<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:61-116</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:61-116</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="61">ἑσταότʼ ἐν δίφρῳ· χθόνα δʼ ἔκτυπον ὠκέες ἵπποι</l><l n="62">νύσσοντες χηλῇσι, κόνις δέ σφʼ ἀμφιδεδήει</l><l n="63">κοπτομένη πλεκτοῖσιν ὑφʼ ἅρμασι καὶ ποσὶν ἵππων.</l><l n="64">ἅρματα δʼ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον</l><l n="65">ἵππων ἱεμένων· κεχάρητο δὲ Κύκνος ἀμύμων,</l><l n="66">ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε</l><l n="67">χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.</l><l n="68">ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·</l><l n="69">αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.</l><l n="70">πᾶν δʼ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου</l><l n="71">λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ·</l><l n="72">πῦρ δʼ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου</l><l n="73">ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι</l><l n="74">πλήν γʼ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;</l><l n="75">κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι</l><l n="76">ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.</l><l n="77">ὅς ῥα τόθʼ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον·</l><sp><milestone ed="p" n="78" unit="card"/><l n="78"><milestone ed="P" unit="para"/>ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,</l><l n="79">ἦ τε μέγʼ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,</l><l n="80">ἤλιτεν Ἀμφιτρύων,  ὅτʼ ἐυστέφανον ποτὶ Θήβην</l><l n="81">ἦλθε λιπὼν Τίρυνθα,  ἐυκτίμενον πτολίεθρον,</l><l n="82">κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκʼ εὐρυμετώπων·</l><l n="83">ἵκετο δʼ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον,</l><l n="84">οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον,</l><l n="85">ἣ δίκη ἔσθʼ ἱκέτῃσι,  τίον δέ ἑ  κηρόθι μᾶλλον.</l><l n="86">ζῶε δʼ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ,</l><l n="87">ᾗ ἀλόχῳ· τάχα δʼ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν</l><l n="88">γεινόμεθʼ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα,</l><l n="89">σός τε πατὴρ καὶ ἐγώ· τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,</l><l n="90">ὃς προλιπὼν σφέτερον τε δόμον σφετέρους τε τοκῆας</l><l n="91">ᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα,</l><l n="92">σχέτλιος· ἦ που πολλὰ μετεστεναχίζετʼ ὀπίσσω</l><l n="93">ἣν ἄτην ὀχέων·  ἣ δʼ οὐ παλινάγρετός ἐστιν.</l><l n="94">αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.</l><l n="95"><milestone ed="P" unit="para"/>ὦ φίλος,  ἀλλὰ σὺ θᾶσσον ἔχʼ ἡνία φοινικόεντα</l><l n="96">ἵππων ὠκυπόδων· μέγα δὲ φρεσὶ θάρσος ἀέξων</l><l n="97">ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων,</l><l n="98">μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο,</l><l n="99">ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος</l><l n="100">Φοίβου Ἀπόλλωνος,  ἑκατηβελέταο ἄνακτος·</l><l n="101">ἦ μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο.</l></sp><l n="102"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος·</l><sp><l n="103">ἠθεῖʼ, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="104">τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,</l><l n="105">ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα·</l><l n="106">οἶον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε</l><l n="107">σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι.</l><l n="108">ἀλλʼ ἄγε δύσεο τεύχεʼ ἀρήια, ὄφρα τάχιστα</l><l n="109">δίφρους ἐμπελάσαντες Ἄρηός θʼ ἡμέτερόν τε</l><l n="110">μαρνώμεσθʼ,  ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν</l><l n="111">οὐδʼ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω</l><l n="112">φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο,</l><l n="113">οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο</l><l n="114">φυλόπιδα στῆσαι, τά σφιν πολὺ φίλτερα θοίνης.</l></sp><milestone ed="p" n="115" unit="card"/><l n="115">ὣς φάτο· μείδησεν δὲ βίη Ἡρακληείη</l><l n="116">θυμῷ γηθήσας· μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν·</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>