<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2:49-52</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2:49-52</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="49"><p rend="align(indent)">βούλομαι δὲ κἀκεῖνο προειπεῖν, ἐὰν ἄρα ὑπακούσῃ ὁ Μισγόλας τοῖς νόμοις καὶ ὑμῖν. εἰσὶ φύσεις ἀνθρώπων πολὺ διαφέρουσαι ὀφθῆναι τῶν ἄλλων τὰ περὶ τὴν ἡλικίαν· ἔνιοι μὲν γὰρ νέοι ὄντες προφερεῖς καὶ πρεσβύτεροι φαίνονται, ἕτεροι δέ, πολὺν ἀριθμὸν χρόνου γεγονότες, παντάπασι νέοι. τούτων δʼ ἐστὶ τῶν ἀνδρῶν ὁ Μισγόλας. τυγχάνει μὲν γὰρ ἡλικιώτης ὢν ἐμὸς καὶ συνέφηβος, καὶ ἔστιν ἡμῖν τουτὶ πέμπτον καὶ τετταρακοστὸν ἔτος· καὶ ἐγὼ μὲν τοσαυτασὶ πολιὰς ἔχω ὅσας ὑμεῖς ὁρᾶτε, ἀλλʼ οὐκ ἐκεῖνος. διὰ τί οὖν ταῦτα προλέγω; ἵνα μὴ ἐξαίφνης αὐτὸν ἰδόντες θαυμάσητε καὶ τοιοῦτόν τι τῇ διανοίᾳ ὑπολάβητε· <q>ὦ Ἡράκλεις, ἀλλʼ οὗτός γε τούτου οὐ πολὺ διαφέρει.</q> ἅμα μὲν γὰρ ἡ φύσις ἐστὶ τοιαύτη τοῦ ἀνδρός, ἅμα δὲ ἤδη μειρακίῳ ὄντι αὐτῷ ἐπλησίαζεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="50"><p rend="align(indent)">ἵνα δὲ μὴ διατρίβω, πρῶτον μὲν κάλει μοι τοὺς εἰδότας Τίμαρχον τουτονὶ διαιτώμενον ἐν τῇ Μισγόλα οἰκίᾳ, ἔπειτα τὴν Φαίδρου μαρτυρίαν ἀναγίγνωσκε, τελευταίαν δέ μοι λαβὲ τὴν αὐτοῦ Μισγόλα μαρτυρίαν, ἐὰν ἄρα<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐὰν ἄρα </foreign> Dahms:  <foreign xml:lang="grc"> ἵνα </foreign> MSS.</note> καὶ τοὺς θεοὺς δεδιὼς καὶ τοὺς συνειδότας αἰσχυνόμενος καὶ τοὺς ἄλλους πολίτας καὶ ὑμᾶς τοὺς δικαστὰς ἐθελήσῃ τἀληθῆ μαρτυρεῖν.</p><p rend="align(center)"><label>Μαρτυρίαι</label></p><p rend="align(center)">[Μισγόλας Νικίου Πειραιεὺς μαρτυρεῖ. ἐμοὶ ἐγένετο ἐν συνηθείᾳ Τίμαρχος ὁ ἐπὶ τοῦ Εὐθυδίκου ἰατρείου ποτὲ καθεζόμενος, καὶ κατὰ τὴν γνῶσίν μου<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> μου </foreign> Bernardi:  <foreign xml:lang="grc"> μοι </foreign> MSS.</note> τὴν πρότερον<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> πρότερον </foreign> Emperius:  <foreign xml:lang="grc"> πρὸς </foreign> MSS.</note> αὐτὸν πολυωρῶν εἰς τὴν νῦν οὐ διέλιπον.]</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="51"><p rend="align(indent)">εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Τίμαρχος οὑτοσὶ διέμεινε παρὰ τῷ Μισγόλᾳ καὶ μηκέτι ὡς ἄλλον ἧκε, μετριώτερʼ ἂν διεπέπρακτο, εἰ δή τι τῶν τοιούτων ἐστὶ μέτριον, καὶ ἔγωγε οὐκ ἂν ἐτόλμησα<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐτόλμησα </foreign> Reiske:  <foreign xml:lang="grc"> ὤκνησα </foreign> MSS.</note> αὐτὸν οὐδὲν αἰτιᾶσθαι ἄλλʼ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἄλλʼ </foreign> added by Sakorraphos.</note> ἢ ὅπερ ὁ νομοθέτης παρρησιάζεται, ἡταιρηκέναι μόνον· ὁ γὰρ πρὸς ἕνα τοῦτο πράττων, ἐπὶ μισθῷ δὲ τὴν πρᾶξιν ποιούμενος, αὐτῷ μοι δοκεῖ τούτῳ ἔνοχος εἶναι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="52"><p>ἐὰν δʼ ὑμᾶς ἀναμνήσας ἐπιδείξω, ὑπερβαίνων τούσδε τοὺς ἀγρίους, Κηδωνίδην καὶ Αὐτοκλείδην καὶ Θέρσανδρον, αὐτοὺς δὲ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> αὐτοὺς δὲ </foreign> added by Sakorraphos:  <foreign xml:lang="grc"> καὶ ἐπιδείξω αὐτοὺς </foreign> MSS.</note> λέγων ὧν ἐν ταῖς οἰκίαις ἀνειλημμένος γέγονε, μὴ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> μὴ </foreign> Blass, following an ancient quotation:  <foreign xml:lang="grc"> καὶ μὴ </foreign> MSS.</note> μόνον παρὰ τῷ Μισγόλᾳ μεμισθαρνηκότα αὐτὸν ἐπὶ τῷ σώματι, ἀλλὰ καὶ παρʼ ἑτέρῳ καὶ πάλιν παρʼ ἄλλῷ, καὶ παρὰ τούτου ὡς ἕτερον ἐληλυθότα, οὐκέτι δήπου φανεῖται<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> φανεῖται </foreign> Cobet:  <foreign xml:lang="grc"> φαίνεται </foreign> MSS.</note> μόνον ἡταιρηκώς, ἀλλὰ (μὰ τὸν Διόνυσον οὐκ οἶδʼ ὅπως δυνήσομαι περιπλέκειν ὅλην τὴν ἡμέραν) καὶ πεπορνευμένος· ὁ γὰρ εἰκῇ τοῦτο καὶ πρὸς πολλοὺς πράττων καὶ μισθοῦ, αὐτῷ μοι δοκεῖ τούτῳ ἔνοχος εἶναι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>