<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:268-280</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:268-280</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="268">αἷμʼ ἀπελείβετʼ ἔραζʼ· ἣ δʼ ἄπλητον σεσαρυῖα</l><l n="269">εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,</l><l n="270">δάκρυσι μυδαλέη.  παρὰ δʼ εὔπυργος πόλις ἀνδρῶν·</l><l n="271">χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι</l><l n="272">ἑπτὰ πύλαι· τοὶ δʼ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε</l><l n="273">τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπʼ ἀπήνης</l><l n="274">ἤγοντʼ ἀνδρὶ γυναῖκα, πολὺς δʼ ὑμέναιος ὀρώρει·</l><l n="275">τῆλε δʼ ἀπʼ αἰθομένων δαΐδων σέλας εἰλύφαζε</l><l n="276">χερσὶν ἔνι δμῳῶν· ταὶ δʼ ἀγλαΐῃ τεθαλυῖαι</l><l n="277">πρόσθʼ ἔκιον· τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο.</l><l n="278">τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν</l><l n="279">ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.</l><milestone ed="p" n="280" unit="card"/><l n="280">αἳ δʼ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>