<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:216-228</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:216-228</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="216"><milestone ed="P" unit="para"/>ἐν δʼ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,</l><l n="217">οὔτʼ ἄρʼ ἐπιψαύων σάκεος ποσὶν οὔθʼ ἑκὰς αὐτοῦ,</l><l n="218">θαῦμα μέγα φράσσασθʼ, ἐπεὶ οὐδαμῇ ἐστήρικτο.</l><l n="219">τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις</l><l n="220">χρύσεον· ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα.</l><l n="221">ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο</l><l n="222">χαλκέου ἐκ τελαμῶνος· ὃ δʼ ὥς τε νόημʼ ἐποτᾶτο·</l><l n="223">πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου,</l><l n="224">Γοργοῦς· ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι,</l><l n="225">ἀργυρέη· θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ</l><l n="226">χρύσειοι· δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος</l><l n="227">κεῖτʼ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.</l><l n="228">αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>