<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:349-383</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:349-383</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="349">τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·</l><sp><l n="350"><milestone ed="P" unit="para"/>κύκνε πέπον,  τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους</l><l n="351">ἀνδράσιν, οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν;</l><l n="352">ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου</l><l n="353">εἶκε παρὲξ ἰέναι. Τρηχῖνα δέ τοι παρελαύνω</l><l n="354">ἐς Κήυκα ἄνακτα· ὃ γὰρ δυνάμι τε καὶ αἰδοῖ</l><l n="355">Τρηχῖνος προβέβηκε,  σὺ δʼ εὖ μάλα οἶσθα καὶ αὐτός·</l><l n="356">τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν.</l><l n="357">ὦ πέπον, οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴν</l><l n="358">ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.</l><l n="359">ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναι</l><l n="360">ἔγχεος ἡμετέρου,  ὅθʼ ὑπὲρ Πύλου ἠμαθόεντος</l><l n="361">ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.</l><l n="362">τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ</l><l n="363">οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν</l><l n="364">παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα.</l></sp><milestone ed="p" n="365" unit="card"/><l n="365">πρηνὴς δʼ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ.</l><l n="366">ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη</l><l n="367">χερσὶν ὕφʼ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα.</l><l n="368"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ· οὐδʼ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα</l><l n="369">τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.</l><l n="370">δὴ τότʼ ἀπʼ εὐπλεκέων δίφρων θόρον αἶψʼ ἐπὶ γαῖαν</l><l n="371">παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος.</l><l n="372">ἡνίοχοι δʼ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους·</l><l n="373">τῶν δʼ ὕπο σευομένων κανάχιζε πόσʼ εὐρεῖα χθών.</l><l n="374">ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο</l><l n="375">πέτραι ἀποθρῴσκωσιν,  ἐπʼ ἀλλήλῃς δὲ πέσωσι,</l><l n="376">πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δὲ τε πεῦκαι</l><l n="377">αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπʼ αὐτέων</l><l n="378">ῥίμφα κυλινδομένων, εἵως πεδίονδʼ ἀφίκωνται,</l><l n="379">ὣς οἳ ἐπʼ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.</l><l n="380">πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τʼ Ἰαωλκὸς</l><l n="381">Ἄρνη τʼ ἠδʼ Ἑλίκη Ἄνθειά τε ποιήεσσα</l><l n="382">φωνῇ ὕπʼ ἀμφοτέρων μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ</l><l n="383">θεσπεσίῳ σύνισαν· μέγα δʼ ἔκτυπε μητίετα Ζεύς.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>