<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:404-423</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:404-423</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="404">δεινὴ δέ σφʼ ἰαχὴ ἄραβός θʼ ἅμα γίγνετʼ ὀδόντων·</l><l n="405">οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι,</l><l n="406">πέτρῃ ἔφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχονται</l><l n="407">αἰγὸς ὀρεσσινόμου ἢ ἀγροτέρης ἐλάφοιο</l><l n="408">πίονος, ἥν τʼ ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρ</l><l n="409">ἰῷ ἀπὸ νευρῆς, αὐτὸς δʼ ἀπαλήσεται ἄλλῃ</l><l n="410">χώρου ἄιδρις ἐών· οἳ δʼ ὀτραλέως ἐνόησαν,</l><l n="411">ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο·</l><l n="412">ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.</l><l n="413"><milestone ed="P" unit="para"/>ἔνθʼ ἦ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν</l><l n="414">κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος,</l><l n="415">οὐδʼ ἔρρηξεν χαλκόν· ἔρυτο δὲ δῶρα θεοῖο.</l><l n="416">Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη,</l><l n="417">μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ</l><l n="418">αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου</l><l n="419">ἤλασʼ ἐπικρατέως· ἀπὸ δʼ ἄμφω κέρσε τένοντε</l><l n="420">ἀνδροφόνος μελίη· μέγα γὰρ σθένος ἔμπεσε φωτός.</l><l n="421">ἤριπε δʼ, ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ὅτε πεύκη</l><l n="422">ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ·</l><l n="423">ὣς ἔριπʼ· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>