<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:455-467</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:455-467</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="455">ἐν σάκεϊ μεγάλῳ. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη</l><l n="456">ἔγχεος ὁρμὴν ἔτραπʼ ὀρεξαμένη ἀπὸ δίφρου.</l><l n="457">δριμὺ δʼ Ἄρην ἄχος εἷλε· ἐρυσσάμενος δʼ ἄορ ὀξὺ</l><l n="458">ἔσσυτʼ ἐφʼ Ἡρακλέα κρατερόφρονα· τὸν δʼ ἐπιόντα</l><l n="459">Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς,</l><l n="460">μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο</l><l n="461">οὔτασʼ ἐπικρατέως· διὰ δὲ μέγα σαρκὸς ἄραξε</l><l n="462">δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.</l><l n="463">τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους</l><l n="464">ἤλασαν αἶψʼ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης</l><l n="465">ἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δʼ ἔπειτα</l><l n="466">ἵππους μαστιέτην· ἵκοντο δὲ μακρὸν Ὄλυμπον.</l><l n="467"><milestone ed="P" unit="para"/>υἱὸς δʼ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>