<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2:53-68</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2:53-68</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="53"><p rend="align(indent)">ἐπειδὴ τοίνυν ὁ Μισγόλας τῇ τε δαπάνῃ ἀπεῖπε καὶ τοῦτον ἐξέπεμψε παρʼ ἑαυτοῦ, μετὰ τοῦτο<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> μετὰ τοῦτο </foreign> Blass, first ed. (Blass brackets in second ed):  <foreign xml:lang="grc"> μετὰ τοῦτον </foreign> MSS.</note> ἀναλαμβάνει αὐτὸν Ἀντικλῆς Καλλίου Εὐωνυμεύς. οὗτος μὲν οὖν ἄπεστιν ἐν Σάμῳ μετὰ τῶν κληρούχων· ἀλλὰ τὰ μετὰ ταῦτα ἐρῶ. ὡς γὰρ ἀπηλλάγη παρὰ τοῦ Ἀντικλέους καὶ τοῦ Μισγόλα Τίμαρχος οὑτοσί, οὐκ ἐνουθέτησεν ἑαυτόν, οὐδὲ βελτιόνων διατριβῶν ἥψατο, ἀλλὰ διημέρευεν ἐν τῷ κυβείῳ, οὗ ἡ τηλία τίθεται καὶ τοὺς ἀλεκτρυόνας συμβάλλουσιν καὶ κυβεύουσιν· ἤδη γὰρ οἶμαί τινας ὑμῶν ἑωρακέναι, εἰ δὲ μή, ἀλλʼ ἀκηκοέναι γε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="54"><p>τῶν δὲ ἐκ τῆς διατριβῆς ταύτης ἐστί τις Πιττάλακος, ἄνθρωπος δημόσιος οἰκέτης τῆς πόλεως. οὗτος εὐπορῶν ἀργυρίου καὶ ἰδὼν τοῦτον ἐν τῇ διατριβῇ, ἀνέλαβεν αὐτὸν καὶ ἔσχε παρʼ ἑαυτῷ. καὶ ταῦτʼ οὐκ ἐδυσχέρανεν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc"> ἐδυσχέρανεν </foreign> Blass:  <foreign xml:lang="grc"> ἐδυσχέραινεν </foreign> MSS.</note> ὁ μιαρὸς οὑτοσί, μέλλων ἑαυτὸν καταισχύνειν πρὸς ἄνθρωπον δημόσιον οἰκέτην τῆς πόλεως· ἀλλʼ εἰ λήψεται χορηγὸν τῇ βδελυρίᾳ τῇ ἑαυτοῦ, τοῦτο μόνον ἐσκέψατο, τῶν δὲ καλῶν ἢ τῶν αἰσχίστων οὐδεμίαν πώποτε πρόνοιαν ἐποιήσατο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="55"><p rend="align(indent)">καὶ τοιαῦτα ἁμαρτήματα καὶ τοιαύτας ὕβρεις ἐγὼ ἀκήκοα γεγονέναι ὑπὸ τοῦ ἀνθρώπου τούτου εἰς τὸ σῶμα τὸ Τιμάρχου, οἵας ἐγὼ μὰ τὸν Δία τὸν Ὀλύμπιον οὐκ ἂν τολμήσαιμι πρὸς ὑμᾶς εἰπεῖν· ἃ γὰρ οὑτοσὶ ἔργῳ πράττων οὐκ ᾐσχύνετο, ταῦτʼ ἐγὼ λόγῳ σαφῶς ἐν ὑμῖν εἰπὼν οὐκ ἂν δεξαίμην<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc"> δεξαίμην </foreign> Cobet:  <foreign xml:lang="grc"> ἐδεξάμην </foreign> MSS.</note> ζῆν. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους τούτους ἐν οἷς οὗτος ἦν παρὰ τῷ Πιτταλάκῳ, καταπλεῖ δεῦρο ἐξ Ἑλλησπόντου Ἡγήσανδρος, περὶ οὗ πάλαι εὖ οἶδʼ ὅτι θαυμάζετε διότι οὐ μέμνημαι· οὕτως ἐναργές ἐστιν ὃ ἐρῶ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="56"><p rend="align(indent)">οὗτος ὁ Ἡγήσανδρος ἀφικνεῖται, ὃν ὑμεῖς ἴστε κάλλιον ἢ ἐγώ. ἔτυχε δὲ τότε συμπλεύσας εἰς Ἑλλήσποντον ταμίας Τιμομάχῳ τῷ Ἀχαρνεῖ τῷ στρατηγήσαντι, καὶ ἧκε δεῦρο ἀπολελαυκώς, ὡς λέγεται, τῆς ἐκείνου εὐηθείας, ἔχων οὐκ ἐλάττους ὀγδοήκοντα μνᾶς ἀργυρίου· καὶ τρόπον τινὰ οὐχ ἥκιστα αἴτιος ἐγένετο Τιμομάχῳ τῆς συμφορᾶς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="57"><p>ὢν δʼ ἐν τοιαύτῃ ἀφθονίᾳ καὶ εἰσφοιτῶν ὡς τὸν Πιττάλακον συγκυβευτὴν ὄντα, καὶ τοῦτον ἐκεῖ πρῶτον ἰδών, ἥσθη τε καὶ ἐπεθύμησε καὶ ἐβουλήθη ὡς αὑτὸν ἀναλαβεῖν, καὶ πως<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> πως </foreign> Cobet:  <foreign xml:lang="grc"> πως ἴσως </foreign> MSS.</note> ἡγήσατο αὐτὸν ἐγγὺς εἶναι τῆς αὑτοῦ φύσεως. πρῶτον μὲν οὖν τῷ Πιτταλάκῳ διελέχθη δεόμενος παραδοῦναι τοῦτον· ὡς δʼ οὐκ ἔπειθεν, αὐτῷ τούτῳ προσβάλλει, καὶ οὐ πολὺν ἀνήλωσε λόγον, ἀλλʼ εὐθὺς ἐπεπείκει· καὶ γὰρ εἰς αὐτὸ τὸ πρᾶγμα δεινὴ ἡ ἀκακία καὶ εὐπειστία,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> εὐπειστία </foreign> Reiske:  <foreign xml:lang="grc"> εὐπιστία </foreign> or <foreign xml:lang="grc"> ἀπιστία </foreign> MSS.</note> ὥστε καὶ ἐξ αὐτῶν τούτων εἰκότως ἂν μισοῖτο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="58"><p rend="align(indent)">ὡς δʼ ἀπήλλακτο μὲν παρὰ τοῦ Πιτταλάκου, ἀνείληπτο δὲ ὑπὸ τοῦ Ἡγησάνδρου, ὠδυνᾶτο, οἶμαι, ὁ Πιττάλακος, μάτην, ὥς γʼ ᾤετο, τοσοῦτον ἀργύριον ἀνηλωκώς, καὶ ἐζηλοτύπει τὰ γιγνόμενα. καὶ ἐφοίτα ἐπὶ τὴν οἰκίαν. ὅτε<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ὅτε </foreign> Taylor:  <foreign xml:lang="grc"> ὅτι </foreign> MSS.</note> δὲ αὐτοῖς ἠνώχλει, σκέψασθε μεγάλην ῥώμην Ἡγησάνδρου καὶ Τιμάρχου· μεθυσθέντες γάρ ποτε καὶ αὐτοὶ καὶ ἄλλοι τινές, ὧν οὐ βούλομαι τὰ ὀνόματα λέγειν,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="59"><p>εἰσπηδήσαντες νύκτωρ εἰς τὴν οἰκίαν οὗ ᾤκει ὁ Πιττάλακος, πρῶτον μὲν συνέτριβον τὰ σκευάρια καὶ διερρίπτουν εἰς τὴν ὁδόν, ἀστραγάλους τέ τινας διασείστους καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα, καὶ τοὺς ὄρτυγας καὶ τοὺς ἀλεκτρυόνας, οὓς ἠγάπα ὁ τρισκακοδαίμων ἄνθρωπος, ἀπέκτειναν, τὸ δὲ τελευταῖον δήσαντες πρὸς τὸν κίονα αὐτὸν τὸν Πιττάλακον ἐμαστίγουν τὰς ἐξ ἀνθρώπων πληγὰς οὕτω πολὺν χρόνον, ὥστε καὶ τοὺς γείτονας αἰσθέσθαι τῆς κραυγῆς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="60"><p rend="align(indent)">τῇ δʼ ὑστεραίᾳ ὑπεραγανακτήσας τῷ πράγματι ὁ Πιττάλακος ἔρχεται γυμνὸς εἰς τὴν ἀγοράν, καὶ καθίζει ἐπὶ τὸν βωμὸν τὸν τῆς μητρὸς τῶν θεῶν. ὄχλου δὲ συνδραμόντος, οἷον εἴωθε γίγνεσθαι, φοβηθέντες ὅ τε Ἡγήσανδρος καὶ ὁ Τίμαρχος μὴ ἀνακηρυχθῇ αὐτῶν ἡ βδελυρία εἰς πᾶσαν τὴν πόλιν (ἐπῄει δὲ ἐκκλησία), θέουσι πρὸς τὸν βωμὸν καὶ αὐτοὶ καὶ τῶν συγκυβευτῶν τινες,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="61"><p>καὶ περιστάντες ἐδέοντο τοῦ Πιτταλάκου ἀναστῆναι, λέγοντες ὅτι τὸ ὅλον πρᾶγμα παροινία γέγονεν, καὶ αὐτὸς οὗτος, οὔπω μὰ Δία ὥσπερ νῦν ἀργαλέος ὢν τὴν ὄψιν, ἀλλʼ ἔτι χρήσιμος, ὑπογενειάζων τὸν ἄνθρωπον καὶ πάντα φάσκων πράξειν ἃ ἂν ἐκείνῳ συνδοκῇ. πέρας πείθουσιν ἀναστῆναι ἀπὸ τοῦ βωμοῦ,<note resp="Loeb" anchored="true" xml:lang="eng"> Blass brackets <foreign xml:lang="grc"> τὸν ἄνθρωπον </foreign> which the MSS. have before or after <foreign xml:lang="grc"> ἀπὸ τοῦ βωμοῦ.</foreign></note> ὡς τευξόμενόν τινος τῶν δικαίων. ὡς δʼ ἀπῆλθεν ἐκ τῆς ἀγορᾶς, οὐκέτι προσεῖχον αὐτῷ τὸν νοῦν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="62"><p>βαρέως δὲ φέρων τὴν ὕβριν αὐτῶν ὁ ἄνθρωπος, δίκην ἑκατέρῳ αὐτῶν λαγχάνει.</p><p rend="align(indent)">ὅτε δʼ ἐδικάζετο, ἄλλην<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἄλλην </foreign> added by the editor.</note> σκέψασθε μεγάλην ῥώμην Ἡγησάνδρου· ἄνθρωπον οὐδὲν αὐτὸν ἠδικηκότα, ἀλλὰ τὸ ἐναντίον ἠδικημένον, οὐδὲ προσήκοντα αὐτῷ, ἀλλὰ δημόσιον οἰκέτην τῆς πόλεως, ἦγεν εἰς δουλείαν φάσκων ἑαυτοῦ εἶναι.<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> εἶναι </foreign> Sakorraphos:  <foreign xml:lang="grc"> εἶναι δοῦλον </foreign> MSS.</note> ἐν παντὶ δὲ κακοῦ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> κακοῦ </foreign> Blomfield:  <foreign xml:lang="grc"> κακῷ </foreign> MSS.</note> γενόμενος ὁ Πιττάλακος προσπίπτει ἀνδρὶ καὶ μάλα χρηστῷ. ἔστι τις Γλαύκων Χολαργεύς· οὗτος αὐτὸν ἀφαιρεῖται εἰς ἐλευθερίαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="63"><p>τὸ δὲ μετὰ τοῦτο δικῶν λήξεις ἐποιήσαντο. προϊόντος δὲ τοῦ χρόνου ἐπέτρεψαν διαγνῶναι τὸ πρᾶγμα Διοπείθει τῷ Σουνιεῖ, δημότῃ τε ὄντι τοῦ Ἡγησάνδρου, καὶ ἤδη ποτὲ καὶ χρησαμένῳ, ὅτʼ ἦν ἐν ἡλικίᾳ· παραλαβὼν δὲ τὸ πρᾶγμα ὁ Διοπείθης ἀνεβάλλετο χαριζόμενος τούτοις χρόνους ἐκ χρόνων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="64"><p>ὡς δὲ παρῄει ἐπὶ τὸ βῆμα τὸ ὑμέτερον ὁ Ἡγήσανδρος, ὅτε καὶ προσεπολέμει Ἀριστοφῶντι τῷ Ἀζηνιεῖ, πρὶν αὐτῷ τὴν αὐτὴν ταύτην ἐν τῷ δήμῳ ἠπείλησεν ἐπαγγελίαν ἐπαγγελεῖν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐπαγγελεῖν </foreign> Blass: the MSS. omit or have <foreign xml:lang="grc"> ἐπαγγέλλει.</foreign></note> ἥνπερ ἐγὼ Τιμάρχῳ, καὶ ἐπειδὴ Κρωβύλος ὁ ἀδελφὸς αὐτοῦ ἐδημηγόρει, καὶ ὅλως ἀπετόλμων ὑμῖν οὗτοι περὶ τῶν Ἑλληνικῶν συμβουλεύειν, ἐνταῦθα ἤδη καταμεμψάμενος ἑαυτὸν ὁ Πιττάλακος, καὶ ἐκλογισάμενος ὅστις ὢν πρὸς οὕστινας ἐπολέμει εὖ ἐβουλεύσατο (δεῖ γὰρ τἀληθὲς λέγειν)· ἡσυχίαν ἔσχεν, καὶ ἠγάπησεν εἴ τι μὴ προσλάβοι καινὸν κακόν.</p><p rend="align(indent)">ἐνταῦθα δὴ τὴν καλὴν ταύτην νίκην νενικηκὼς ὁ Ἡγήσανδρος ἀκονιτί, εἶχε παρʼ ἑαυτῷ Τίμαρχον τουτονί.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="65"><p>καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, πάντες ἴστε· τίς γὰρ ὑμῶν πώποτε<note resp="Loeb" anchored="true" xml:lang="eng"> The MSS. have <foreign xml:lang="grc"> ὃς οὐ </foreign> or <foreign xml:lang="grc"> οὗτος ὃς οὐ </foreign> or <foreign xml:lang="grc"> οὐ </foreign> before <foreign xml:lang="grc"> πώηοτε ·</foreign> Blass deletes.</note> εἰς τοὖψον ἀφῖκται καὶ τὰς δαπάνας τὰς τούτων οὐ τεθεώρηκεν; ἢ τίς τοῖς τούτων κώμοις καὶ μάχαις<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> μάχαις </foreign> Hamaker:  <foreign xml:lang="grc"> μοιχείαις </foreign> MSS.</note> περιτυχὼν οὐκ ἠχθέσθη ὑπὲρ τῆς πόλεως; ὅμως δέ, ἐπειδήπερ ἐν δικαστηρίῳ ἐσμέν, κάλει μοι Γλαύκωνα Χολαργέα τὸν ἀφελόμενον εἰς ἐλευθερίαν τὸν Πιττάλακον, καὶ τὰς ἑτέρας μαρτυρίας ἀναγίγνωσκε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="66"><p rend="align(center)"><label>Μαρτυρίαι</label></p><p rend="align(center)">[μαρτυρεῖ Γλαύκων Τιμαίου Χολαργεύς. ἐγὼ ἀγόμενον εἰς δουλείαν ὑπὸ Ἡγησάνδρου Πιττάλακον ἀφειλόμην εἰς ἐλευθερίαν. χρόνῳ δʼ ὕστερον ἐλθὼν πρὸς ἐμὲ Πιττάλακος ἔφη βούλεσθαι διαλυθῆναι τὰ πρὸς Ἡγήσανδρον προσπέμψας<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> προσπέμψας </foreign> Reiske:  <foreign xml:lang="grc"> προπέψας </foreign> or <foreign xml:lang="grc"> προπέμψαι </foreign> MSS.</note> αὐτῷ, ὥστε ἄρασθαι τὰς δίκας,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ὥστε ἄρασθαι τὰς δίκας </foreign> Blass:  <foreign xml:lang="grc"> ἄρασθαι </foreign> or <foreign xml:lang="grc"> ἄρασθαι τῆς δίκης </foreign> MSS.</note> ἥν τε αὐτὸς ἐνεκαλέσατο Ἡγησάνδρῳ καὶ Τιμάρχῳ,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡγησάνδρῳ . . . Τιμάρχῳ </foreign> Franke: MSS. have the accus.</note> καὶ ἣν Ἡγήσανδρος τῆς δουλείας αὐτῷ. καὶ διελύθησαν.<milestone unit="para" ed="P"/>ὡσαύτως Ἀμφισθένης<note resp="Loeb" anchored="true" xml:lang="eng"> Weidner deletes <foreign xml:lang="grc"> Μαρτυρία</foreign> before <foreign xml:lang="grc"> Ἀμφισθένης</foreign></note> μαρτυρεῖ. ἐγὼ ἀγόμενον εἰς δουλείαν ὑπὸ Ἡγησάνδρου Πιττάλακον ἀφειλόμην εἰς ἐλευθερίαν, καὶ τὰ ἑξῆς.]</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="67"><p rend="align(indent)">οὐκοῦν καὶ αὐτὸν ὑμῖν καλῶ τὸν Ἡγήσανδρον. γέγραφα δʼ αὐτῷ μαρτυρίαν κοσμιωτέραν μὲν ἢ κατʼ ἐκεῖνον, μικρῷ δὲ σαφεστέραν ἢ τῷ Μισγόλᾳ. οὐκ ἀγνοῶ δʼ ὅτι ἀπομεῖται καὶ ἐπιορκήσει. διὰ τί οὖν καλῶ<note resp="Loeb" anchored="true" xml:lang="eng"> Weidner deletes <foreign xml:lang="grc"> αὐτὸν </foreign> which the MSS. have before or after <foreign xml:lang="grc"> καλῶ</foreign></note> ἐπὶ τὴν μαρτυρίαν; ἵνʼ ὑμῖν ἐπιδείξω οἵους ἀπεργάζεται ἀνθρώπους τὸ ἐπιτήδευμα τοῦτο, ὡς καταφρονοῦντας μὲν τῶν θεῶν, ὑπερορῶντας δὲ τοὺς νόμους, ὀλιγώρως δὲ ἔχοντας πρὸς ἅπασαν αἰσχύνην. κάλει μοι τὸν Ἡγήσανδρον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="68"><p rend="align(center)"><label>Μαρτυρία</label></p><p rend="align(center)">[Ἡγήσανδρος Διφίλου Στειριεὺς μαρτυρεῖ. ὅτε κατέπλευσα ἐξ Ἑλλησπόντου, κατέλαβον παρὰ Πιτταλάκῳ τῷ κυβευτῇ διατρίβοντα Τίμαρχον τὸν Ἀριζήλου, καὶ ἐξ ἐκείνης τῆς γνώσεως ἐχρησάμην Τιμάρχῳ ὁμιλῶν τῇ αὐτῇ χρήσει<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> χρήσει </foreign> Wolf:  <foreign xml:lang="grc"> ἄρσει </foreign> MSS.</note> ᾗ καὶ τὸ πρότερον Λεωδάμαντι.]</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>