<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2:85-88</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2:85-88</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="85"><p>ταύτην ἐγὼ ὑπολαμβάνω μαρτυρίαν μεμαρτυρῆσθαι ὑμῖν ὑπὸ τοῦ δήμου τοῦ Ἀθηναίων, ὃν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ὃν </foreign> Franke:  <foreign xml:lang="grc"> ἣν </foreign> MSS.</note> ἁλῶναι ψευδομαρτυρίων οὐ καλῶς ἔχει. οὐκοῦν ἄτοπον, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μηδὲν μὲν ἐμοῦ λέγοντος αὐτοὶ βοᾶτε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε τούτῳ, ἐμοῦ δὲ λὲγοντος ἐπιλέλησθε, καὶ μὴ γενομένης μὲν κρίσεως περὶ τοῦ πράγματος ἑάλω ἄν, γεγονότος δὲ ἐλέγχου ἀποφεύξεται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="86"><p rend="align(indent)">ἐπεὶ δὲ ἐμνήσθην τῶν διαψηφίσεων καὶ τῶν Δημοφίλου πολιτευμάτων, βούλομαί τι καὶ ἄλλο παράδειγμα περὶ τούτων εἰπεῖν. ὁ γὰρ αὐτὸς οὗτος ἀνὴρ καὶ πρότερόν τι τοιοῦτον πολίτευμα ἐπολιτεύσατο. ᾐτιάσατό τινας εἶναι οἳ ἄρα ἐνεχείρουν συνδεκάζειν τὴν ἐκκλησίαν καὶ τἆλλα δικαστήρια, ὥσπερ καὶ νυνὶ Νικόστρατος· καὶ περὶ τούτων κρίσεις αἱ μὲν γεγόνασιν,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> γεγόνασιν </foreign> Weidner:  <foreign xml:lang="grc"> πάλαι γεγόνασιν </foreign> or <foreign xml:lang="grc"> ἐγένοντο πάλαι</foreign> MSS.</note> αἱ δὲ ἐνεστᾶσιν ἔτι.<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> αἱ δὲ ἐνεστᾶσιν ἔτι </foreign> Weidner: MSS. have <foreign xml:lang="grc"> αἱ δὲ νεωστὶ νῦν ἔτʼ εἰσί </foreign> or <foreign xml:lang="grc"> αἱ δὲ νῦν ἐνεστάσιν ἔτι.</foreign></note></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="87"><p>φέρε δὴ πρὸς τοῦ Διὸς καὶ θεῶν, εἰ ἐπὶ τὴν αὐτὴν ἐτράποντο ἀπολογίαν ἥνπερ Τίμαρχος νυνὶ καὶ οἱ συναγορεύοντες αὐτῷ, καὶ ἠξίουν διαρρήδην τινὰ μαρτυρεῖν περὶ τῆς αἰτίας ἢ τοὺς δικαστὰς μὴ πιστεύειν· πᾶσα δήπου ἀνάγκη ἦν ἐκ τοῦ λόγου τούτου μαρτυρεῖν τὸν μέν, ὡς ἐδέκαζε, τὸν δέ, ὡς ἐδεκάζετο, προκειμένης ἑκατέρῳ ζημίας ἐκ τοῦ νόμου θανάτου, ὥσπερ ἐνθάδε, ἐάν τις μισθώσηταί τινα Ἀθηναίων ἐφʼ ὕβρει, καὶ πάλιν ἐάν τις Ἀθηναίων ἐπὶ τῇ τοῦ σώματος αἰσχύνῃ ἑκὼν μισθαρνῇ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="88"><p>ἔστιν οὖν ὅστις ἂν ἐμαρτύρησεν, ἢ κατήγορος ὃς ἐνεχείρησʼ ἂν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἂν </foreign> is inserted by the editor. Some MSS. omit the <foreign xml:lang="grc"> ἂν </foreign> of the first clause.</note> τοιαύτην ποιεῖσθαι τὴν ἀπόδειξιν τοῦ πράγματος; οὐ δῆτα. τί οὖν; ἀπέφυγον οἱ κρινόμενοι; μὰ τὸν Ἡρακλέα, ἐπεὶ θανάτῳ ἐζημιώθησαν, πολὺ νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω ἔλαττον ἁμάρτημα ἡμαρτηκότες τουτουὶ τοῦ ἀνθρώπου· ἐκεῖνοι μέν γε οἱ ταλαίπωροι οὐ δυνάμενοι γῆρας ἅμα καὶ πενίαν ἀμύνεσθαι, τὰ μέγιστα τῶν ἐν ἀνθρώποις κακῶν, ταύταις ἐχρήσαντο ταῖς συμφοραῖς, οὗτος δʼ οὐκ ἐθέλων τὴν ἑαυτοῦ βδελυρίαν κατέχειν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>