<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:257-276</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:257-276</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="257">ἂψ δʼ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.</l><l n="258">Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· ἣ μὲν ὑφήσσων</l><l n="259">Ἀτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλʼ ἄρα ἥ γε</l><l n="260">τῶν γε μὲν ἀλλάων προφερής τʼ ἦν πρεσβυτάτη τε.</l><l n="261">πᾶσαι δʼ ἀμφʼ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο.</l><l n="262">δεινὰ δʼ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι,</l><l n="263">ἐν δʼ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο.</l><l n="264">πὰρ δʼ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,</l><l n="265">χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα,</l><l n="266">γουνοπαχής, μακροὶ δʼ ὄνυχες χείρεσσιν ὑπῆσαν.</l><l n="267">τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν</l><l n="268">αἷμʼ ἀπελείβετʼ ἔραζʼ· ἣ δʼ ἄπλητον σεσαρυῖα</l><l n="269">εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,</l><l n="270">δάκρυσι μυδαλέη.  παρὰ δʼ εὔπυργος πόλις ἀνδρῶν·</l><l n="271">χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι</l><l n="272">ἑπτὰ πύλαι· τοὶ δʼ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε</l><l n="273">τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπʼ ἀπήνης</l><l n="274">ἤγοντʼ ἀνδρὶ γυναῖκα, πολὺς δʼ ὑμέναιος ὀρώρει·</l><l n="275">τῆλε δʼ ἀπʼ αἰθομένων δαΐδων σέλας εἰλύφαζε</l><l n="276">χερσὶν ἔνι δμῳῶν· ταὶ δʼ ἀγλαΐῃ τεθαλυῖαι</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>