται τοῖς μεγίστοις ἐπιτιμίοις, ὁ δὲ κρινόμενος καταμεμαρτυρημένος ὑπὸ τοῦ ἑαυτοῦ βίου καὶ τῆς ἀληθείας ἀξιώσει μὴ ἐξ ὧν γιγνώσκεται, ἀλλʼ ἐκ τῶν μαρτυριῶν κρίνεσθαι, ἀνῄρηται ὁ νόμος καὶ ἡ ἀλήθεια, καὶ δέδεικται φανερὰ ὁδός, διʼ ἧς οἱ τὰ μέγιστα κακουργοῦντες ἀποφεύξονται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="91"><p>τίς γὰρ ἢ τῶν λωποδυτῶν ἢ τῶν μοιχῶν ἢ τῶν ἀνδροφόνων, ἢ τῶν τὰ μέγιστα μὲν ἀδικούντων, λάθρᾳ δὲ τοῦτο πραττόντων, δώσει δίκην; καὶ γὰρ τούτων οἱ μὲν ἐπʼ αὐτοφώρῳ ἁλόντες, ἐὰν ὁμολογῶσι, παραχρῆμα θανάτῳ ζημιοῦνται, οἱ δὲ λαθόντες καὶ ἔξαρνοι γιγνόμενοι κρίνονται ἐν τοῖς δικαστηρίοις, εὑρίσκεται δὲ ἡ ἀλήθεια ἐκ τῶν εἰκότων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="92"><p rend="align(indent)">χρήσασθε δὴ παραδείγματι τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου, τῷ ἀκριβεστάτῳ συνεδρίῳ τῶν ἐν τῇ πόλει. πολλοὺς γὰρ ἤδη ἔγωγε τεθεώρηκα ἐν τῷ βουλευτηρίῳ τούτῳ εὖ πάνυ εἰπόντας καὶ μάρτυρας πορισαμένους ἁλόντας· ἤδη δέ τινας κακῶς πάνυ διαλεχθέντας καὶ πρᾶγμα ἀμάρτυρον ἔχοντας οἶδα νικήσαντας. οὐ γὰρ ἐκ τοῦ λόγου μόνον οὐδʼ ἐκ τῶν μαρτυριῶν, ἀλλʼ ἐξ ὧν αὐτοὶ συνίσασι καὶ ἐξητάκασι, τὴν ψῆφον φέρουσι. τοιγάρτοι διατελεῖ τοῦτο τὸ συνέδριον εὐδοκιμοῦν ἐν τῇ πόλει.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>