<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:384-403</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:384-403</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="384">κὰδ δʼ ἄρʼ ἀπʼ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,</l><l n="385">σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.</l><l n="386"><milestone ed="P" unit="para"/>οἷος δʼ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι</l><l n="387">κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι</l><l n="388">ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα</l><l n="389">δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι</l><l n="390">λείβεται,  ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον,</l><l n="391">ὀρθὰς δʼ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν·</l><l n="392">τῷ ἴκελος Διὸς υἱὸς ἀφʼ ἱππείου θόρε δίφρου.</l><l n="393">ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ</l><l n="394">ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν</l><l n="395">ἄρχεται, ᾧ τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση,</l><l n="396">καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴν</l><l n="397">ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει,</l><l n="398">τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι</l><l n="399">τούς τε θέρει σπείρουσιν, ὅτʼ ὄμφακες αἰόλλονται,</l><l n="400">οἷα Διώνυσος δῶκʼ ἀνδράσι χάρμα καὶ ἄχθος·</l><l n="401">τὴν ὥρην μάρναντο, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.</l><milestone ed="p" n="402" unit="card"/><l n="402">ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο</l><l n="403">ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>