<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2:21-24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2:21-24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="21"><p rend="align(center)"><label>Νόμος</label></p><p rend="align(center)">[ἐάν τις Ἀθηναῖος ἑταιρήσῃ, μὴ ἐξέστω αὐτῷ τῶν ἐννέα ἀρχόντων γενέσθαι, μηδʼ ἱερωσύνην ἱερώσασθαι, μηδὲ συνδικῆσαι τῷ δήμῳ, μηδὲ ἀρχὴν ἀρχέτω μηδεμίαν, μήτε ἔνδημον μήτε ὑπερόριον, μήτε κληρωτὴν μήτε χειροτονητήν, μηδʼ ἐπὶ κηρυκείαν ἀποστελλέσθω, μηδὲ γνώμην λεγέτω, μηδʼ εἰς τὰ δημοτελῆ ἱερὰ εἰσίτω, μηδʼ ἐν ταῖς κοιναῖς στεφανηφορίαις στεφανούσθω, μηδʼ ἐντὸς τῆς ἀγορᾶς τῶν περιρραντηρίων πορευέσθω. ἐὰν δέ τις παρὰ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> παρὰ </foreign> added by Reiske.</note> ταῦτα ποιῇ, καταγνωσθέντος αὐτοῦ ἑταιρεῖν, θανάτῳ ζημιούσθω.] </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="22"><p rend="align(indent)">τοῦτον μὲν τὸν νόμον ἔθηκε περὶ τῶν μειρακίων τῶν προχείρως εἰς τὰ ἑαυτῶν σώματα ἐξαμαρτανόντων· οὓς δὲ ὀλίγῳ πρότερον ὑμῖν ἀνέγνω, περὶ τῶν παίδων· οὓς δὲ νυνὶ μέλλω λέγειν, περὶ τῶν ἄλλων Ἀθηναίων. ἀπαλλαγεὶς γὰρ τῶν νόμων τούτων ἐσκέψατο, τίνα χρὴ τρόπον συλλεγομένους ἡμᾶς εἰς τὰς ἐκκλησίας βουλεύεσθαι περὶ τῶν σπουδαιοτάτων πραγμάτων. καὶ πόθεν ἄρχεται; <q>νόμοι,</q> φησί, <q>περὶ εὐκοσμίας.</q> ἀπὸ σωφροσύνης πρῶτον ἤρξατο,<note resp="Loeb" anchored="true" xml:lang="eng"> Sakorraphos considers the words <foreign xml:lang="grc"> ἀπὸ . . . ἤρξατο </foreign> an unquestionable interpolation.</note> ὡς, ὅπου πλείστη εὐκοσμία ἐστί, ταύτην ἄριστα τὴν πόλιν οἰκησομένην.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="23"><p>καὶ πῶς κελεύει τοὺς προέδρους χρηματίζειν; ἐπειδὰν τὸ καθάρσιον περιενεχθῇ καὶ ὁ κῆρυξ τὰς πατρίους εὐχὰς εὔξηται, προχειροτονεῖν κελεύει τοὺς προέδρους περὶ ἱερῶν τῶν πατρίων καὶ κήρυξι καὶ πρεσβείαις καὶ ὁσίων, καὶ μετὰ ταῦτα ἐπερωτᾷ ὁ κῆρυξ· <q>τίς ἀγορεύειν βούλεται τῶν ὑπὲρ πεντήκοντα ἔτη γεγονότων;</q> ἐπειδὰν δὲ οὗτοι πάντες εἴπωσι, τότʼ ἤδη κελεύει λέγειν τῶν ἄλλων Ἀθηναίων τὸν βουλόμενον, οἷς ἔξεστιν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="24"><p>σκέψασθε δὴ ὡς καλῶς, ὦ ἄνδρες Ἀθηναῖοι. οὐκ ἠγνόει οἶμαι ὁ νομοθέτης ὅτι οἱ πρεσβύτεροι τῷ μὲν εὖ φρονεῖν ἀκμάζουσιν, ἡ δὲ τόλμα ἤδη αὐτοὺς ἄρχεται ἐπιλείπειν διὰ τὴν ἐμπειρίαν τῶν πραγμάτων. βουλόμενος δὴ συνεθίσαι τοὺς ἄριστα φρονοῦντας, τούτους ἐπάναγκες περὶ τῶν πραγμάτων λέγειν, ἐπειδὴ ὀνομαστὶ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ὀνομαστὶ </foreign> Reiske:  <foreign xml:lang="grc"> ὀνόματι </foreign> MSS.</note> αὐτῶν ἕνα ἕκαστον ἀπορεῖ προσειπεῖν, τῇ ἐπωνυμίᾳ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> τῇ ἐπωνυμία </foreign> Blass:  <foreign xml:lang="grc"> τὴν (</foreign> or <foreign xml:lang="grc"> τὴν κοινὴν) ἐπωνυμίαν </foreign> MSS.</note> τῆς ὅλης ἡλικίας περιλαβὼν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> περιλαβὼν </foreign> Blass (Emperius):  <foreign xml:lang="grc"> ὑπολαβὼν (</foreign> or <foreign xml:lang="grc"> ἀπο-) </foreign> MSS.</note> παρακαλεῖ ἐπὶ τὸ βῆμα καὶ προτρέπει δημηγορεῖν. ἅμα δὲ καὶ τοὺς νεωτέρους διδάσκει αἰσχύνεσθαι τοὺς πρεσβυτέρους, καὶ πάνθʼ ὑστέρους πράττειν, καὶ τιμᾶν τὸ γῆρας, εἰς ὃ πάντες ἀφιξόμεθα, ἐὰν ἄρα διαγενώμεθα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>