<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2:45-48</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2:45-48</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="45"><p>ἐγὼ τοίνυν καίπερ ὁμολογουμένου τοῦ πράγματος, ἐπειδὴ ἐν δικαστηρίῳ ἐσμέν, γέγραφα μαρτυρίαν τῷ Μισγόλᾳ ἀληθῆ μέν, οὐκ ἀπαίδευτον δέ, ὥς γʼ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ὡς γʼ </foreign> Sakorraphos:  <foreign xml:lang="grc"> ὡς ἐγὼ </foreign> MSS.</note> ἐμαυτὸν πείθω. αὐτὸ μὲν γὰρ τοὔνομα τοῦ ἔργου ὃ ἔπραττε πρὸς τοῦτον, οὐκ ἐγγράφω, οὐδʼ ἄλλο γέγραφα οὐδὲν ὃ ἐπιζήμιόν ἐστιν ἐκ τῶν νόμων τῷ τἀληθῆ μαρτυρήσαντι· ἃ δέ ἐστιν ὑμῖν τε ἀκοῦσαι γνώριμα, ἀκίνδυνά τε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc"> ἀκίνδυνά τε </foreign> Blass:  <foreign xml:lang="grc"> ἀκίνδυνα δὲ </foreign> MSS.</note> τῷ μαρτυροῦντι καὶ μὴ αἰσχρά, ταῦτα γέγραφα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="46"><p rend="align(indent)">ἐὰν μὲν οὖν ἐθελήσῃ ὁ Μισγόλας δεῦρο παρελθὼν τἀληθῆ μαρτυρεῖν, τὰ δίκαια ποιήσει· ἐὰν δὲ προαιρῆται ἐκκλητευθῆναι μᾶλλον ἢ τἀληθῆ μαρτυρεῖν, ὑμεῖς τὸ ὅλον πρᾶγμα συνίδετε. εἰ γὰρ ὁ μὲν πράξας αἰσχυνεῖται καὶ προαιρήσεται χιλίας μᾶλλον δραχμὰς ἀποτεῖσαι τῷ δημοσίῳ, ὥστε μὴ δεῖξαι τὸ πρόσωπον τὸ ἑαυτοῦ ὑμῖν, ὁ δὲ πεπονθὼς δημηγορήσει, σοφὸς ὁ νομοθέτης ὁ τοὺς οὕτω βδελυροὺς ἐξείργων ἀπὸ τοῦ βήματος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="47"><p>ἐὰν δʼ ἄρα ὑπακούσῃ μέν, τράπηται δὲ ἐπὶ τὸ ἀναιδέστατον, ἐπὶ τὸ ἐξόμνυσθαι τὰς ἀληθείας, ὡς Τιμάρχῳ μὲν χάριτας ἀποδιδούς, ἑτέροις δʼ ἐπίδειξιν ποιούμενος ὡς εὖ ἐπίσταται τὰ τοιαῦτα συγκρύπτειν, πρῶτον μὲν εἰς ἑαυτὸν ἐξαμαρτήσεται, ἔπειτα οὐδὲν ἔσται<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἔσται </foreign> Weidner:  <foreign xml:lang="grc"> ἔστʼ αὐτῷ </foreign> or <foreign xml:lang="grc"> αὐτῷ ἔσται </foreign> MSS.</note> πλέον. ἑτέραν γὰρ ἐγὼ γέγραφα μαρτυρίαν τοῖς εἰδόσι Τίμαρχον τουτονὶ καταλιπόντα τὴν πατρῴαν οἰκίαν καὶ διαιτώμενον παρὰ Μισγόλα, πρᾶγμα οἶμαι χαλεπὸν ἐξεργάσασθαι ἐπιχειρῶν· οὔτε γάρ με δεῖ τοὺς ἐμαυτοῦ φίλους μάρτυρας παρασχέσθαι, οὔτε τοὺς τούτων ἐχθρούς, οὔτε τοὺς μηδετέρους ἡμῶν γιγνώσκοντας, ἀλλὰ τοὺς τούτων φίλους.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="48"><p>ἂν δʼ ἄρα καὶ τούτους πείσωσι μὴ μαρτυρεῖν, ὡς οὐκ οἴομαι· εἰ δὲ μή, ἀλλʼ οὐχ ἅπαντάς γε·<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἅπαντάς γε </foreign> Blass, transposing <foreign xml:lang="grc"> γε, </foreign> which some MSS. have after <foreign xml:lang="grc"> οἴομαι.</foreign></note> ἐκεῖνό γε οὐ μήποτε δυνήσονται, <note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> οὐ μήποτε δυνήσονται </foreign> Emperius:  <foreign xml:lang="grc"> οὐδὲ μήποτε δύνωνται (</foreign> or <foreign xml:lang="grc"> δυνήσονται) </foreign> or <foreign xml:lang="grc"> οὐδέποτε δυνήσονται </foreign> MSS.</note> ἀφελέσθαι τὴν ἀλήθειαν, οὐδὲ τὴν ἐν τῇ πόλει περὶ Τιμάρχου φήμην, ἣν οὐκ ἐγὼ τούτῳ παρεσκεύασα, ἀλλʼ αὐτὸς οὗτος ἑαυτῷ. οὕτω γὰρ χρὴ καθαρὸν εἶναι τὸν βίον τοῦ σώφρονος ἀνδρός, ὥστε μηδʼ ἐπιδέχεσθαι δόξαν αἰτίας πονηρᾶς.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>