<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="21">τῶν ὅ γʼ ὀπίζετο μῆνιν, ἐπείγετο δʼ ὅττι τάχιστα</l><l n="22">ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.</l><l n="23">τῷ δʼ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε</l><l n="24">Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,</l><l n="25">Λοκροί τʼ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι</l><l n="26">ἕσποντʼ· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο</l><l n="27">κυδιόων λαοῖσι. πατὴρ δʼ ἀνδρῶν τε θεῶν τε</l><l n="28">ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν</l><l n="29">ἀνδράσι τʼ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.</l><l n="30">ὦρτο δʼ ἀπʼ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,</l><l n="31">ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,</l><l n="32">ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτις</l><l n="33">Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.</l><l n="34">ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·</l><l n="35">αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης</l><l n="36">εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ·</l><l n="37">αὐτῇ δʼ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,</l><l n="38">ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε.</l><milestone ed="p" n="39" unit="card"/><l n="39">οὐδʼ ὅ γʼ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας</l><l n="40">ὦρτʼ ἰέναι,  πρίν γʼ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς·</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>