<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:373-385</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:373-385</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="373">τῶν δʼ ὕπο σευομένων κανάχιζε πόσʼ εὐρεῖα χθών.</l><l n="374">ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο</l><l n="375">πέτραι ἀποθρῴσκωσιν,  ἐπʼ ἀλλήλῃς δὲ πέσωσι,</l><l n="376">πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δὲ τε πεῦκαι</l><l n="377">αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπʼ αὐτέων</l><l n="378">ῥίμφα κυλινδομένων, εἵως πεδίονδʼ ἀφίκωνται,</l><l n="379">ὣς οἳ ἐπʼ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.</l><l n="380">πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τʼ Ἰαωλκὸς</l><l n="381">Ἄρνη τʼ ἠδʼ Ἑλίκη Ἄνθειά τε ποιήεσσα</l><l n="382">φωνῇ ὕπʼ ἀμφοτέρων μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ</l><l n="383">θεσπεσίῳ σύνισαν· μέγα δʼ ἔκτυπε μητίετα Ζεύς.</l><l n="384">κὰδ δʼ ἄρʼ ἀπʼ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,</l><l n="385">σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>