<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:157-176</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:157-176</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="157">ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,</l><l n="158">ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.</l><l n="159">εἷμα δʼ ἔχʼ ἄμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,</l><l n="160">δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα.</l><l n="161"><milestone ed="P" unit="para"/>ἐν δʼ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,</l><l n="162">δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων,</l><l n="163">οἵ τινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν·</l><l n="164">τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο</l><l n="165">Ἀμφιτρυωνιάδης,  τὰ δʼ ἐδαίετο θαυματὰ ἔργα.</l><l n="166">στίγματα δʼ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν·</l><l n="167">κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια.</l><l n="168"><milestone ed="P" unit="para"/>ἐν δὲ συῶν ἀγέλαι χλούνων· ἔσαν ἠδὲ λεόντων</l><l n="169">ἐς σφέας δερκομένων, κοτεόντων θʼ ἱεμένων τε.</l><l n="170">τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν· οὐδέ νυ τώ γε</l><l n="171">οὐδέτεροι τρεέτην· φρῖσσόν γε μὲν αὐχένας ἄμφω.</l><l n="172">ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι</l><l n="173">δοιοί, ἀπουράμενοι ψυχάς, κατὰ δέ σφι κελαινὸν</l><l n="174">αἷμʼ ἀπελείβετʼ ἔραζʼ· οἳ δʼ αὐχένας ἐξεριπόντες</l><l n="175">κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν.</l><l n="176">τοὶ δʼ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>